Pular para o conteúdo

Salmos

Capítulo 121

Capítulo 121

1 ὐφράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι Εἰς οἶκον Κυρίου
πορευσόμεθα·

2 ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς Ἰερουσαλήμ.

3 Ἰερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ
τὸ αὐτό.

4 ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ Κυρίου, μαρτύριον τοῦ Ἰσραήλ,
τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου·

5 ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυείδ,

6 καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε·
ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τῇ Ἰερουσαλήμ.

7 γενέσθω δὴ εἰρήνη σου ἐν τῇ δυνάμει σου,
καὶ εὐθηνία ἐν τοῖς πυργοβάρεσίν σου,

8 ἔνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου.
ἐλάλουν δὲ εἰρήνην περὶ σοῦ·

9 ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ θεοῦ ἡμῶν ἐξεζήτησά σοι.