Capítulo 12
1 Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
2 Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος ;
ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ ;
3 ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου,
ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας ;
ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπʼ ἐμέ ;
4 ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ θεός μου·
φώτισον τοὺς ὀφθαλμούς, μὴ ποτε ὑπνώσω εἰς θάνατον,
5 μή ποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν·
οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ.
6 ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα·
ἀγαλλιάσεται ἡ καρδία μου ἐν τῷ σωτηρίῳ σου·
ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με,
καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.