Pular para o conteúdo

Salmos

Capítulo 40

Capítulo 40

1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.

2 Μακάριος ὁ συνίων ἐπὶ πτωχὸν καὶ πένητα,
ἐν ἡμέρᾳ πονηρῷ ῥύσεται αὐτὸν ὁ κύριος.

3 Κύριος φυλάξαι αὐτόν, καὶ μακαρίσαι αὐτὸν ἐν τῆ γῇ,
καὶ μὴ παραδοῖ αὐτὸν εἰς χεῖρας ἐχθροῦ αὐτοῦ.

4 Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ,
ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ.

5 ἐγὼ εἶπα Κύριε, ἐλέησόν με·
ἴασαι τὴν ψυχὴν μου, ὅτι ἥμαρτόν σοι.

6 οἱ ἐχθροί μου εἶπαν κακά μοι
Πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;

7 καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει·
ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ,
ἐξεπορεύετο ἔξω καὶ ἐλάλει

8 ἐπὶ τὸ αὐτὸ κατʼ ἐμοῦ.
ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατʼ ἐμοῦ·
ἐλογίζοντο κακά μοι·

9 λόγον παράνομον κατέθεντο κατʼ ἐμοῦ
Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι

10 καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφʼ ὃν ἤλπισα,
ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπʼ ἐμὲ πτερνισμόν.

11 σῦ δέ, Κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς.

12 ἐν τούτῳ ἔγνων ὅτι τεθέληκας με,
ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπʼ ἐμέ

13 ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου,
καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς αἰῶνα.

14 εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραὴλ
ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.