Capítulo 124
1 Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιῶν·
οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἰερουσαλήμ.
2 ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
3 ὅτι οὐκ ἀφήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον
τῶν δικαίων.
ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν.
4 ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ·
5 τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς
ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν.
εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.