Pular para o conteúdo

Salmos

Capítulo 122

Capítulo 122

1 Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ
οὐρανῷ.

2 ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν,
ὣς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς,
οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν,
ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

3 ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς.
ὅτι ἐπὶ πολὺ ἐπληθύνθημεν ἐξουδενώσεως·

4 ἐπὶ πλεῖον ἐπληθύνθη ἡ ψυχὴ ἡμῶν·
τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν
καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.