Pular para o conteúdo

Salmos

Capítulo 112

Capítulo 112

1 Αἰνεῖτε, παῖδες, Κύριον,
αἰνεῖτε τὸ ὄνομα αὐτοῦ.

2 εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος·

3 ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν
αἰνεῖται τὸ ὄνομα Κυρίου.

4 ὑψηλὸς ἐπὶ πάντα τὸ ἔθνη ὁ κύριος,
ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.

5 τίς ὡς Κύριος ὁ θεὸς ἡμῶν;
ὁ ἐν ὑψηλοῖς κατοικῶν,

6 καὶ τὰ ταπεινὰ ἐφορῶν
ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ·

7 ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν.
καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα,

8 τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων,
μετὰ ἀρχόντων λαοῦ αὐτοῦ·

9 ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ,
μητέρα τέκνων εὐφραινομένων.