Pular para o conteúdo

Salmos

Capítulo 41

Capítulo 41

1 Εἰς τὸ τέλος· εἰς σύνεσιν τοῖς υἱοῖς Κόρε.

2 Ὃυ τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων,
οὕτως ἐπιποθεῖ ἡ ψυχὴ μου πρὸς σέ, ὁ θεός.

3 ἐδίψησεν ἡ ψυχὴ μου πρὸς τὸν θεὸν τὸν ζῶντα·
πότε ἤξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ;

4 ἐγενήθη τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτός,
ἐν τῷ λέγεσθαί μοι καθʼ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ θεός
σου;

5 ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπʼ ἐμὲ τὴν ψυχήν μου·
ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου
τοῦ θεοῦ,
ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχου ἑορταζοντων.

6 ἵνα τί περίλυπος εἶ, ἡ ψυχή, καὶ ἵνα τί συνταράσσεις με;¶
ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
σαωτήριον τοῦ προσώπου μου ὁ θεός μου.

7 πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη·
διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιείμ,
ἀπὸ ὄρους μικροῦ.

8 ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου·
πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπʼ ἐμὲ διῆλθον.

9 ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει·
παρʼ ἐμοὶ προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου.

10 ἐρῶ τῷ θεῷ Ἀντιλήμπτωρ μου εἶ, διὰ τί μου ἐπελάθου;
ἴνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν
μου;

11 ἐν τῷ καταθλάσαι τὰ ὀστᾶ μου ὠνείδισάν με οἱ θλίβοντές με,
ἐν τῷ λέγειν αὐτοὺς μοι καθʼ ἑκάστην ἡμέραν Ποῦ ἐστιν ὁ
θεός σου ;

12 ἵνα τί περίλυπος εἶ, ἡ ψυχή, καὶ ἵνα τί συνταράσσεις με;
ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
ἡ σωτηρία τοῦ προσώπου μου ὁ θεός μου.