Pular para o conteúdo

Salmos

Capítulo 11

Capítulo 11

1 Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυείδ.

2 Σῶσόν με, Κύριε· ὅτι ἐκλέλοιπεν ὅσιος,
ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.

3 μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ,
χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν.

4 ἐξολεθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα,

5 τοὺς εἰπόντας Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν,
τὰ χείλη ἡμῶν παρʼ ἡμῶν ἐστίν· τίς ἡμῶν κύριός ἐστιν ;

6 ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων
νῦν ἀναστήσομαι, λέγει Κύριος·
θήσομαι ἐν σωτηρίᾳ, παρησιάσομαι ἐν αὐτῷ.

7 τὰ λόγια Κυρίου λόγια ἁγνά,
ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ,
κεκαθαρισμένον ἑπταπλασίως.

8 σύ, Κύριε, φυλάξεις ἡμᾶς,
καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.

9 κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν·
κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.