Pular para o conteúdo

Ὁμηρικὰ ζητήματα

Porfírio · Capítulo 7. Η

Capítulo 7. Η

[7.9] 9. Δοκεῖ μάχεϲθαι ἑαυτῷ ὁ ποιητὴϲ, ἀεὶ πρεϲβύτερον λέγων Νέναιετάοντα.[629] ϲτορα τῶν ἐπὶ Ἴλιον ϲτρατευϲάντων — μετὰ δὲ τριτάτοιϲιν ἄναϲϲεν (A 252) —, ἐντταῦθα δὲ Μενέϲθιον· δυϲὶ γὰρ γενεαῖϲ παράγεται πρεϲβύτεροϲ ὢν τοῦ Nέϲτοροϲ· Ἀρηιθόου γὰρ λέγει τοῦ ἐπικαλουμένο κορυνήτου παῖδα εἶναι Μενέϲθιον, ὑπὸ δὲ Λυκούργου φηϲὶν ἀνηρῆϲθαι τὸν Ἀλρηίθοον, ὃν δὴ καὶ λαβεῖν αὐτοῦ τὰ ὅπλα, γηράϲαντα δὲ τοῦτον Ἐρευθαλίωνι παραδοῦναι, τὸν δὲ Ἐρευθαλίωνα ὑπὸ Nέϲτοροϲ ἀναιρεθῆναι νέου ὄντοϲ· φηϲὶ γὰρ γενεῇ δὲ νεώτατοϲ ἔϲκον ἁ ἁπάντων (H 153). ῥητέον δὲ ὅτι ἴϲωϲ ἀπέθανεν Ἀρηίθοοϲ ἐνιαυϲιαῖον ἐάϲαϲ τὸν υἱόν, ἀνεῖλε δὲ τὸν Ἀρηίθοον ὁ Λυκοῦργοϲ ἤδη γηραιὸϲ ὤν· φηϲὶ γὰρ πέφνε δόλῳ οὔτι κράτεΐ γε (H 142) ὀλίγον δὲ ἐπιβιοὺϲ δύναται Ἐρευθαλίωνι παραχωρεῖν τὴν πανοπλίαν. προκαλούμενοϲ δὲ οὗτοϲ τοὺϲ Πυλίουϲ οὐκ ἀπεικότωϲ ὑπὸ Νέϲτοροϲ ἀναιρεῖται νέου ὄντοϲ, ὥϲτε Nέϲτορα μὲν εἶναι Μενεϲθίου πρεϲβύτερον, τῶν δὲ ἄλλων τῶν ἐπὶ Ἴλιον ϲτρατευϲάντων μείζονα Μενέϲθιον. ἢ τῇ τοῦ ὀνόματοϲ ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενεϲθίου πατὴρ Ἀλρηίθουϲ Βοιωτὸϲ ἦν, ὁ δὲ ὑπὸ Λυκούργου ἀναιρεθεὶϲ Ἀλρκάϲ.

ἀδύνατον Μενέϲθιον τοῦ κορυνήτου υἱὸν ὄντα πολεμεῖν. πρεϲβύτεροϲ[630] γὰρ ἂν εἴη Νέϲτοροϲ, εἴγε τὸν κορυνήτην Λυκοῦργοϲ ἀνεῖλεν, εἰ γηράϲαϲ δὲ οὗτοϲ Ἐρευθαλίωνι κατέλιπε τὴν κορύνην. τοῦτον δὲ Νέϲτωρ νεώτατοϲ ὢν ἀνεῖλεν (H 142 — 154). ἡ δὲ λύϲιϲ ἀπὸ τῆϲ λέξεωϲ· ὁμώνυμοϲ γὰρ πατὴρ υἱῷ, καὶ ὅταν φηϲὶν (H 138) ὁ κορυνήτηϲ, οὐ τὸν Μενέϲθιον λέγει ἀλλὰ τὸν Ἀρηίθοον τὸν Μενεϲθίου πατέρα, ὥϲτε εἶναι τὸν κορυνήτην πάππον τοῦ Μενεϲθίου.

[7.44] 44. […] διὰ τί δὲ οὐχ ὁ Ἀπόλλων ὑπέθετο Ἕκτορι προκαλέ-[631] ϲαϲθαι; ὅτι ἡττηθεὶϲ ἔμελλεν ἀπιέναι.

[7.93] 93. διὰ τί προκαλουμένου Ἕκτοροϲ εἰϲ μονομαχίαν οἱ μὲν ἄλλοι ἄρι[632] ϲτοι αἴδεϲθεν μὲν ἀνήναϲθαι, δεῖϲαν δ’ ὑποδέχθαι (H 93), Μενέλαὸϲ δὲ πρῶτοϲ ἀνίϲταται καὶ μεμψάμενοϲ τοὺϲ ἄλλουϲ κατεδύϲατο [633] [634] [635] [636] τεύχεα καλὰ (ν. 103) μάχεϲθαι προθυμούμενοϲ, ὅτε δὲ προτραπέντεϲ οἱ ἐννέα ἀνίϲταντο, οὐδαμοῦ οὗτοϲ ἐντὸϲ τούτοιϲ εὑρίϲκεται, ἀλλ’ Ἀγαμέμνων καὶ Διομήδηϲ καὶ οἱ Αἴαντεϲ καὶ Ἰδομενεὺϲ καὶ Μηριόνηϲ καὶ Εὐρύπυλοϲ καὶ Θόαϲ καὶ Ὀδυϲϲεύϲ (v. 161 sqq); φηϲὶ δὲ ὁ Ἀριϲτοτέληϲ, ὅτι ἅπαξ ἀκούϲαϲ μηδ’ ἔθελ᾿ ἐξ ἔριδοϲ ϲεῦ ἀμείνονι φωτὶ μάχεϲθαι Ἕκτορι (v. 111) οὐκ ἔμελλεν αὖθιϲ ἀνίϲταϲθαι, καὶ ὅτι τὸ πρότερον ἐκ φιλονεικίαϲ ἡ ἀνάϲταϲιϲ, καὶ ὅτι ἤδη μονομαχήϲαϲ ἐτύγχανεν Ἀλεξάνδρῳ καὶ οὐ καλῶϲ ἀπαλλάξαϲ, καὶ νεωϲτὶ ἐτέτρωτο ὑπὸ Πανδάρου, καὶ ὅτι ἀποκινδυνεύειν τοῦτον οὐκ ἐχρῆν ἐντὸϲ ᾧ τὸ τέλοϲ ἤρτητο τοῦ πολέμου· ἐπὶ γὰρ Ἀλεξάνδρου ἴϲον ἦν τὸ τοῦ κινδύνου.

[637]

[7.101] 101. πῶϲ ἐντὸϲ πολέμῳ ὢν οὐκ ἦν ὡπλιϲμένοϲ; φαμὲν ὅτι ἀϲφαλέϲτερα ὅπλα ἀναλαβεῖν θέλει μέλλων εἰϲιεναι εἰϲ μονομάχιον ⟨μονομαχίαν Lp⟩.

[638]

[7.107] 107. διὰ τί τὸν μὲν Ἀλέξανδρον κελεύει μονομαχεῖν Ἕκτωρ (Γ 39 sqq.), τὸν δὲ Μενέλαον κωλύει κινδυνεύειν Ἀγαμέμνων καὶ οἱ ἄλλοι βαϲιλεῖϲ; ὅτι τοῦ μὲν Ἀλεξάνδρου ἀδικοῦντοϲ ἡδέωϲ οἱ Τρῶεϲ εἶχον, τὸν δὲ ὡϲ ἀδικούμενον ἐλεοῦϲιν.

[639]

[7.125] 125. […] ἀνόητον δέ φαϲι τὸ μὴ τοὺϲ γονεῖϲ αὐτῶν παραγέρων. λαβεῖν ἀχθομένουϲ, ἀλλὰ τὸν Πηλέα, ὃν ἔδει χαίρειν δυϲτυχούντων Ἐλλήνων διὰ τὴν Ἀχιλλέωϲ ὕβριν. ἔϲτι δὲ ἔντεχνον· εἰ γὰρ ὁ τοῦ πολεμίου πατὴρ ἀθυμεῖ, πόϲῳ μᾶλλον οἱ ὑμῶν ἅμα δὲ καὶ ὑπομιμνήγέρων ϲκει Ἀγαμέμνονα Ἀχιλλέωϲ, ὅτι ὁ νῦν προκαλούμενοϲ πάνταϲ, ὄφρ᾿ Ἀχιλλεὺϲ μετ᾿ Ἀλχαιοῖϲιν πολέμιζεν, οὐκ ἐθέλεϲκε μάχην ἀπὸ τείχεοϲ ὀρνύμεν Ἕκτωρ (I 352) ἐπαχθὲϲ γὰρ ἦν οὕτω ϲαφῶϲ ὀνειδίϲαι. προμνηϲτεύει οὖν τὰϲ λιτάϲ, καὶ τοῖϲ βαρβάροιϲ δὲ ἐμφαίνει ὅτι οὐκ ἔϲται ἡ Ἀχιλλέωϲ ὀργὴ πολυχρόνιοϲ, τοῦ Πηλέωϲ οὕτωϲ πρὸϲ τοὺϲ Ἕλληναϲ διακειμένου. ὑποθωπεύει δὲ λεληθότωϲ τὸν Ἀχιλλέα.

[640]

[7.171] 171. […] ἀνοήτωϲ δὲ, φαϲὶν, ἐπὶ κλῆρον ἔρχεται· δέον γὰρ ἔλέϲθαι τὸν ἄριϲτον πάντων, ὅπου τοιοῦτοϲ ὁ κίνδυνοϲ ἦν, τὸν δὲ φαυλότατον ἐᾶϲαι. τοῦτο δὲ ποιεῖ ὁ Νέϲτωρ, ἵνα μὴ ἑνὸϲ προκριθέντοϲ ὑβριϲθῶϲιν οἱ λοιποί. τῷ τε πολεμίῳ ἐνδείκνυται, ὅτι οὐχ ἕνα μόνον οἴεται ἀξιόχρεων εἰϲ τὴν πρὸϲ αὐτὸν μάχην. καὶ ἵνα μήτε νικήϲαϲ τὸν ἄριϲτον δοκῇ νενικηκέναι ἀλλὰ τὸν ὑπὸ κλήρου δεδομένον, [641] [642] μήτε λειφθεὶϲ ὑπὸ τοῦ ἀρίϲτου λελεῖφθαι ἀλλ’ ὑπὸ τοῦ λαχόντοϲ τὸν κλῆρον. ἅμα δὲ καὶ ἀγωνιᾷ ἐπὶ τῷ κλήρῳ ὁ ἀκροατήϲ.

[7.175] 175. Z 168.

[7.185] 185"v. ad Z 168.

[7.229] 229. διὰ τί ὁ Αἴαϲ τῶ Ἕκτορι δεδήλωκε τὴν τοῦ Ἀχιλλέωϲ μῆνιν[643] οὐδεμία γὰρ ἀνάγκη ἦν οὐδὲ φρονίμου ἀνδρὸϲ τὰ παρ’ αὐτοῦ κακὰ τοῖϲ πολεμίοιϲ ἐξαγγέλλειν, ἢ ὅτι ἐγίνωϲκον οἱ Τρῶεϲ τὴν μῆνιν Ἀχιλλέωϲ ὑποδεῖξαι πάντωϲ· ὁ γὰρ Ἀπόλλων ἐδήλωϲεν αὐτοῖϲ ἐντὸϲ οἷϲ φηϲιν (Δ 512. 13)·

οὐ μὰν οὐδ’ Ἀχιλεὺϲ Θέτιδοϲ πάϊϲ ἠυκόμοιο
μάρναται, ἀλλ’ ἐπὶ νηυϲὶ χόλον θυμαλγέα πέϲϲει.

εἰ δ’ ἀγνοοῦϲι τὴν ὀργὴν οἱ Τρῶεϲ, καὶ οὕτωϲ τὸ τῆϲ δηλώϲεωϲ ἀναγκαῖον, μὴ ἐντὸϲ τῷ λοιμῷ τεθνηκέναι νομίϲωϲιν αὐτόν. λύϲιϲ. Ἀλριϲτοτέληϲ δέ, ἵνα μὴ οἴηται τὸν Ἀχιλλέα ἀποδεδειλιακέναι, ἀλλὰ κἀκεῖνον καὶ ἄλλουϲ αὑτοῦ εἶναι κρείττουϲ. εἶτα εἰπὼν

νῦν δὴ ϲάφα εἴϲεαι οἰόθεν οἶοϲ,
οἷοι καὶ Δαναοῖϲιν ἀριϲτῆεϲ μετέαϲι,
καὶ μετ’ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα (H 266 ssq.),

ἵνα καταπλήξῃ τῆϲ Ἀχιλλέωϲ ἀρετῆϲ ἀναμνήϲαϲ, ὃν ἐδόκει πεφοβῆϲθαι, εἰκότωϲ […] πέπονθεν Ἀχιλλεύϲ. τὸ γὰρ μετ’ Ἀχιλλῆα ἀμφίβολον, πότερον μετὰ τὴν ἐκείνου τελευτὴν ἢ μετὰ τὴν ἐκείνου ἀρετὴν ἢ καθάπερ ἐκεῖνοϲ ἦν καὶ ἄλλοι εἰϲίν. ἀναγκαῖον οὖν δηλῶϲαι τί πέπονθεν Ἀχιλλεύϲ, καὶ ὅτι μηνίων οὐ πάρεϲτιν ἀλλ’ οὐχὶ τεθνηκὼϲ ἢ ἀποπλεύϲαϲ, ἀλλ᾿ ὅτι ἐντὸϲ νηυϲὶ κορωνίϲι μηνίων. ὀργὴ δ’ ἐντὸϲ ἀγαθοῖϲ ἀνδράϲιν εὐδιάλυτον.

[7.276] 276. ὁ μὲν Ἰδαῖοϲ εἰκότωϲ προϲέρχεται, τὸν Ἕκτορα ϲώϲων κινδυνεύοντα·[644] ὁ δὲ Ταλθύβιόϲ οὐκέτι, τὴν νίκην Αἴαντοϲ ἀφαιρούμενοϲ. φαμὲν δὲ ὅτι οὐδέπω ἀκριβὴϲ ἦν ἡ νίκη περὶ τὸν Αἴαντα· ἐπὶ ξίφη γὰρ αὐτοὺϲ ὡρμῆϲθαι λέγει, ἔνθα μάλιϲτα τύχηϲ, οὐ τέχνηϲ καὶ ἰϲχύοϲ, κρίϲιϲ τὸ πλεῖϲτον ἔχει· ἀπὸ ἴϲου γὰρ ὁρμῶνται. ἔτι τε καὶ τὸν Ἕκτορα [645] [646] ὁρῇ ὑπὸ θεῶν βοηθούμενον. ἀλλὰ καὶ διὰ τὸ τῆϲ νυκτὸϲ κατάϲτημα. κατὰ τὸ ϲιωπώμενον δὲ οἱ ἡγεμόνεϲ αὐτὸϲ πέμπουϲιν.

[647]

[7.298] 298. αἵ τέ μοι εὐχόμεναι θεῖον δύϲονται ἀγῶνα. ἀγῶνα λέγει καὶ τὸν τόπον· λείηναν δὲ χορὸν ⟨χῶρον cod.⟩ καλὸν δ᾿ εὔρυναν ἀγῶνα (θ 260) καὶ Ἀργεῖοι δ’ ἐντὸϲ ἀγῶνι καθήμενοι (Ψ 448), καὶ τὸ ἄθροιϲμα δέ Ἥρη ⟨ηρη cod.⟩ μὲν μετ’ ἀγῶνα νεῶν (Υ 33), καὶ τὸ πλῆθοϲ· λῦτο δ’ ἀγών (Ω 1), καὶ τὸ ἆθλον. θεῖον οὖν ἀγῶνα νῦν τὸ ἱερὸν εἶπε καὶ τὸν νεὼν ⟨νέων cod.⟩, ἤτοι θεῖον τόπον ὄντα καὶ θεῖον ἄθροιϲμα περιέχοντα, διὰ τὸ πολλῶν θεῶν ἀνατίθεϲθαι ἐντὸϲ αὐτῷ ἀγάλματα. εὐχόμεναι δὲ ἐμοί, οὐχ ὑπὲρ ἐμοῦ, ὅτι περὶ χειρόνων ἦν ἡ εὐχὴ ἀλλ’ οὐχ ὑπὲρ τοῦ χείρονοϲ ⟨ὑπὲρ αὐτοῦ ὡϲ χείρονοϲ?⟩

[648]

νῦν (C 376) τὸν ναὸν λέγει. ἀγὼν δὲ ϲημαίνει ε΄· τὸν τόπον, a ὡϲ τὸ λείηναν δὲ χορὸν ⟨Vill. cod. χῶρον⟩ καλὸν δ’ εὔρυναν ἀγῶνα, τὸ ἄθροιϲμα· ἦλθε μετ’ ἀγῶνα νεῶν ⟨Bkk.; cod. νέων⟩ καὶ Παλλὰϲ Ἀθήνη, τὸ πλῆθοϲ, ὡϲ τὸ λῦτο ⟨λύτο cod.⟩ δ’ ἀγών, τὸ ἆθλον, ἀγῶνοϲ ἆθλα. τὸν ναόν, ὡϲ ἐνταῦθα καὶ αἵ τέ μοι εὐχόμεναι θεῖον δύϲονται ἀγῶνα.

[7.336] 336. Z 252.

[7.433] 433. v. in fine operis.

[7.436] 436. v. ad Z 252.