Capítulo 126
1 Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες
αὐτόν·
ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυ-
λάσσαων.
2 εἰς μάτην ἐστὶν ὑμῖν τοῦ ὀρθρίζειν,
ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι,
οἱ ἔσθοντες ἄρτον ὀδύνης,
ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.
3 δοῦ ἡ κληρονομία Κυρίου υἱοί,
ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρὸς αὐτῆς.
4 ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ,
οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.
5 μακάριος ὃς πληρώσει τὴν ἐπιθυρίαν αὐτοῦ ἐξ αὐτῶν·
οὐ καταισχυνθήσεται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν
πύλῃ.