Capítulo 110
1 Ἐξομολογήσομαί συι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
ἐν βουλῇ εὐθείων καὶ συναγωγῇ.
2 μεγάλα τὰ ἔργα Κυρίου.
ἐξεζητημένα εἰς πάντα τά θελήματα αὐτοῦ·
3 ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ,
καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
4 μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ,
ἐλεήμων καὶ οἰκτίρμων ὁ κύριος·
5 τροφὴν ἔδωκεν τοῖς φοβουμένοις αὐτόν,
μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ.
6 ἰσχὺν ἔργων ἑαυτοῦ ἀνήγγειλεν τῷ λαῷ ἑαυτοῦ,
τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν.
7 ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις·
πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ,
8 ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι.
9 λύτρωσιν ἀπέστειλεν τῷ λαῷ αὐτοῦ·
ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ·
ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ.
10 ἀρχὴ σοφίας φόβος Κυρίου.
σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν·
ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.