Capítulo 42
1 Κρῖνόν με, ὁ θεός, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου·
ἀπὸ ἀνθρώπου ἀδίκου και δολίου ῥῦσαί με.
2 ὅτι σὺ εἶ ὁ θεὸς κραταίωμά μου·
ἵνα τί ἀπώσω με ;
καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν
ἐχθρόν μου;
3 ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου·
αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου
καὶ εἰς τὰ σκηνώματά σου.
4 καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ,
πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου·
ἐξομολογήσομαί σοι, Κύριε ὁ θεός μου, ἐν κιθάρᾳ.
5 ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἴνα τί συνταράσσεις με;
ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ·
σωτήριον τοῦ προσώπου μου ὁ θεός μου.