Capítulo 111
1 Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον,
ἐν ταῖς ἐντολαῖς αὐτοῦ θέλει σφόδρα·
2 δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ,
γενεὰ εὐθείων εὐλογηθήσεται·
3 δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ,
καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
4 ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι·
ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.
5 χρηστὸς ἀνὴρ ὁ οἰκτίρμων καὶ κιχρῶν,
οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει·
6 ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται·
εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.
7 ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται·
ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ τὸν κύριον.
8 ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ φοβηθήσεται,
ἕως οὗ ἐφίδῃ τοὺς ἐχθροὺς αὐτοῦ.
9 ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν,
ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.
10 ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται,
τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται·
ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται.