Capítulo 125
1 ᾨδὴ τῶν ἀναβαθμῶν.
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν
ἐγενήθημεν ὡς παρακεκλημένοι.
2 τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν
καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως·
τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν
Ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μετʼ αὐτῶν.
3 ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μεθʼ ἡμῶν,
ἐγενήθημεν εὐφραινόμενοι.
4 ἐπίστρεψον, Κύριε. τὴν αἰχμαλωσίαν ἡμῶν
ὡς ὁ χειμάρρους ἐν τῷ νότῳ.
5 οἱ σπείροντες ἐν δάκρυσιν
ἐν ἀγαλλιάσει θεριοῦσιν.
6 πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα
αὐτῶν·
ἐρχόμενοι δὲ ἥξουσιν ἐυ ἀγαλλιάσει αἴροντες τὰ δράγματα
αὐτῶν.