Capítulo 123
1 Εί μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ,
2 εἰ μὴ ὅτι
Κύριος ἦν ἐν ἡμῖν,
ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφʼ ἡμᾶς,
3 ἄρα ζῶντας ἂν
κατέπιον ἡμᾶς,
ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφʼ ἡμᾶς.
4 ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς,
χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν·
5 ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.
6 εὐλογητὸς Κύριος ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν
αὐτῶν.
7 ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη
ἐκ τῆς παγίδος τῶν θηρευόντων·
ἡ παγὶς συνετερἴβη, καὶ ἡμεῖς ἐρύσθημεν.
8 βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν
καὶ τὴν γῆν.