Pular para o conteúdo

Salmos

Capítulo 10

Capítulo 10

1 Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός.
Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου
Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον ;

2 ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον,
ἡτοίμασαν βέλη §εἰς φαρέτραν,
τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.

3 ὅτι ἃ κατηρτίσω καθεῖλον·
ὁ δὲ δίκαιος τί ἐποίησεν ;

4 Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ·
Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ.
οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν,
τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.

5 Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ·
ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.

6 ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας·
πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου
αὐτῶν.

7 ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.