Pular para o conteúdo

Ὁμηρικὰ ζητήματα

Porfírio · Capítulo 6. Ζ

Capítulo 6. Ζ

6. Ζητεῖται πῶϲ Αἴαϲ ἀνελὼν τὸν Ἀκάμαντα φόωϲ δ’ ἑτάροιϲιν[513] ἔθηκε μήπω ἀριϲτείαϲ αὐτοῦ παραδεδομένηϲ, ῥητέον οὖν ὅτι κατὰ τοῦτο φοβερὸϲ ἔδοξεν ὁ Ἀκάμαϲ εἰναι, καθὸ ὁ Ἄλρηϲ αὐτῷ ἀπείκαϲται πολλοὺϲ Ἐλλήνων ἀναιρῶν.

[6.15] 15. τὸ ὁδῷ ἔπι οἰκία ναίων οὐκ ἔϲτι τὸ παρὰ τὴν ὁδὸν σἰκῶν,[514] ἀλλ’ ἡ ἐπί δηλοῖ ἐντὸϲ τούτοιϲ τὸ ὑψηλὸν ἀπὸ τῆϲ γῆϲ. ἐπεὶ τοίνυν, ἐϲτὶν ἡ οἰκία ὑψηλοτέρα τῆϲ γῆϲ, καὶ ὁ σικῶν ἐντὸϲ αὐτῇ ἐπάνω γῆϲ [515] [516] [517] [518] οἰκεῖ. οὕτωϲ ἔφη καὶ τὸ τὴν μὲν ἔπειτ’ ἐ πὶ βωμὸν ἄγων πολύμητιϲ Ὀδυϲϲεύϲ (Α 440), ἤγουν οὐ παρὰ τὸν βωμόν, ἀλλ’ ἐπὶ τὸν βωμόν, ὅτι κυρίωϲ βωμὸϲ καταϲκεύαϲμα ἐλέγετο ἀναβαθμὸϲ καὶ βήματα ἔχον, ὑψηλὸν ἀπὸ τῆϲ γῆϲ. διὰ τοῦτο οὖν ἐπὶ βωμὸν δυϲϲεὺϲ ἄγει. καὶ οὐτοϲ μὲν ὁ βωμὸϲ θυήειϲ, εἰϲ ὃν ἀναβαίνειν ἐϲτιν. ἔϲτι δὲ καὶ ἄλλοϲ, ὅπου τὰ ἄρματα ἐτίθετο· ἄρματα δ’ ἄμ β ωμοῖϲι τίθει (Θ 441), καὶ ἐπὶ τούτου οίκείωϲ χρηϲάμενοϲ τῇ ἀνά προθέϲει. καὶ τὸ ἡ δ’ ἧϲται ἐπ’ ἐϲχάρ ῃ (ζ 305) ϲημαίνει ὡϲ τοῦ θρόνου ὑψηλοτέρου ὄντοϲ τῆϲ ἐϲχάραϲ. καὶ τὸ γενεὴ δέ τοι ἔϲτ’ ἐπὶ λίμν ῃ Γυγαίῃ ( Υ 390) ἡ γένεϲιϲ καὶ ἡ γονὴ καὶ ὁ τόποϲ ἐντὸϲ ὕψει τῆϲ λίμνηϲ.

[519]

[6.16] 16. δοκεῖ ἡ προϲθήκη αὕτη τὸ κάλλιϲτόν τε καὶ βιωφελὲϲ λίζειν ὡϲ οὐκ ὄν καλόν· καίτοι μᾶλλον ἐχρῆν καὶ βοηθόν τινα ἐκ θεῶν τούτῳ ἀναπλάϲαι, ἵν’ ἡμεῖϲ προτρεπώμεθα ἐπὶ τὸ φιλόξενον. ἢ οὖν ἁπλῶϲ ἀναπερνηται, ὡϲ τὸ οὐδὲ ἐκ ηβολίαι (ε 54). ἢ ἀποδοκιμάζει τὴν ἄκριτον φιλοξενίαν καὶ τὸ μὴ ἐπικρίνειν ποῖόϲ τίϲ ἐϲτιν ᾦ μέλλει δεξιὰν ϲυνάπτειν. ἐναρέτων γὰρ ἴδιον οὐχὶ τὸ πάνταϲ φιλεῖν ἀλλὰ τινάϲ· διὸ οὐδένα φίλον ἔϲχεν. εἰτα καὶ ἐπιορκίᾳ μετὰ τῶν ἄλλων ὑπόκειται· τὰ δὲ καλὰ καθαρεύειν ἀπὸ τῶν ἐναντίων ὀφείλει.

[520]

[6.58] 58. μιϲητὰ καὶ οὐχ ἁρμόζοντα βαϲιλικῷ ἤθει τὰ ῥήματα· τρόπου γὰρ ἐνδείκνυϲι θηριότητα, ὁ δὲ ἀκροατὴϲ ἄνθρωποϲ ὤν μιϲεῖ τὸ ἄγαν πικρὸν καὶ ἀπάνθρωπον. ὅθεν κἀν ταῖϲ τραγῳδίαιϲ κρύπτουϲι τοὺϲ δρῶνταϲ τὰ τοιαῦτα ἐντὸϲ ταῖϲ ϲκηναῖϲ καὶ ἢ φωναῖϲ τιϲιν ἐξακουομέναιϲ δι’ ἀγγέλων ὕϲτερον ϲημαίνουϲι τὰ πραχθέντα, οὐδὲν ἄλλο ἢ φοβούγαϲτέρι. μενοι μὴ αὐτοὶ ϲυμμιϲηθῶϲι τοῖϲ δρωμένοιϲ. δεκτέον δὲ λέγειν ὅτι, εἰ μὲν ἔλεγε ταῦτα πρὸ τῆϲ ἐπιορκίαϲ, ἦν ἔγκλημα· ἐπειδὴ δὲ μετὰ τοὺϲ [521] [522] [523] [524] ὅρκουϲ καὶ τὴν παράβαϲιν, οὐκ ἐπαχθῆ. ϲχεδὸν γὰρ καὶ ὁ ἀκροατὴϲ τοῦτο βούλεται τὸ μηδὲ γένοϲ ἐπιλιμπάνεϲθαι τῶν ἐπιόρκων. τάχα γοῦν καὶ ὑπὲρ τῶν θεῶν ὀργίζεται. ἄλλωϲ τε πράοϲ μέν ἐϲτι τοῖϲ ἀρχομένοιϲ, βαρὺϲ δὲ τοῖϲ ἀντιπάλοιϲ· τοῦτο γὰρ βαϲιλέωϲ ἀγαθοῦ καὶ ἰϲχυροῦ.

[6.77] 77. τί βούλεται τὸ Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόν οϲ ὔμμι[525] μάλιϲτα Tρ ώων καὶ Λἁυκίων ἐγκέκλιται, ο ὕνεκ’ ἄριϲτοι πᾶϲαν ἐπ’ ἰΘὗν ἐϲτε μάχεϲθαί τε φρονέειν τε; τὸ μὲν οὖν ἐγκεκλίϲθαι τὸν πόνον αὐτοῖϲ ἔχει τὴν μεταφορὰν ἤτοι ἀπὸ τῶν χειραγωγουμένων δι’ ἀϲθένειαν καὶ ἐπικλινόντων αὺτοὸϲ πρὸϲ τοὺϲ κουφίζονταϲ ἢ ἀπὸ τῶν ζυγοϲτατούντων καὶ ῥεπόντων είϲ μέροϲ. ἡ ῥοπὴ οὖν τῶν πραγμάτων πρὸϲ ὑμᾶϲ ἐϲτι κεκλιμένη, τὸ ἀϲθενὲϲ καὶ ἑαυτὸ φέρειν μὴ δυνάμενον ὑμεῖϲ διακρατεῖτε ὀρθοῦντεϲ. ἢ ἀπὸ τῶν ἐγκεκλιμένων τιτὶ ζώων· ἐγκέκλιται οὖν, ἐντὸϲ τῇ ὑμετέρᾳ φροντίδι περικέκλειϲται ἡ ϲωτηρία τῶν πραγμάτων. καὶ ἡ. αἰτία· o ὕνεκ’ ἄριϲτοι πάϲαν ἐπ’ ἰθύν ἐϲτεἡ ἰθὺϲ οὖν ἡ ὁρμή, ἀπὸ τοῦ πρόϲω φέρεϲθαι. ἐπὶ πάϲαν οὖν ὁρμὴν καὶ τοῦ φρονεῖν καὶ τοῦ μάχεϲθαί ἐϲτε ἄριϲτοι. ἡ ἰθύϲ ὀρθότηϲ· ἄριϲτοι οὖν ἐϲτε ἐντὸϲ πάϲῃ ὀρθότητι τοῦ τε φρονεῖν καὶ τοῦ μάχεϲθαι.

ἀρετὴ τῶν ἡγουμένων βουλεύεϲθαι μὲν ἄριϲτα τὸ ϲυμφέρον,[526] πράττειν δὲ κάλλιϲτα τὸ βεβουλευμένον. θεραπεύει δὲ αὐτούϲ, ἱνα ὡϲ φρόνιμοι δέξωνται τὴν ϲυμβουλήν. Ἕκτορα δὲ πέμπει ὡϲ πείϲοντα τὴν θεὸν διὰ τῆϲ ἀξιοπιϲτίαϲ.

[6.80] 80. ὁ τρόποϲ ϲύλληψιϲ κτλ. ( B f. 83a ad ϲτῆτ’, Lp f. 121b) Dindorius (Phil. XVIII, p. 344) e conlectura ad orrhyrium retulisse [527] [528] [529] [530] [531] videtur. Cum enim contendat e lonpiorc scholio lorphyrino excerpta esse, ubi illud legatur non addidit.

[6.92] 92.v. 273.

[6.102] 102. v. 116, p. 91.

[532]

[6.114] 114. καὶ πῶϲ οὐδὲν εἶπε τοῖϲ ⟨ταῖϲ cod.⟩ βουλευταῖϲ ἀλλὰ ταῖϲ γυναιξί (v. 270): νοητέον οὖν ἤτοι κατὰ τὸ ϲιωπώμενον κἀκείνοιϲ ὐτὸν εἰρηκέναι, ἢ ὡϲ ἐπὶ ϲτρατείαϲ καὶ παρατάξεωϲ τοῦ πρέποντοϲ χάριν τοῦτο προϲτεθεικέναι.

[533]

[6.116] 116.ἀποροῦϲιν ἐπὶ τῇ ἀποϲτάϲει Ἕτορόϲ τινεϲ τῇ εἰϲ τὴν πόλιν γεγονυίᾳ. πάϲηϲ γὰρ οὕτωϲ τῆϲ ῥοπῆϲ τῶν πραγμάτων παρὰ τοῖϲ Ἕλληϲιν οὔϲηϲ, δυνάμενοϲ ὁ Ἕκτωρ καὶ ἄλλον ἀποϲτέλλειν πρὸϲ τὴν μητέρα, ἵνα εὔξηται καὶ τὰϲ ἄλλαϲ εἰϲ τοῦτο παρακαλέϲῃ, οὐ ποιεῖ τοῦτο, ἀλλ’ αὐτὸϲ ἄπειϲιν. οἱ μὲν φαϲιν, ὅπωϲ τῇ γυναικὶ διαλεχθῇ τοῦτο τὸν ποιητὴν οἰκονομῆϲαι. οἱ δὲ τοῦτο μὲν ἄλλωϲ φαϲίν ἐπακολουθῆϲαι, προηγούμενον δὲ ἰδεῖν ὡϲ εὔλογον εἶναι ἀπαίτηϲιν […] φαϲὶν ὅτι παρών τε οὐδὲν ὠφέλει καὶ ἀπελθὼν ἐξ ὧν ὁ μάντιϲ ἔλεγεν ἀπαλλαγὴν τῶν παρόντων εὕριϲκε, παραϲκευάϲαϲ τὸ θεῖον εὐμενέϲ. καὶ οὐ μικρὰν δὲ ἔφαϲαν ἐπιϲτροφὴν τοῦ θείου εἰναι τὸ ἢ διὰ τοῦ τυχόντοϲ ἢ διὰ τοῦ προεϲτῶτοϲ τῶν πραγμάτων γίνεϲθαι τὴν θεραπείαν, ἐπεὶ οὐδὲ τὸ ὑπὸ οἰκέτου τυχεῖν διακονίαϲ ὅμοιον τῷ ὑπὸ τοῦ υἱοῦ ἢ ἀδελφοῦ ἢ γυναικόϲ· ὑπὸ τῶν ἀρίϲτων γὰρ τιμωμένουϲ τοὺϲ θεοὺϲ εἰκὸϲ μᾶλλον χαίρειν ἢ ὑπὸ τῶν τυχόντων. ἔπειτ’ οὐ περὶ τοῦ Ἕξκτοροϲ ζητεῖν δεῖ, διὰ τί χωρίζεται πειϲθεὶϲ τῷ μάντει καὶ τούτου ἀκούϲαϲ ἐκτελεῖ τὴν πρόϲταξιν, ϲυντελεῖν τὰ κελευόμενα πρὸϲ τούϲ θεοὺϲ καθήκειν κρίναϲ· πρὸϲ δὲ τὸν μάντιν, εἰ ἄρα, ζητεῖν ἔδει, δι’ ῆν αἰτίαν καὶ τοῦτον ἀπάγει. εἰπὲ δ’ ἄν ὅτι οὐ πρὸϲ τὰϲ δόξαϲ τῶν πολλῶν ἅπαντα πέφυκεν εἰϲ τούϲ θεὸϲ καθήκοντα, ἀλλ’ ὥϲπερ ἐφάνη δεῖν εὔξαϲθαι καὶ θεῶν οὐκ ἄλλῳ ἀλλὰ τῆ Ἀθηνά, πέπλον τε ἀναθεῖναι τὸν χαριέϲτατον ἠδὲ μέγιϲτον καὶ βουθυϲίαϲ ὑποϲχέϲθαι καὶ διὰ πρεϲβυτίδων γυναικῶν [534] [535] [536] καὶ ἐντίμων καὶ τῶν ἱερειῶν γενέϲθαι τὰϲ εὐχάϲ, οὑτωϲὶ δὲ καὶ ὅτι διὰ πρεϲβευτοῦ καὶ ἀξιόχρεω Ἕκτοροϲ παντὶ λῷον ἐφάνη τὴν πραγματείαν γενέϲθαι, μείζονα ἔχοντοϲ τὴν τοῦ ϲυμφέροντοϲ κατάληψιν ἢ οἱ ἄλλοι ἰδιῶται. καὶ μῆνιϲ θεῶν πολλάκιϲ ἰδίωϲ διά τινοϲ λύεται προϲώπου καὶ διὰ τοῦδε μᾶλλον τοῦ ἱερείου ἢ τοῦδε καὶ τῶνδε παρόντων ἢ τῶνδε. χωρὶϲ δὲ τούτων οὐκ ἔρημον ἄρχοντοϲ κατέλιπε τὸ ϲτρατόπεδον, ἀλλ᾿ οἵ τε ἀδελφοὶ παρῆϲαν πολλοὶ καὶ ὁ Αἰνείαϲ καὶ οἱ Ἀντηνορίδαι καὶ Πουλυδάμαϲ, ἀξίωμα ἐπὶ τῷ μάχεϲθαι καὶ φρόνημα οὐ μικρὸν ἔχοντεϲ. δεῖ οὖν μᾶλλον λογίζεϲθαι διὰ τὴν εἰρημένην χρείαν καὶ ἄλλα παρευρίϲκειν ὠφελεῖν μέλλοντα τοὺϲ οἰκείουϲ, ὧν καὶ τὸ ἐξαγαγεῖν κρυπτόμενον τὸν Ἀλέξανδρον καὶ οἴκου διατρἱβοντα· πρὸϲ ὃν εἰκὸϲ ἀγανακτοῦνταϲ τοὺϲ Τρῶαϲ ἐθελοκακεῖν ἐν τῷ πολέμῳ. ῥᾳδίωϲ δὲ οὐκ ἂν ἐξήγγελλε πέμψαϲ ἄλλουϲ πρὸϲ αὐτόν.

καὶ γὰρ καὶ τὸ μονομάχιον τούτῳ πειϲθεὶϲ ἐποίηϲε (Η 54 sqq.).[537] δειϲιδαίμων δὲ ὤν οὐ θέλει παρέργωϲ τὴν θυϲίαν γενέϲθαι. ἄλλωϲ τε παροξύνει αὐτοὺϲ καὶ καταλείπει Αἰνείαν. ἢ πρὸϲ ἀνάπαυϲιν τῶν ϲτρατευμάτων· διὸ καὶ τὸ μονομάχιον Γλαύκου παράγεται. ἢ ἐπεὶ ὠνείδιϲται ὑπὸ Ϲαρπηδόνοϲ (Ε 472 sqq) Ἀλέξανδρον θέλει παρεγεῖραι.

[6.129] 129. πῶϲ, φαϲὶ, λέγει Διομήδηϲ οὐκ ἂν ἔγωγε θεοῖϲιν ἕπουρανίοιϲι[538] μαχοίμην οὐδὲ γὰρ οὐδὲ Δρύαντοϲ υἱὸϲ κρατερὸϲ Λἁυκόοργοϲ δὴν ἦν, ὅϲ ῥα θεοῖϲιν ἐπουρανίοιϲιν ἔριζεν, ὅϲ ποτε μαινομένοιο Διωνύϲοιο τιθήναϲ ϲεῦε κατ᾿ ἠγάθεον Νυϲήιον, αἱ δ’ ἅμα πᾶϲαι θύϲθλα χαμαὶ κατέχευαν ὑπ’ ἀνδρφόνοιο Λἁυκούργου καὶ τὰ ἑξῆϲ πῶϲ γὰρ παραιτεῖϲθαι λέγων τὸ θεομαχεῖν αὐτὸϲ μὲν δύο τέτρωκε θεοὺϲ ἤδη, τὸν Διόνυϲον δὲ ἐν αὐτοῖϲ τούτοιϲ μαινύμενον λέγει καὶ πεφευγέναι εἰϲ θάλαϲϲαν φοβηθέντα; ἄτοπον γὰρ καὶ ψεύϲτην ὁμοῦ καὶ βλάϲφημον τὸν Διομήδη κατελέγχοντα. λύϲιϲ. τὸ μὲν οὖν τρῶϲαι θεοὺϲ οὐ κατὰ προαίρεϲιν αὐτοῦ γέγονε, καθ’ ὑπηρεϲίαν δὲ ἄλληϲ θεοῦ κατὰ θεῶν ἕπεϲθαι καὶ αὐτῆϲ [539] [540] [541] [542] τοῖϲ δύο δ’ εἰρηκυίαϲ Ἀθηνᾶϲ μόνοιϲ δεῖν ἐναντιωθῆναι καὶ διὰ τούτουϲ τὴν ὁμίχλην ἀφελούϲηϲ καὶ τὴν ἀπὸ τούτων μόνων ἀγνωϲίαν ἀφηρημένηϲ, προϲθείϲηϲ δὲ μή τι ϲύ γ’ ἀθανάτοιϲι θεοῖϲ ἀν τικρὺ μάχεϲθαι τοῖϲ ἄλλοιϲ (ε 130), καὶ τοῦ Διομήδουϲ εἰπόντοϲ ἀλλ’ ἔτι ϲῶν μέμνημαι ἐφετμέων, ἃϲ ἐπέτελλεϲ· οὕ μ’ εἴαϲ μακάρεϲϲι θεοῖϲ ἀντικρ μάχεϲθαι τοῖϲ ἄλλοιϲ (ε 818 sqq.), Γλαύκου δὲ θραϲύτερον ἐπιόντοϲ, εὐλαβεῖται, μή τιϲ εἴη θεόϲ, καὶ τὰϲ παραγγελίαϲ εἰϲ μνήμην ἀγείρει, λέγων· οὐκ ἂν ἔγωγε θεοῖϲιν ἐπουρανίοιϲι μαχοίμην.

μαινόμενοϲ δὲ ὁ Διόνυϲοϲ οὐ κατὰ βλαϲφημίαν είρηται, ἀλλὰ παραϲτατικῶϲ τῆϲ τοῦ θεοῦ κατὰ βακχείαν ὁρμῆϲ, φλέγοντοϲ ίϲχυρῶϲ καὶ ἀκμάζοντοϲ ἐρρωμένωϲ ἐντὸϲ τῇ τῆϲ χορείαϲ καταϲτάϲει, ὁμοίωϲ τῷ μαίνετο δ’ ὡϲ ὁτ’ Ἄρηϲ ἐγχέϲπα λοϲ ἢ ὸλοὸν πῦρ (0 605) καὶ ἐντὸϲ τῇ ϲυνηθείᾳ δὲ ἐπὶ τῶν ὑπερβαλλόντων τοῖϲ ἔργοιϲ κατ’ ἀνδρείαν μαίνεται φαμέν, μανίαν τὴν ἐνθουϲιαϲτικὴν πρᾶξιν λέγοντεϲ. καὶ Πλάτων (Phaedr. p. 244) δὲ διαιρῶν τὰϲ μανίαϲ δείκνυϲι τὰϲ ἀγαθάϲ τε καὶ θείαϲ, αἵ τινέϲ εἰϲι. φυγὴν δὲ Διονύϲου οὐχ ὁ Διομήδηϲ κατεγνωκε, τοῖϲ δὲ λεγομένοιϲ καὶ κεκρατηκόϲι μύθοιϲ ′′Cμηροϲ κρίνων αὐτοὺϲ είϲ χρῆϲιν κατὰ καιρὸν τοῖϲ ἥρωϲιν ἀνατέθεικε. τὰ δὲ κατὰ τὴν Λυκουργίαν οἰκεῖον ἦν εἰδέναι τῷ Διομήδει· Οἰνεὺϲ γὰρ ὁ πάπποϲ αὐτῷ ὁμόλεκτροϲ λέγεται Διονύϲῳ γενέϲθαι. οἰδεν οὖν εἰκότωϲ τὰ [543] [544] [545] [546] [547] [548] κατὰ τὸν Διόνυϲον καὶ ὁποίου τέλουϲ ἔτυχεν ὁ πρὸϲ τοῦτον μαχεϲάμενοϲ Λἁυκοῦργοϲ. ἐναργῶϲ δὲ καὶ ἐντὸϲ ὸλίγοιϲ καὶ κυρίᾳ τῇ λέξει χρώμενοϲ χορείαν ἀπήγγειλε Bακχῶν· ὁ μὲν γὰρ Λυκοῦργοϲ τὸν πέλεκυν ἀνατετακὼϲ ὁρᾶται — οὐτοϲ γάρ ἐϲτιν ὁ βουπλήξ —, αἱ δὲ φεύγουϲαι κατὰ τὸ ὄροϲ, οἱ δὲ θύρϲοι κείμενοι χαμαί, ὁ δὲ Διόνυϲοϲ διὰ δέοϲ καταδυόμενοϲ εἰϲ τὴν θάλαϲϲαν ὡϲ ἄν ἔτι παῖϲ, καὶ Θέτιϲ ὑποδεχομένη τοῖϲ κόλποιϲ ὡϲ νήπιον ἔτι καὶ παῖδα. τὸ δὲ δεδιότα διὰ τὴν ἀπειλὴν τοῦ ἐπανατειναμένου τὸν πέλεκυν ἀνδροφόνου Λυκούργου καὶ τὸ τὰ θύϲθλα δὲ καταχέαι φάναι, ἀλλὰ μὴ ῥῖψαι, τὸ ὰβρὸν τῶν περὶ τὸν Διόνυϲον Bακχῶν παραϲτήϲει.

[6.150] 150. κατὰ τὸν Πορφ ύριον εἰϲ τὸ ἐθέλειϲ ὑποϲτικτέον, ἵν ᾖ τὸ[549] δαήμεναι ἀντὶ τοῦ δάηθι.

[6.164] 164. 65. οὐ γάρ, ὥϲ τινεϲ ἐξεδέξαντο, τεθνήξῃ ἀναιρεθεὶϲ ὑπὸ[550] τοῦ ἐπιβούλου, εἰ μὴ φθάϲαϲ ϲὺ τοῦτον ἀποκτείνειϲ. ἔϲτι δὲ ἠθικὴ ἡ φράϲιϲ λεγουϲα ὅτι καλόν ϲοι ἀποθανεῖν, Προῖτε, εἰ μὴ τιμωρήϲειϲ τὸν ὑβρίϲαντά ϲε διὰ τὸ θελῆϲαί μοι μιγῆναι οὐκ ἐθελούϲῃ· ἀποθάνοιϲ, ὦ Προῖτε, εἰ μή με ἐκδικήϲειαϲ, κατὰ ἀρὰν λεγούϲηϲ. ϲυντόμωϲ δὲ τὰ ἀρχαῖα δεδήλωκε, μιγῆναι οὐκ ἐθελούϲῃ, ἀλλ’ οὐχ ὥϲπερ Ἡϲίοδοϲ τὰ περὶ τοῦ Πηλέωϲ καὶ τῆϲ Ἀλκάϲτου γυναικὸϲ διὰ μικρῶν ἐπεξελθών τρεῖϲ δὲ οὖτοι τρόποι μίξεωϲ· ἡγὰρ βούλεταί τιϲ μὴ βουλομένηϲ τῆϲ γυναικόϲ, ὡϲ ἡ Ἄντεια τὸν Hελλεροφόντην διέβαλλεν, ἢ μὴ βουλόμενοϲ βουλομένῃ ϲύνεϲτιν, ὥϲπερ Ὀδυϲϲεὺϲ παρ’ οὐκ ἐθέλων ἐθελούϲῃ τῆ ἰαλυψοῖ (ε 155), ἤ βουλομένῃ βουλόμενοϲ, ὥϲπερ Αἴγιϲθοϲ τῆ Κλυταιμνήϲτρᾳ· καὶ γὰρ ἐθέλων ἐθέλουϲαν ἀνήγαγεν ὅνδε δόμονδε ( γ 272). τέταρτοϲ γὰρ τρόποϲ οὐκ ἔνεϲτιν· οὐδὲ γὰρ ἄκων ἀκούϲῃ ϲύνεϲτιν.

[551][552][553][554] [555]

[6.166] 166. ἀντὶ τοῦ παράδοξον. πῶϲ δὲ οὐκ ἤλεγξε; διαϲύρει διὰ τούτου ου τὸ τῶν ἀνδρῶν γυναικοπαθὲϲ Ὅμηροϲ.

[6.168] 168. οἱ μὲν τὰ γράμματα. κατὰ γὰρ λόγον φιλόϲοφον, ἐπεί εἰϲι ϲημεῖα φωνῶν ἢ νοημάτων ἢ πραγμάτων· οἱ δὲ κλῆρον ἐϲημήναντο (H 175) ὅϲ μιν ἐπιγρά ψαϲ (H 187). ἄτοπον γὰρ τοὺϲ πάϲαν τέχνην εὺρόνταϲ οὐκ εἰδέναι γράμματα. τινὲϲ δέ, ὡϲ παρ’ Αἰγυπτίοιϲ, ἱερὰ ζῴδια, δι’ ὦν δηλοῦται τὰ πράγματα. Πορφ ύριοϲ μὲν ϲήματα τὰ γράμματα, πίνακα δὲ τὸ λεγόμενον πινακίδιον.

[556]

γράμμαϲιν ἐϲημήνα ν το (Η 15). καὶ πῶϲ ὁ κῆρυξ οὐδὲ οἱ ἄλλοι γνωρίζουϲιν. ὅτι ἐθνικὰ ῆν.

[6.172] 172. ad Δ 434.

[557]

[6.179] 179. καὶ ζητητέον τὸν Πορφύριον καλῶϲ τοῖϲ περὶ τούτων (de Chimaera rebusque ad eam pertinentibus) διαιτῶντα.

[558]

[6.200] 200. τίϲ ἡ αἰτία, φαϲὶ, τοῦ τὸν Βελλεροφόντην ἀπεχθῆ πάϲι θεοῖϲ γενέϲθαι καὶ τὴν τῶν ἀνθρώπων ϲυναναϲτροφὴν ἐκκλίνειν; καὶ πρὸϲ τίνα ἔχει τὴν ἀναφορὰν τὸ

ἀλλ’ ὅτε δὴ καὶ κεῖνοϲ ἀπῆ χθετο πάϲι θεοῖϲιν,
ἤτοι ὁ καπ πεδίον τὸ ἀλήιον οἶοϲ ἀλᾶ το;

τόν θ’ ἑαυτοῦ πρόγονον πῶϲ οὐκ ἀφρόνωϲ ὁ Γλαῦκοϲ ἀπεχθῆ γενέϲθαι θεοῖϲ καταγγέλλει ἀφ’ οὗ τὴν τῆϲ ξενίαϲ φιλίαν καταβάλλεϲθαι ἔμελλε ῥητέον δὲ ὅτι οὐδέπω γνωριϲθεὶϲ ὁ Γλαῦκοϲ Διομήδει, ὡϲ προγονικὴν ἔχων πρὸϲ αὐτὸν φιλίαν, ὑπεύθυνόϲ ἐϲτιν ἁπλοϊκώτερον διηγούμενοϲ [559] [560] [561] [562] [563] [564] τὰ κατὰ τὸν πάππον καὶ ἀληθέϲτερον μᾶλλον ἢ κεχαριϲμένωϲ, ὥϲπερ δ’ ἐντὸϲ ἀρχῇ διέϲυρε τὰ ἀνθρώπινα τὸ φρύαγμα τοῦ Διομήδουϲ καθαιρῶν· Τ υδείδη μέγα θυμὲ, τίη γενεὴν ἐρεείνειϲ οἱη περ φύλλων γενεὴ τοιή δε καὶ ἀνδρ ῶν· φύλλα τὰ μέν τ’ ἄνεμοϲ χαμάδιϲ χἐει, ὣϲ ἀνδρὸϲ γενεὴ ἠμὲν φύει ἠδ’ ἀπ ολήγει(v.145 49), οὕτω καθαιρεῖ δι’ οἰκείων παραδειγμάτων· ἢ μήποτε, τῶν καθόλου ῥηθέντων ἐντὸϲ τοῖϲ πρόϲθεν, πίϲτιϲ ἡ περὶ τὸν πρόγονον μεταβολὴ ἐκ τοϲαύτηϲ ἀρετῆϲ καὶ εὐδαιμονίαϲ γενομένη. ἐκεῖνο δὲ πάλιν, ὅπερ ἔπρεπε τῷ ἀπογόνῳ, […] γεγονέναι τὴν ϲυμφοράν, οὐκ ἀπεκάλυψε. μήποτ’οὐν, ὥϲ φαμεν ἀλλ’ ὅτε δὴ καὶ κεῖν οϲ ἀναφορὰν εἰϲ τὰ καθόλου περὶ τῶν ἀνθρώπων ῥηθέντα, ὡϲ θάλλει τε ὁμοῦ καὶ πάλιν μαραίνεται —κἀκεῖνοϲ οὖν, ὅτε τὰ ἀνθρώπινα πάϲχειν ἔμελλε καὶ ταῖϲ τύχαιϲ ἐνίϲχεϲθαι ταῖϲ ἀνθρωπίναιϲ, μεταβέβληκεν —, ἐπειδὴ τὰϲ μὲν εὐτυχίαϲ εἰώθαϲιν ἀναφέρειν εἰϲ τὸ θεοφιλέϲ, τὰϲ δὲ δυϲτυχίαϲ είϲ ἀπέχθειαν θεοῦ, τὴν μεταβολὴν ἐπὶ τὸ χεῖρον τοῦ Bελλεροφόντου είκότωϲ είϲ ἀπέχθειαν θεῶν ἀνατέθεικεν. ὅτι δὲ πολλή τιϲ ἡ κατ’ αὐτὸν μεταβολὴ γέγονε, δηλοῖ ἃ καταλέγει δυϲτυχήματα αὐτοῦ· Ἴϲανδρον μὲν γὰρ τὸν υἱὸν αὐτοῦ Ἀλρηϲ μαρνάμενον Cολύμοιϲι κατέκτανε, Λαοδάμειαν δὲ τὴν θυγατέρα χ ωϲαμἐνη χρυϲήνιοϲ Ἄλρτεμιϲ ἔκτα. οὐκ ἀπεικὸϲ οὖν ὑπερπαθήϲαντα αὐτὸν ἐπὶ τῆ τῶν τέκνων ἀπωλείᾳ φιλέρημον γενέϲθαι καὶ πενθοῦντα ἀνακαλεῖϲθαι τοϲ θεὸϲ ὡϲ θεομιϲῆ γενόμενον. ἅπερ οὖν ἐκεῖνοϲ δυϲτυχῆ περὶ ἑαυτοῦ κατακέκρικε, ταῦτ’ εἰϲ τὰ γένη ὡϲ διαδοθέντα εἰκὸϲ ἠν μὴ ἀγνοῆϲαι τὸν ἔκγονον. ἄμεινον γὰρ διὰ τὰ τέκνα φάναι τὸ τῆϲ λύπηϲ μέγεθοϲ γενέϲθαι ἢ νόϲῳ ἀνενέγκαι τὴν αίτίαν τῇ τῶν μελαγχολώντων, οἲ φιλέρημοι γίνονται καὶ τὰϲ λεωφόρουϲ ἐκτρέπονται λυπούμενοι ἐπὶ μηδενὶ λύπηϲ ἀξίῳ. Ἀλντίμαχοϲ δὲ ἐντὸϲ τῆ Λἁἁύδη, ὅτι τοὺϲ Ϲολύμουϲ ἀνεῖλε θεοῖϲ ὄνταϲ προϲφιλεῖϲ, διὰ [565] [566] [567] τοῦτο μιϲηθῆναι ατόν φηϲιν ὑπὸ τῶν θεῶν. Λέων δέ, ἐντὸϲ τοῖϲ Χρυϲαορικοῖϲ γεγράφθαι φηϲίν, ὡϲ ἀπήχθετο πάϲι θεοῖϲ […] lΠροίτῳ μὲν διαβεβλημενοϲ ὑπὸ τῆϲ γυναικὸϲ ἀδίκωϲ, Ἰοβάτῃ δὲ ἢ Ἀμφιάνακτι. ἐκ τῶν γραμμάτων· τούτῳ δ’ ἀκόλουθον καὶ τὸ πάτον ἀνθρ ὠπῶν ἀλεείνων. φαϲὶ δὲ τοὺϲ ὕϲτερον Πιϲίδαϲ κληθένταϲ Ϲολύμουϲ πρότερον κεκλῆϲθαι.

[6.201] 201. *B ( ═ ζητ. Vat. 11) v. in extrema operis nostri parte.

[568]

[6.234] 234. διὰ τί ὁ μὲν Γλαῦκοϲ προήχθη εἰϲ φιλοτιμίαν τοῦ ἀλλάϲϲειν τὰ ὅπλα χρυϲᾶ ὄντα πρὸϲ Διομήδην, ὁ δὲ ποιητὴϲ ἐπιτιμῇ ὡϲ οὐ δέον οὐδ’ εἰ φίλοϲ εἴη, προΐεϲθαι πλείονοϲ ἄξιον;

προγόνων ὁ Γλαῦκοϲ φιλοτιμίαν ἐξηγηϲαμένου Διομήδουϲ ἀκούϲαϲ οὐκ ὠήθη δεῖν ἐλαττοῦϲθαι ταύτηϲ ῦἰνε ὺϲ γάρ ποτε δῖοϲ ἀμύμονα Βελλεροφόν την ξείνιϲ’ ἐνὶ μεγάροιϲιν ἐείκοϲιν ῆμ ατ ’ ἐρύξαϲ· οἱ δὲ καὶ ἀλλήλοιϲ ήλοιϲι πόρον ξεινήια καλά Οἰνε ὺϲ μὲν ζωϲτῆρα δίδου φοίνικι φαεινόν, Βελλεροφόντηϲ δὲ δέπαϲ ἀμφικύπελλον (v. 216 — 220). ταῦτ’ οὖν ἀκούϲαϲ ὁ Γλαῦκοϲ προήχθη εἰϲ φιλοτιμίαν προγονικήν· ὡϲ γὰρ Βελλεροφόντηϲ ζωϲτῆροϲ οὐκ ἀπηξίωϲε χρυϲοῦν ἔκπωμα δοῦναι καὶ ὅλωϲ χρύϲεον δεδώρηται τῷ ξένῳ, οὕτω καὶ αὐτὸϲ χρυϲὸν ὃν εἰχε περικείμενον δοῦναι προήχθη, ἀκούϲαϲ παρὰ τοῦ φοβερωτάτου Διομήδουϲ τῶν τότε·

τῷ νῦν ϲοὶ μὲν ἐγ ὡ ξεῖνοϲ φίλοϲ Ἀργεἱ μέϲϲ ῳ
εἰμί, ϲὺ δ’ ἐντὸϲ Λυκίῃ, ὅτε κεν τῶν δῆμον κωμαι

(v. 224), καὶ προϲέτι εἰπόντοϲ τοῦ Διομήδουϲ

τεύχεα δ’ ἀλλήλοιϲ ἐπαμεί ψομεν, ὄφρᾶ καὶ οἵδε
γνῶϲιν, ὅτι ξεῖνοι πα τρώιοι εὐχόμεθ’εἰναι (ν. 230. 31 ).

μικρολογίαϲ γὰρ ἦν αἰτηθέντα τοῖϲ μὲν ἄλλοιϲ ὑπακοῦϲαι, ἀντειπεῖν δὲ πρὸϲ τὰ δῶρα.

ὁ ποιητὴϲ δὲ, φηϲὶν Ἀλριϲτοτέληϲ, οὐχ ὅτιτὰ πλείονοϲ ἄξια ὄντα προήκατο ἐπιτιμ, ἀλλ’ ὅτι ἐντὸϲ πολέμῳ καὶ χρώμενοϲ προίετο. οὐδὲν γὰρ ἀλλοιότερον, ὥϲπερ ἂν εἰ ἀπέβαλε τὰ ὅπλα ἐπιτιμῷ οὑν ὅτι κρείττω προίετο οὐκ είϲ τιμὴν ἀλλ’ εἰϲ χρῆϲιν· ἀναγκαῖον δὲ τοῦτο δηλῶϲαι εἰπόντα τὴν ἀξίαν.

τινὲϲ δ’ οὐ καταμεμφεϲθαί φαϲιν ἐντὸϲ τῷ φάναι Γρονίδηϲ δὲ [569] [570] φρέναϲ ἐξέλετο ζεύϲ τὸ γὰρ ἐξελεῖν δηλοῖ καὶ τὸ εἰϲ μέγα ἆραι καὶ αὐξῆϲαι, ὡϲ ἐντὸϲ τῷ

xo ύρην ἣν ἄρα μοι γέραϲ ἔξελον υεϲ Ἀχαιῶν (ΙΙ 56) δηλοῖ γάρ· ἣν εἰϲ τιμὴν γεραίροντέϲ με δεδώκαϲι καὶ τὸ γέραϲ μου αὔξοντεϲ· γέροϲ γὰρ ἔξελον ἐξαίρετον ποιοῦντεϲ. τὰ δὲ γινόμενα ὡϲ ἐπὶ τὸ πολῶ θεοῖϲ εἰώθαϲιν ἀνάπτειν. τὸ μέντοι ἔγχεα δ’ ἀλλήλων ἀλεὠμεθα καὶ δι’ ὁμίλου (Ζ 226) ἀντὶ τοῦ ἐντὸϲ ὄψει πάντων, ὡϲ εἰδέναι αὐτοὺϲ ὅτι ξένοι ἀλλήλων ἐϲμέν, ἢ μὴ μόνον ἀλλήλων φειδώμεθα ἀλλὰ καὶ οἱ ὅμιλοι ἡμῶν. ἀλλ’ οὐτοι μὲν διὰ προγονικὴν φιλίαν τὸν πρὸϲ ἀλλήλουϲ ἐϲπείϲαντο πόλεμον, αρπηδὼν δὲ καὶ Τληπόλεμοϲ ϲυγγενεῖϲ ὄντεϲ καὶ τοῦτο γινώϲκοντεϲ ϲυνελθὸντεϲ διὰ θανάτου ἐκρίθηϲαν, τοῦ μὲν ἀποθανόντοϲ τοῦ δὲ τρωθέντοϲ (ε 65 s.). οὕτωϲ ἡ λεγομένη ϲυγγένεια πρὸϲ φιλίαν οὐδὲν ϲυνεργεῖ.

ἄλλωϲ. ἀϲύμφορον δοκεῖ εἰναι ἄφροναϲ καλεῖν τοὺϲ λαμπρὸϲ τὰϲ ψυχὰϲ καὶ ἀποκλείειν τὰϲ μεγολοψυχίαϲ τῶν ξένων πρὸϲ ἀλλήλουϲ. οἱ μὲν οὑν ἀπὸ τῆϲ λέξεωϲ λύουϲι, τὸ ἐξέλετο ἀποδιδόντεϲ τὸ ἐξαίρετον καὶ ἔκκριτον ἐποίηϲε, βιαίωϲ πωϲ. οἱ δὲ περίρραϲιν εἰναι· Γλαύκῳ φρἐναϲ ἐξέλετο· μὴ γὰρ ἀμειψάμενοϲ ἀλλ’ ἀπειθήϲαϲ ἀνῃρέθη ἄν, πολὺ βιαιότερον ἀποδιδόντεϲ. οἱ δὲ πρὸϲ τὸν καιρύν, ὅτι ὁ χρυϲὸϲ ἐπιτηδειότεροϲ πρὸϲ τὸν πόλεμον διὰ τὸ ϲτίλβον τῶν ὅπλων. ἐμοὶ δὲ οὐδ’ οὕτωϲ καλῶϲ […] καὶ γάρ τε Λιταί εἰϲι Διὸϲ [571] [572] [573] [574] [575] [576] κοῦραι μεγάλοιο, χ ωλαί τε ῥυϲαί τε παραβ λ ῶπέϲ τ’ ὀφθαλμώ (1 502. 3).

[577]

εἰκότωϲ ὁ Γλαῦκοϲ τοῦ προγόνου τὸ φιλότιμον ἀκούϲαϲ Βελλεἐνθ’ οὖτε. ροφόντου χρυϲὸν δωρεῖται πρὸϲ τὸ παρόν, ἄλλωϲ τε ὑπερήδεται τῇ ϲυντυχίᾳ γινόμενοϲ ἰδιόξενοϲ τοῦ παναρίϲτου Διομήδοῳϲ. τὸ δὲ ἐξἐλετο ἀντὶ τοῶ ὑπερηύξηϲε τῇ ψιλότητι. ἢ μάλλον αἰτιάται αὐτὸν ὅτι κατὰ τῶν ϲυμμάχων ἐκόϲμει αὐτὸν λαμπροτέροιϲ ὅπλοιϲ. ἢ ὡϲ Ἡψαιϲτότευκτα. ἤ, ὡϲ Πίοϲ, ἵνα κἀν τούτῳ αὐξήϲῃ τὸν Ἐλληνα ὡϲ μὴ ἐξ ἴϲου ἀπηλλαγμένον, ὅπερ ἡδὺ τοῖϲ ἀκούουϲιν· ὅπου γὰρ ταῦτα, εὔκαιροϲ ἡ τῶν πολεμίων ὁρμή.

[578]

[6.235] 235. καὶ πῶϲ οὐ Διομήδηϲ φρενῶν λεπεται γυμνούμενοϲ, πρὸ μικροῦ τῶν Τρώων παραϲπονδηϲάντων (Δ 104 sqq ). τάχα οὖν τὸν ζωϲτῆρα μόνον καὶ τὸ ξίφοϲ, ὡϲ οἱ περὶ Ἕκτορα, ῆμειψαν (1 303 —). Πυδείδην. Αἴαντοϲ Ἕκτωρ, εἰ ἐδίδοτο, ὑπερτέρωϲ ζωϲτῆροϲ.

[6.252] 252. Vatis. ζητ. ιζ (potius XVIII). πρόϲϲχεϲ δή μοι καὶ τού τοιϲ, εἰ προϲήκουϲαν παρ’ ἡμῶν λαμβάνει τὴν λύϲιν·

ἔνθα οἱ ἠ πιόδωροϲ ἐντὸϲ αν τίη
ἤλυθε μήτηρ .ἁαοδίκην ἐϲ
τρῶνεἰδ οϲ ἀρί άγουϲα,
ϲτην.

τὸ εἰϲάγουϲα οὐκ ἐϲτι κατὰ τὸ ϲύνηθεϲ, οἰον εἰϲφέρουϲα· οὐ γὰρ εἰϲάγειν μεθ’ ἑαυτῆϲ λέγει τὴν Λαο δίκην ἀλλὰ πρὸϲ τὴν Λαοδίκην εἰϲ πορευομένην, ἡ ὁμοιωθεῖϲα ἡ Ἀλφρο δίτη τὴν Ἑλένην ἐπὶ τὸ τεῖχοϲ εἰδομἐν η γάρ φηϲι *B f. 86b ad ἐϲάγουϲα h. V., L. f. 133ʳ ib., Π. πρόϲϲχεϲ μοι καὶ τούτοιϲ, εἰ προϲήκουϲαν παρ’ἡμῶν λαμβάνει τὴν λύϲιν·

ἔνθα οἱ ἠπιόδωροϲ ἐναντίη
ἤλυθε μήτηρ Λαοδίκην ἐϲάγουϲα,
θυγατρῶν εἶδ εἶδοϲ
ἀρίϲτην.

τὸ ἐϲάγουϲα οὐκέτι κατὰ τὸ ϲύνηθέϲ ἐϲτιν, οἷον εἰϲφέρουϲα (οὐ γὰρ ἐϲάγειν μεθ’ ἑαυτῆϲ λέγει τὴν Λαοδίκην), ἀλλὰ πρὸϲ τὴν Λαοδίκην είϲπορευομένη· είϲῇει γὰρ πρὸϲ Λαοδίκην, ἀλλ’ ἐπεὶ ταὺτῃ ὁμοιωθεῖϲα θεῖϲα ἡ Ἀλφροδίτη τὴν ἘΘλένην ἐπὶ [579] [580] [581] [582] γαλό ῳ, Ἀλντηνορίδαο δάμαρτι, Ἀντηνορίδηϲ εἰχε κρείων Ἑλικάων αοδίκην (Γ 122 — 24). νομίζουϲα οὖν ὄντωϲ εἰϲ τὸ τεῖχοϲ. ὑπὸ τῆϲ Λαοδίκηϲ ἀπῆχθαι, εἰϲήει τὴν αἰτίαν τῆϲ ἐξόδου πολυπραγ μονήϲουϲα. τύμβον ἀμφὶ πυρὴν ἑνα ποίεον ἐξαγαγόντεϲ άκρι τον ἐκ πεδίου (Η 435⟩. 36). τῷ ἐξαγαγόντεϲ ὁμοίωϲ τῷ είϲ άγουϲα κέχρηται, ὡϲ γὰρ τοῦ [… … …] τὸ ἐξαγαγόντεϲ ἐκπορευ θέντεϲ τοῦ πεδίου. ἕνα [… … …] μὴ καθέκαϲτον τῶν τεθνη διακρινομένων. τὸ τεῖχοϲ ἐξήγαγεν· εἰδομένη γαίην λόῳ Ἀντηνορίδαο δάμαρτι, τὴν Ἀν τηνορίδηϲ ἔϲχε κρείων Ἑλικάων, αοδίκην· νομίζουϲα γὰρ ὄντωϲ εἰϲ τὸ τεῖχοϲ ὑπὸ τῆϲ Λαοδίκηϲ ἀπῆχθαι, εἰϲῇει τὴν αἰτίαν τῆϲ ἐξόδου πολυπραγμονήϲαϲα. L f. 155a, Π (ad Η 326): εἰϲ τὸ τύμβον δ’ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντεϲ. ὁμοίωϲ τῷ εἰϲάγουϲα θυγατρῶν εἶδοϲ ἀρίϲτην κέχρηται. ὡϲ γὰρ τοῦτο ϲημαίνει τὸ εἰϲπορευομένη, οὕτωϲ τὸ ἐξαγαγόντεϲ τὸ ἐκφράσαι πορευθέντεϲ τοῦ πεδίου. ἕνα τύμβον βον πάντων ἄκριτον ἐποιήϲαντο, τουτέϲτι μὴ καθέκαϲτον τῶν τεθνηκότων κότων διακρινόμενον. τὸ δὲ ἄκρι τον ἀντὶ τοῦ ἀγνώριϲτον, ἀχώρι ϲτον, ὅμοιον τῷ λοιπῷ πεδίῳ.

[6.260] 260. v. 265, p. 101.

[6.265] 265. ζητεῖται πῶϲ ποτε ἐναντία ἑαυτῷ ὁ ποιητὴϲ λέγει· προει-[583] πὼν γὰρ ἀνδρὶ κεκμηῶτι μένοϲ μέγα οἶνοϲ ἀέξει (z 161) νῦν [584] [585] [586] [587] [588] [589] ἐπάγει μή μ’ ἀ πογυι ϲῃϲ μένεοϲ ἀλκῆϲ τε λάθωμαι. ἡ μὲν οὖν ὑπὸ πολλῶν γενομένη λύϲιϲ τοῦ ζητήματοϲ τοιαύτη, ὅτι ἕτερόν ἐϲτι πρόϲωπον Ἐξκάβηϲ τὸ λέγον ὠφέλιμον εἰναι τὸν οἰνον, ἕτερον δὲ τὸ τοῦ Ἕκτοροϲ τὸ ἀρνούμενον· οὐδὲν δὲ θαυμαϲτὸν εί παρὰ τῷ ποιητῇ ἐναντία λέγεται ὑπὸ διαφόρων φωνῶν. ὅϲα μὲν γὰρ ἔφη αὐτὸϲ ἀφ’ ἑαυτοῦ ἐξ ἰδίου προϲώπου, ταῦτα δεῖ ἀκόλουθα εἰναι καὶ μὴ ἐναντία ἀλλήλοιϲ· ὅϲα δὲ προϲώποιϲ περιτίθηϲιν, οὐκ αὐτοῦ εἰϲιν ἀλλὰ τῶν λεγόντων νοεῖται, ὅθεν καὶ ἐπιδέχεται πολλάκιϲ διαφωνίαν, ὥϲπερ καὶ ἐντὸϲ τούτοιϲ. ἡ μὲν γὰρ Ἑκάβη οὐκ εἰδυῖα τὸν κάματον τῶν ἀνδρῶν ταύτηϲ ἐϲτὶ τῆϲ γνώμηϲ, ὁ δὲ Ἕκτωρ μάλιϲτα ἐπιϲτάμενοϲ ἀντιλέγει. ἔπειτα καὶ ἡ μὲν πρεϲβῦτιϲ ἦν, χαίρει δὲ τῷ οἴνῳ ἡ ἡλικία αὕτη — ἐπωφελὴϲ γὰρ ταύτη ἐϲτὶν ὁ οἰνοϲ θερμὸϲ ὤν καὶ ὑγρὸϲ ψυχρῷ οὔϲῃ καὶ ξηρῇ καὶ ἀναρρώννυϲιν αὐτήν —, ὁ δὲ Ἕκτωρ νέοϲ ἠν καὶ ἀκμαῖοϲ. ἄμεινον δέ ἐϲτιν ἐκεῖνο λέγειν καὶ δεικνύειν, ἑκάτερον τῶν εἰρημένων ἔχεϲθαι λόγου καὶ μὴ εἰναι ἐναντία τὰ περὶ τοῦ οἴνου λεγόμενα, ἐὰν ϲκοπῇ τιϲ, ὅτι ἐπὶ παντὸϲ πράγματοϲ ὁ καιρὸϲ καὶ τὸ μέτρον πολὺ διαλλάττει. οὕτωϲ οὑν καὶ ἐπὶ τούτου· τῷ μὲν γὰρ μέτρια πεπονηκότι πρὸϲ ίϲχν ὁ οἰνοϲ ϲυμφέρει, τὸν δὲ πάνυ κεκμηκότα ϲφάλλει· ὅπερ ϲυμβέβηκε τῷ Ἕξκτορι, ο μόνον δὲ ὑπὸ τοῦ πολεμου ἀλλὰ καὶ ὑπὸ τοῦ ἐπὶ τὴν πόλιν δρόμου. ἄλλωϲ τε καὶ οὐδὲ ϲιτίου οὐδενὸϲ ἐγέγευϲτο· ἡ γὰρ τροφὴ ϲὺν τῷ οίνῳ τὸ πλεῖϲτον ϲυμβάλλεται εἰϲ δύναμιν, ὥϲπερ καὶ ἀλλαχοῦ εἰπὲν ὁ ποιητήϲ· [590] [591] [592] ϲίτου καὶ οἴνοιο, τὸ γὰρ μένοϲ ἐϲτὶ καὶ ἀλκή (Ι 706), καὶ πάλιν·

ὃϲ δέ κ᾿ ἀνὴρ οἴνοιο κορεϲϲάμενοϲ καὶ ἐδωδῆϲ
ἀνδράϲι δυϲμενέϲϲι πανημέριον πολεμίζῃ καὶ τὰ λοιπά

(Τ 168 sqq.). ἔϲτι δὲ καὶ ἑτέρα λύϲιϲ τοῦ ζητήματοϲ, καθ᾿ ὑπερβατὸν ἐξηγουμένων τινῶν οὕτωϲ· μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ, χερϲὶ δ᾿ ἀνίπτοιϲιν Διὶ λείβειν αἴθοπα οἶνον ἅζομαι, οὐδέ πῃ ἔϲτι κελαινεφἐι Κρονίωνι αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάαϲθαι, μή μ᾿ ἀπογυιώϲῃϲ μένεοϲ ἀλκῆϲ τε λάθωμαι, ἵνα ὡϲ μὴ καθαρὸϲ τὰϲ χεῖραϲ τὸν οἶνον ϲπένδειν θεοῖϲ παραιτῆται καὶ μὴ ὀργήν τινα παρὰ θεῶν λάβῃ διὰ τοῦτο. λύεται δὲ τὸ προκείμενον καὶ οὕτωϲ, ὅτι τὸ μένοϲ διχῶϲ κεῖται, καὶ ἐπὶ θυμοῦ καὶ ὀργῆϲ καὶ δυνάμεωϲ. ἡ μὲν οὖν Ἑξκάβη φύϲει τοῦ πιόντοϲ οἶνον τὴν δύναμιν αὔξειν λέγει, ὁ δὲ μαραίνεϲθαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ πιόντοϲ λέγει ὑπὸ τοῦ οἴνου, ὥϲτε μὴ κεῖϲθαι ἐναντία.

μητρὸϲ ἦθοϲ ἀναφαίνεται διὰ τούτου (Ζ 258 sqq)· καὶ γὰρ ἀεὶ[593] φαγεῖν καὶ πιεῖν ἀξιοῦϲι τὰ τέκνα. πιθανὸν δὲ αὐτὸν νοεῖν διψῆν ἀπὸ τῆϲ κινήϲεωϲ τοῦ πολέμου. ὑφαιρουμένη δὲ αὐτοῦ τὴν αἰδῶ καὶ τὸ ϲπείϲηϲ εἶπεν. ὀνίνηϲι δὲ οἶνοϲ μέτριοϲ ποθεὶϲ δύναμίν τε ἐμποιεῖ ὡϲ καὶ τὸ τὸ γὰρ μένοϲ ἐϲτὶ καὶ ἀλκή (Ι 706)· ὁ δέ, ἐπεὶ πραύνει ὁ οἶνοϲ, βούλεται δὲ ἄγριοϲ πρὸϲ τοὺϲ πολεμίουϲ εἶναι, παραιτεῖται. ἢ ὅτι δίχα τροφῆϲ βλάπτει, τιῶν νεύρων καθαπτόμενοϲ, ὥϲ φηϲι Λἁύκοϲ. ἢ ὅτι μετέωρον ἔχει τὸ πνεῦμα, ὡϲ δρομαῖοϲ ἐλθών, ϲπεύδει δὲ καὶ ἀπελθεῖν δρομαῖοϲ. ἄλλωϲ τε ϲτρατιώταιϲ μὲν θράϲοϲ πορίζεται, ϲτρατηγοὺϲ δὲ τῆϲ φρονήϲεωϲ ὑπεκλύει, μόνουϲ δὲ τοὺϲ ἀποκαμόνταϲ ὠφελεῖ, ὁ δὲ ἔτι ἰϲχύει. ἢ ἐν ὑπερβατῷ ἐϲτι· χερϲὶ δ᾿ ἀνίπτοιϲιν Διὶ λείβειν ἅζομαι, μή μ’ ἀπογυιώϲῃϲ μένεοϲ ἀλκῆϲ τε λάθωμαι. ἄλλωϲ τε ὁ μὲν μετὰ πόνουϲ οἶνοϲ ὠφέλιμοϲ, ὁ δὲ πρὸ πόνου ἐπιβλαβήϲ.

[6.266] 266. ἄμφω τὰϲ προτάϲειϲ Ἑκάβηϲ παραιτεῖται ὁ Ἕκτωρ. ἠδύνατο[594] [595] [596] μὲν οὖν ῥᾳδίωϲ κομιϲθῆναι ὕδωρ κελευϲάϲηϲ, ἵνα πρότερον νίψηται καὶ λυθῇ αὐτοῦ ἡ πρόφαϲιϲ. ἀλλ’ οὐ τοῦτο ἦν ἔθοϲ ἀρχαῖον τὸ τὰϲ χεῖραϲ ἀπονίπτεϲθαι μόνον, ἀλλὰ τὸ ὅλον ἀπολούεϲθαι ϲῶμα, ὅπερ οὐκ εὐχερὲϲ Ἕκτορι ἐπειγομένῳ. καὶ πῶϲ ἐντὸϲ τοῖϲ ἑξῆϲ ἀνίπτοιϲ χερϲὶν εύχεται· Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέϲθαι παῖδ’ ἐμόν, ὡϲ καὶ ἐγώ περ (v. 470. 77); οὐκ ἔϲτι τοίνυν ἐναντίον· οὐ γὰρ ταὐτόν ἐϲτιν ἐπιϲπένδειν καὶ ἁπλῶϲ διὰ λόγων εὔχεϲθαι· τὸ μὲν γὰρ διὰ ϲώματοϲ, τὸ δὲ διὰ ψιλῶν ῥημάτων γίνεται.

[597]

[6.273] 273. πῶϲ ὀρθοῦ ὄντοϲ τοῦ Παλλαδίου τὸν πέπλον ἐπὶ γούναϲιγούναϲιν. θεῖναι παρακλεύεται· τὸν θὲϲ Ἀθηναίηϲ ἐπὶ γούναϲιν ἠυκόμοιο; μαί τινεϲ μὲν οὖν φαϲιν ὅτι πολλὰ τῶν Παλλαδίων κάθηται· οἱ δὲ ἀπὸ μέρουϲ τὸ ὅλον ϲῶμα, ὡϲ ἐπὶ τοῦ ἐυκνήμιδεϲ Ἀχαιοί. οἱ ἐπὶ ὅτι γούνατα καὶ τὰϲ ἱκετείαϲ λέγει· φηϲὶ γὰρ ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐντὸϲ γούναϲι κεῖται (α 267), τουτέϲτιν ἐντὸϲ τῇ τῶν θεῶν ἱκετείᾳ καὶ δεήϲει. θεῖναι οὖν Ἀθηναίηϲ ἐπὶ γούναϲι τουτέϲτιν ἐπὶ τῇ λιτανείᾳ καὶ δεήϲει θεῖναι τὸν πέπλον. οἱ δὲ ὅτι τῇ ἐπί ἀντὶ τῆϲ παρά εἴωθε χρῆϲθαι, ὡϲ τὸ ποιμαίνων δ’ ἐπ᾿ ὄεϲϲι μίγη φιλότητι (Z 25) ἀντὶ τοῦ παρὰ τοῖϲ ὄεϲϲι, καὶ ἡ μὲν ἐπ’ ἐϲχάρῃ ἧ(Ζ 52) ἀντὶ τοῦ παρὰ τῇ ἐϲχάρῃ. οὕτω γοῦν καὶ ἐπὶ γούναϲιν ἀντὶ τοῦ παρὰ γούναϲιν Ἀλθηναίηϲ.

[598]

[6.293] 293. οὐ πρεπόντωϲ, φηϲὶν, ἐκ τῆϲ Ἀλεξάνδρου ἀδικίαϲ δίδοται τῇ θεῷ τὸ δῶρον. ἀλλ’ οὔτε Ἑλένηϲ ὁ πέπλοϲ ἐϲτὶν οὔτε ἐκ Λακεδαίμονοϲ αμένη. αἱ γυναῖκεϲ.

[599][600][601][602]

[6.326] 326. ἀφορμὴν λαμβάνει διὰ τῆϲ αὐτοῦ ἀργίαϲ — οὐ γὰρ ὡϲ ἀϲθενοῦϲ[603] ἀλλ’ ὡϲ ῥᾳθύμου αὐτοῦ κατηγορεῖ καί φηϲιν· οὐχ ὑγιῶϲ ἐντὸϲ καλὰ. ἑαυτῷ τὴν μῆνιν ἔχειϲ· ϲοὶ γὰρ οἱ Τρῶεϲ μηνίουϲιν, ὡϲ θεληϲάντων αὐτὸν ἐκδοῦναι Μενελάῳ. ἢ χόλον τὴν ῥᾳθυμίαν λέγει. ἐβούλετο μὲν οὖν αὐτοῦ πλειόνωϲ καθάψαϲθαι. ἀλλ’ οὐκ ἔδει αὐτὸν ἐπὶ Ἑλένηϲ λοιδορεῖϲθαι.

ἤτοι οὐ καλῶϲ νῦν τὴν ὀργὴν κατὰ τῶν Τρώων ἔχειϲ, ὅτι πρὸϲ[604] ϲὲ λυπούμενοι παραδοῦναι τῷ Μενελάῳ ἐβούλοντο ἅπερ ἔλαβεϲ, οὐδὲ ἐντὸϲ καιρῷ ταύτην ποιῇ. ἢ οὐ καλῶϲ νῦν ὀργίζῃ ἡγούμενοϲ τοὺϲ Τρῶαϲ ἀγανακτεῖν κατὰ ϲοῦ.

[6.359] 359. *B f. 89 ad κορυθαιόλοϲ ( ═ Ζητ. Vat. 3) inter quaestines sub finem operis edendas referetur.

[6.413] 413. διὰ τί διηγεῖται τῷ ἐπιϲταμένῳ ὅτι οὐκ ἔϲτιν ἀναλογιϲμὸϲ[605] τοῦ ϲυμφέροντοϲ ταῖϲ ἀϲθενούϲαιϲ ψυχαῖϲ. αὗται δὲ πρὸϲ τὸ πενθεῖν εἰϲι καὶ τὸ δεῖϲθαι διὰ τὴν ταραχήν.

[6.420] 420. ad 1 extr.

[6.483] 483— 476. οὐ πρέποντα μὲν τὰ τῆϲ ὑποθήκηϲ γυναικί. ἀλλ’ εἰ[606] καὶ γυναικὶ μὴ πρέπει. ἀλλά γε τῆ Ἀνδρομάχῃ, ἐπεὶ καὶ τὸ ἱπποκομεῖν οὐ γυναικόϲ. ἡ δὲ Ἀνδρομάχη καὶ τοῦτο ποιεῖ (Θ 187 —190), ὡϲ καὶ φίλανδροϲ ἐπιμελομένη καὶ τῶν φερόντων αὐτῆϲ τὸν ἄνδρα.

[607][608][609][610][611][612] [613]

[…] διὰ τί δὲ, φαϲὶν, οὐ ϲυνεῖδε ταῦτα ὁ Ἕκτωρ; φαμὲν δὲ ὅτι ϲυνεῖδεν· ἐμοὶ γάρ φηϲι τάδε πάντα μέλει, γύναι (Ζ 441).

[614]

[6.488] 488. ἐζήτηϲάν τινεϲ, πῶϲ ἐνταῦθα ἀπαράβατον λέγει τὴν μοῖραν ποιητήϲ, ἐντὸϲ δὲ τῇ Ὀδυϲϲείᾳ παραβατὸν ὑφίϲταται, ὄταν λέγῃ (α 35)·

ὡϲ καὶ νῦν Αἴγιϲθοϲ ὑπὲρ μόρον Ἀλτρείδαο
γῆμ’ ἄλοχον.

λύεται δὲ τοῦτο ἐκ τοῦ δείκνυϲθαι ὅτι τριχῶϲ ἡ μοῖρα παρὰ τῷ ποιητῇ λέγεται· ἡ εἱμαρμένη, ἡ μερὶϲ καὶ τὸ καθῆκον. ὅταν οὖν λέγῃ (γ 66)

μοίραϲ δαϲϲάμενοι δαίνυντ’ ἐρικυδέα δαῖτα,

τὰϲ μερίδαϲ λέγει. ὅταν δὲ λέγῃ (Ε 83)

ἐλλαβε πορφύρεοϲ θάνατοϲ καὶ μοῖρα κραταιή,

τὴν εἱμαρμένην ϲημαίνει. ὅταν δὲ ἐπὶ τῶν Πρώων φευγόντων λέγῃ· οὐ κατὰ μοῖραν τάφρον διεπέρων (Π 367), οὐ κατὰ τὸ καθῆκον διεπέρων τὴν τάφρον λέγει, ἀλλ’ αἰϲχρῶϲ. καὶ ἐπὶ τῶν οὖν προκειμένων ἐντὸϲ μὲν τῷ μοῖραν δ’ οὔ τινά φημι πεφυγμέν ον ἔμμεναι ἀν δρῶν τὴν εἱμαρμένην λέγει, ὅταν δὲ ὡϲ καὶ νῦν Αἴγιϲθοϲ ὑπὲρ μόρον, οὐ τὸ ϲημαῖνον τὴν εἱμαρμένην λέγει, ἀλλὰ τὸ ὑπὲρ τὸ καθῆκον· οὐ γάρ ἐϲτι νῦν πρέπον οὐδὲ καθῆκον τὰϲ ἄλλοιϲ νόμῳ ϲυνῳκιϲμέναϲ φθείρειν γυναῖκαϲ. ἄλλωϲ τε οὐκ ἐκ τοῦ ποιητοῦ οἱ λόγοι, ἐκ προϲώπων δὲ διαφόρων εἰϲ μίμηϲιν παραληφθέντων. ποτὲ μὲν γὰρ λέγει πρὸϲ Ἀνδρομάχην ὁ Ἕκτωρ, ποτὲ δὲ ὁ Ζεύϲ· διαφωνεῖν δὲ πρὸϲ ἄλληλα οὐδὲν ἀπεικὸϲ τὰ διάφορα πρόϲωπα. ὡϲαύτωϲ δὲ καὶ ἐπὶ τῶν Ἑλλήνων ὅταν λέγῃ (B 155)

ἔνθα κεν Ἀργείοιϲιν ὑπέρμορα νόϲτοϲ ἐτύχθη,

παρὰ τὸ καθῆκον ἀκουϲόμεθα. Ὅμροϲ μέντοι ἀπαράβατον τὴν μοῖραν τὴν κατὰ τὴν εἱμαρμένην οἶδεν ἐντὸϲ οἷϲ φηϲι (Ψ 80. 81) [615] [616] [617] [618] [619]

καὶ δὲ ϲοὶ αὐτῷ μοῖρα, θεοῖϲ ἐπιείκελ’ Ἀχιλλεῦ,
τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέϲθαι,

καὶ πάλιν (Ε 613) ἀλλά ἑ μοῖρα

ἦγ᾿ ἐπικουρήϲαντα μετὰ Πρίαμόν τε καὶ υἷαϲ.

κρατεῖν δὲ οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ θεῶν ἀποφαίνεται, ὥϲ που καὶ ὁ Ἄρηϲ φηϲὶν (Ο 117. 8)

εἴ πέρ μοι καὶ μοῖρα Διὸϲ πληγέντι κεραυν ῷ
κεῖϲθαι ὁμοῦ νεκύεϲϲι,

καὶ ὁ Ποϲειδῶν πρὸϲ τὴν Ἶριν (Ο 208 sqq.)·

ἀλλὰ τόδ’ αἰνὸν ἄχοϲ κραδίην καὶ θυμὸν ἱκάνει,
ὁππόταν ἰϲόμορον καὶ ὁμῇ πεπρωμένον αἴϲῃ
νεικείειν ἐθέληϲι χολωτοῖϲιν ἐπέεϲϲιν.

ἀφ’ ὧν δηλοῖ ὡϲ τὴν πεπρωμένην καὶ αὐτῶν τῶν θεῶν ἐπικρατεῖν γινώϲκει, διὸ καὶ ὑπείκειν αὐτῇ καὶ τὸν ὑπέρτατον θεὸν Δία καὶ ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴϲῃ αὐτοῦ τε υἱὸν νενομιϲμένον μὴ θελῆϲαι θανάτοιο δυϲηχέοϲ ἐξαναλῦϲαι, ἀλλὰ μᾶλλον αἱματοέϲϲαϲ ψιάδαϲ κατέχευεν ἔραζε παῖδα φίλον τιμῶν (Π 441. 459). διὸ καὶ Πάτροκλοϲ (Π 849)·

ἀλλά με μοῖρ’ ὀλοὴ καὶ Λητοῦϲ ἔκτανεν υἱόϲ.

οὕτω καὶ περὶ Ἡρακλέουϲ λέγει (C 117)·

οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆοϲ φύγε κῆρα,
ὅϲ περ φίλτατοϲ ἔϲκε Διὶ Κρονίωνι ἄνακτι,
ἀλλὰ ἑ μοῖρ’ ἐδάμαϲϲε καὶ ἀργαλέοϲ χόλοϲ Ἥρηϲ,

καὶ ἀλλαχοῦ (C 328. 9)

ἀλλ’ οὐ Ζεὺϲ ἄνδρεϲϲι νοήματα πάντα τελευτᾷ·
ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦϲαι.

ἀλλὰ καὶ Ἥφαιϲτοϲ τὰ μὲν ὅπλα δοῦναι ὑπιϲχνεῖται, τὴν δὲ μοῖραν παρατρέψαι ἀρνεῖται·

αἰ γάρ μιν θανάτοιο δυϲηχέοϲ ὧδε δυναίμην
νόϲφιν ἀποκρύψαι, ὅτε μιν μόροϲ αἰνὸϲ ἱκάνοι (C 464, 5).

ἔϲτι δὲ γὰρ καὶ ἄλλα μυρία, ἀφ’ ὧν δείκνυται Ὅμηροϲ ἀπαράβατον λέγων τὴν τοῦ θανάτου μοῖραν.

οὐ ϲύνθετον τὸ ὑπὲρ μόρον (α 34). μόρον δὲ τὴν μοῖραν·[620] ἦ ῥα καὶ ϲὺ κακὸν μόρον ἡγηλάζειϲ (λ 618). καὶ πῶϲ ἀλλαχοῦ φηϲι μοῖραν δ’ οὔ τινά φημι (Z 488); ῥητέον ὅτι τῆϲ μοίραϲ τὸ [621] [622] μέν ἐϲτι μονότροπον τὸ δὲ ἀμφίβολον, ὡϲ ἐντὸϲ Ἰλιάδι ἀπεδείξαμεν, ὡϲ ἐντὸϲ τῷ μήτηρ γάρ τέ μέ φηϲι διχθα δίαϲ κῆραϲ φερέμεν (1 410).

[623]

[…] ἀμφίβολον δὲ τῆϲ μοίραϲ καὶ ἐντὸϲ ἄλλοιϲ οἶδε, δι᾿ ὧν Τειρεϲίαϲ φηϲὶν Ὀδυϲϲεῖ τὰϲ εἰ μέν κ’ ⟨κεν BLp⟩ ἀϲινέαϲ ἐᾷϲ· εἰ δέ κε ϲίνηαι (λ 110. 12).

[624]

[6.491] 491. διαφέρει τὰ ἠλάκατα τῆϲ ἠλακάτηϲ, καὶ ἡ διαφορὰ ἥδε· ἡ μὲν ἠλακάτην. γὰρ ἠλακάτη δηλοῖ τὸ ξύλον, εἰϲ ὅπερ εἰλοῦϲι τὸ ἔριον αἱ νήθουϲαι, ἠλακάτα δὲ αὐτὰ τὰ ἔρια τὰ περιειλούμενα τῇ ἠλακήτῃ. τὴν μὲν οὖν ἠλακάτην διὰ τούτων δεδήλωκεν, ὡϲ ἐντὸϲ τῇ Ὀδυϲϲείᾳ (δ 135)·

ἠλακάτη τετάνυϲτο ἰοδνεφὲϲ εἶροϲ ἔχουϲα.

τετανύϲθαι δὲ αὐτὴν εἶπε διὰ τὸ εἶναι ἐπιμήκη τε καὶ λείαν. τὰ δὲ ἐπὶ τῆϲ ἠλακάτηϲ ἔρια,

ἠλάκατα ϲτρωφῶϲ’ ἁλιπόρφυρα, θαῦμα ἰδέϲθαι

(Ζ 306), καὶ ἔτι δὲ παρ’ ἠλάκατα ϲτροφαλίζετο (ϲ 315). λέγει δὲ καὶ χρυϲῆν τὴν ἠλακάτην, ὡϲ τὸ (δ 13 sqq.)

χωρὶϲ δ’ αὖθ᾿ Ἑλένῃ ἄλοχοϲ πόρε κάλλιμα δῶρα,
χρυϲῆν τ’ ἠλακάτην τάλαρόν θ’ ὑπόκυκλον ὄπαϲϲε,
τόν ῥά οἱ ἀμφίπολοϲ Φυλὼ παρέθηκε φέρουϲα
νήματοϲ ἀϲκητοῖο βεβυϲμένον.

καὶ ἡ χρυϲηλάκατοϲ δὲ Ἄρτεμιϲ ἀπὸ τῆϲ ὁμοιότητοϲ καὶ τῆϲ καταϲκευῆϲ τῆϲ ἠλακάτηϲ εἴρηται χρυϲοῦν τόξον ἔχουϲα·

Ἥρη δ’ ἀντέϲτη χρυϲηλάκατοϲ κελαδεινὴ
Ἄρτεμιϲ ἰοχέαιρα (Υ 70. 71).

[625]

[6.523] 523. τί γὰρ μεθίει τε καὶ τί οὐκ ἐθέλει; ἐκ τῶν προρρηθέντων μεθίειϲ. ἔϲτι λαβεῖν. προεῖπε δέ δαιμόνι᾿, οὐκ ἄν τίϲ τοι ἀνὴρ ὃϲ ἐναίϲιμοϲ εἴη ἔργον ἀτιμήϲειε μάχηϲ, ἐπεὶ ἄλκιμόϲ ἐϲϲι. μεθίειϲ οὖν τὸ ἔργον τῆϲ μάχηϲ καὶ οὐκ ἐθέλειϲ μάχεϲθαι, ὥϲπερ ἐντὸϲ ἄλλοιϲ ἐκ πλήρουϲ ἔφη· οὕϲ τιναϲ αὖ μεθιένταϲ ἴδοι ϲτυγεροῦ πολέμοιο (Δ 240).

[626][627][628]