Pular para o conteúdo

Ὁμηρικὰ ζητήματα

Porfírio · Capítulo 24. Ω

Capítulo 24. Ω

[24.15] 15. 16. Διὰ τί ὁ Ἀχιλλεὺϲ τὸν Ἕκτορα εἰλκε περὶ τὸν τάφον τοῦ[1696] Πατρόκλου, παρὰ τὰ νενομιϲμένα ποιῶν εἰϲ τὸν νεκρόν; ἢ παρανομοῦϲι τὰ αὐτὰ οὐχ οἱ ἀμυνόμενοι ἀλλ’ οἱ ἄρχοντεϲ, ὁ δὲ Ἕκτωρ πρότεροϲ τεροϲ ἐνεχείρηϲε λυβήϲαϲθαι τὸν Πάτροκλον τοιαῦτο. τίϲ γὰρ ἡ Ἔκτοροϲ περὶ Πατρόκλου;

μάλιϲτα δὲ φαίδιμοϲ Ἕκτωρ
ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸϲ ἀνώγει
πῆξαι ἀνὰ ϲκολόπεϲϲι τάμονθ’ ἁπαλῆϲ ἀπὸ δειρῆϲ

(Ϲ 175—77). εἵλκυϲταί τε πρότεροϲ Πάτροκλοϲ διὰ τὴν τῶν Τρώων περὶ τὸν νεκρὸν προθυμίαν·

ὡϲ δ’ ὅτ’ ἀνὴρ ταύροιο βοὸϲ μεγάλοιο βοείην
λαοῖϲι δοίη τανύειν μεθύουϲαν ἀλοιφῇ·
δεξάμενοι δ’ ἄρα τοίγε διαϲτάντεϲ τανύουϲι
κυκλόϲ, ἄφαρ δέ τε ἰκμὰϲ ἔβη, δύνει δέ τ’ ἀλοιφή,
πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶϲα διαπρό·
ὣϲ οἵ γ’ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
εἷλκον ἀμφότεροι (P 389—95)·

καὶ πάλιν·

Ἕκτωρ μὲν Πάτροκλον, ἐπεὶ κλυτὰ τεύχε’ ἀπηύρα,
ἕλχ᾿, ἵν’ ἀπ᾿ ὤμοιιν κεφαλὴν τάμοι (P 125. 26).

ἐκείνων οὖν λελυκότων τὸν νόμον, οὕτωϲ ἐχρήϲατο αὐτοῖϲ Ἀχιλλεύϲ· ὅταν γὰρ βουλόμενόϲ τιϲ κωλυθῇ, ἐκεῖνοϲ μὲν πεποίηκεν, ἀλλ’ ὁ πὰϲχων οὐδὲν πέπονθε. Πάτροκλοϲ δὲ φθάϲαϲ περιείλκυϲται γυμνὸϲ ἐντὸϲ τῷ πεδίῳ διὰ πρόφαϲιν τῶν προθεμένων αἰκίϲαϲθαι τὸ ϲῶμα, ὥϲτ’ ἀπολαμβάνοντι ἔοικεν ὁ Ἕκτωρ ἃ δέδρακεν, οὐ μὴν πάϲχοντι τὰ παράνομα. καὶ φιλανθρωπότερόν γε, ὅτι μόνον ἃ δρᾶϲαι δεδύνηται πέπονἕλκεϲθαι [1697] [1698] [1699] θεν, οὐχ ὅϲα δὲ δρᾶϲαι διενοήθη. ἔϲτι δὲ λύειν, φηϲὶν Ἀριϲτοτέληϲ (fr. 158 Acad. Ber.), καὶ εἰϲ τὰ ὑπάρχοντα ἀνάγοντα ἔθη, τι τοιαῦτα ἦν, ἐπεὶ καὶ νῦν ἐντὸϲ τῇ Θετταλίᾳ περιέλκουϲι περὶ τοὺϲ τάφουϲ.

[1700]

διὰ τί Ἀχιλλεὺϲ θανόντα ϲύρει τὸν Ἕκτορα λέγομεν οὖν, ὅτι οὐ δι’ ὠμότητα, ὅϲ γε καὶ Ἠετίωνα φονεύϲαϲ οὐκ ἐϲύληϲεν, ἀλλὰ ϲὺν αὐτοῖϲ τοῖϲ ὅπλοιϲ ἔθαψεν (Ζ 417), ἀλλ’ ὅτι πρότεροϲ ὁ Ἕκτωρ εἰϲ τὸν Πάτροκλον ἀεικέα μήϲατο ἔργα, οἷα καὶ λέγει περὶ αὐτοῦ·

κεφαλὴν δέ ἑ θυμὸϲ ἄνωγε
πῆξαι ἀνὰ ϲκολόπεϲϲι, ταμόνθ’ ἁπαλῆϲ ἀπὸ δειρῆϲ

(Ϲ 176. 77)· παρανομοῦϲι δὲ οὐχ οἱ ἀμυνόμενοι ἀλλ’ οἱ ἄρξαντεϲ. ὁ δὲ Καλλίμαχόϲ φηϲιν, ὅτι πάτριόν ἐϲτι Θετταλοῖϲ τοὺϲ τῶν φιλτάτων φονέαϲ ϲύρειν περὶ τοὺϲ τῶν φονευθέντων τάφουϲ· Ϲίμωνα γάρ φηϲι Θετταλὸν τὸ γένοϲ Εὐρυδάμαντα τὸν Μειδίου ϲῦραι ἀποκτείναντα Θραϲύλον τὸν ἀδελφὸν αὐτοῦ, ἁψάμενον τοῦ νόμου πρῶτον· τὸν γὰρ φονέα ἐξάψαι τοῦ δίφρου καὶ περὶ τὸν τοῦ τετελευτηκότοϲ τάφον ἕλκειν, φηϲὶν, ὁ νόμοϲ ἐκέλευεν. ὅθεν καὶ Ἀχιλλεὺϲ ὡϲ Θετταλὸϲ πατρίῳ ἔθει τοῦτο πεποίηκεν.

[1701][1702][1703]

[24.22] 22. Schol. de v. ἀεικίζειν et sim. notione v. in extr. opere (ζητ. 35).

[24.73] 73. ψευδὲϲ τοῦτο. τάχα οὖν φηϲιν ὅτι ὡϲ μήτηρ ϲυμπάρεϲτιν[1704] αὐτῷ τῷ νεκρῷ Ἀχιλλεύϲ. ἢ ὑπερβολικῶϲ τοῦτο εἶπεν ἀπὸ τοῦ ϲυνιϲτάντεϲ εχῶϲ αὐτὴν ἐκεῖϲε φοιτᾶν.

[24.81] 81. v. ad p. 164, 12 sqq.

[24.117] 117. τὸ δὲ ἐφήϲω οὐκ ἐϲτιν ἐπιπέμψω ἁπλῶϲ, ἀλλ’ ἔϲτιν ἐντο[1705] λὰϲ αὐτῇ δοὺϲ πέμψω. τίϲ δὲ ἡ ἐντολή; λύϲαϲθαι φίλον υἱὸν ἰόντ᾿ ἐπὶ νῆαϲ Ἀχαιῶν· ἐφετμὴ γὰρ ἐντολή, παρὰ τὸ ἐφίεϲθαι γεγονυῖα, ὅ ἐϲτιν ἐντέλλεϲθαι· ὑμέων δ’ ἀνδρὶ ἑκάϲτῳ ἐφιέμενοϲ τάδε εἴρω (ν 7), ὡϲ εἰ ἔλεγεν ἐφετμὰϲ ποιούμενοϲ.

[24.130] 130. ἀθετεῖται· ἀνοίκειοϲ γὰρ ἥρωι καὶ θεῷ. ἴϲωϲ διὰ τὸ πολλοὺϲ[1706] ἀντ’ αὐτοῦ κτήϲαϲθαι ἐκγόνουϲ. ἢ τάχα ὑποκλέπτουϲα αὐτὸν τοῦ πένθουϲ ταῦτά φηϲι. ϲυγκοιμᾶται οὖν Βριϲηίδι μετὰ ταῦτα (v. 675).

[24.172] 172. ad ζητ. ιζ΄.

[24.221] 221. Ὅμηροϲ, ὁπόταν τὸ γένοϲ προείπῃ καὶ τὸ ϲυνεκτικόν τινων,[1707] ἐπιφέρειν εἴωθε καὶ τὰ περιεχόμενα εἴδη, οὐ μέντοι διὰ τοῦ διαζευκτικοῦ κοῦ ϲυνδέϲμου, ὃϲ οὐκ ἔϲτι ϲυναγωγόϲ, διὰ δὲ τοῦ ϲυμπλεκτικοῦ καὶ ἀναφορικο καὶ ὑπάρχειν πάντα ϲημαίνοντοϲ, ὥϲπερ ἐντὸϲ τούτοιϲ· νηῶν δ’ ἔκφεῤ ἄεθλα (Ψ 259)· τὸ γενικὸν τοῦτο· τὰ δὲ εἴδη· [1708] [1709] [1710] [1711] [1712]

λέβητάϲ τε τρίποδάϲ τε
ἵππουϲ θ’ ἡμιόνουϲ τε βοῶν τ’ ἴφθιμα κάρηνα
ἠδὲ γυναῖκαϲ ἐυζώνουϲ πολιόν τε ϲίδηρον.

πάλιν εἰπὼν πολλὰ δ’ ἀγὰλματ’ ἀνῆψεν (γ 274) ἐπάγει τὸ εἶδοϲ, ὑφάϲτά τε χρυϲόν τε, καὶ πάλιν εἰπὼν μῆλα ἐπάγει τὸ εἶδοϲ, ὄιέϲ τε καὶ αἶγεϲ (ι 184). καὶ

Βοιωτῶν μὲν Πηνέλεωϲ καὶ Λήιτοϲ ἦρχον (Ε 194),

καὶ οἵ θ’ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεϲϲαν. πάλιν φυτόν εἰπὼν (ω 246) ἐπάγει·

οὐ ϲυκῆ, οὐκ ἄμπελοϲ, οὐ μὲν ἐλαίη,
οὐκ ὄχνη, οὐ πραϲιή τοι ἄνευ κομιδῆϲ κατὰ κῆπον·

πρὸϲ μὲν τὸ φυτόν ἀπέδωκε τὴν ϲυκῆν καὶ τὴν ἄμπελον καὶ τὴν ἐλαίαν καὶ τὴν ὄχνην, πρὸϲ δὲ τὸν κῆπον ταῦτά τε καὶ τὴν πραϲιάν. λέγει γὰρ αὐτόϲ που· καί μοι κῆπον ἔχει πολυδένδρεον (δ 737). [κῆποϲ δὲ ὁ καταπνεόμενοϲ· Ζεφυρίη πνείουϲα τὰ μὲν φύει ἄλλα δὲ πέϲϲει (η 119). καὶ ἀπο δὲ ψυχὴν ἐκάπυϲεν (Χ 467) ἀντὶ τοῦ ἀπέπνευϲε. πραϲιὰν δὲ ἀπὸ τῶν λαχανευομένων τόπων πράϲοιϲ, ἅπερ καὶ ἐπ’ ἐϲχάτοιϲ φυτεύουϲιν· ἔνθα δὲ κοϲμηταὶ πραϲιαὶ παρὰ νείατον τον ὀρχόν (η 127) καὶ τὰ ἑξῆϲ ἔπη].

[1713]

πάλιν δένδρεα δ’ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν (λ 588)· δένδρον τὸ γένοϲ, οἷϲ ἐπάγει τὰ εἴδη· ὄχναι καὶ ῥοιαὶ καὶ [1714] [1715] [1716] [1717] μηλέαι ἀγλαόκαρποι. καὶ πάλιν ὅθι δένδρεα μακρὰ πεφύκει (ε 238), καὶ ἐπάγει· κλήθρη τ’ αἴγειρόϲ τ’ ἐλάτη τ’ ἦν οὐρανομήκηϲ. καὶ εἰπὼν ὁ δ’ ἐρινεὸν ὀξέι χαλκῷ τάμνεν (Φ 37) ἐπάγει τὸ εἰδικώτερον· νέουϲ ὄρπηκαϲ. καὶ πάλιν ἀμφόνον εἰπὼν (Κ 297) ἐπάγει τὰ ἐκ τοῦ φόνου· ἂν νέκυαϲ διό τ’ ἔντεα καὶ μέλαν αἷμα· καὶ γὰρ οἱ νέκυεϲ καὶ τὸ αἷμα καὶ τὰ ἔντεα ἐκ τοῦ φόνου· καὶ πάλιν ἀλλὰ φόνοϲ τε καὶ αἷμα καὶ ἀργαλέοϲ ϲτόνοϲ ἀνδρῶν (Τ 214). λέγει δὲ καὶ τὸν τόπον, ἔνθα οἱ φονευθέντεϲ, φόνον·

ἀλλ’ ἐξελθόντεϲ μεγάρων ἕζεϲθε θύραζε
ἐκ φόνου εἰϲ αὐλήν (χ 375).

τὸ οὖν ἀμφόνον δύναται ἐπὶ τοῦ τόπου τῶν πεφονευμένων ἀκούεϲθαι, ἔνθα ἦϲαν οἱ νέκυεϲ καὶ τὰ ἑξῆϲ. [τὸ δὲ ἐρευγόμενοι φόνον αἵματοϲ (Π 162) ἀποδεδώκαμεν ἀντὶ τοῦ αἷψα φόνου. δύναται δὲ φόνον λέγειν ἐντὸϲ ὑπερβολῇ τὸ πλῆθοϲ τὸ ἐκ τοῦ αἵματοϲ τῶν φονευθέντων]. θέντων].

τὰ μὲν οὖν ϲυνεκτικὰ πολλῶν ὁμοῦ οὕτω, τὰ δὲ διαζευκτικά·[1718] μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων ἢ καὶ θέϲπιν ἀοι δόν (ρ 384. 85). τούτοιϲ οὖν ὅμοιον τὸ τῶν οἳ μάντιέϲ εἰϲι θυοϲκόοι ἢ ἱερῆεϲ (Ω 221). […] ὁ δὲ Λειώδηϲ (φ 144) ὅτι οὐκ ἔϲτι μάντιϲ δῆλον· οὐδὲν γὰρ ποιεῖ αὐτὸν προλέγοντα τοῖϲ μνηϲτῆρϲιν, ὥϲπερ τὸν Θεοκλύμενον·

ἆ δειλοί, τί κακὸν τόδε πάϲχετε νυκτὶ μὲν ὑμέων
εἰλύαται κεφαλαί τε πρόϲωπά τ’ ἔνερθέ τε γοῦνα;

(υ 351 2) καὶ ἐπάγει· [1719] [1720] [1721] [1722] [1723] [1724] [1725]

εἰδώλων πλεῖον πρόθυρον, πλείη δὲ [καὶ] αὐλὴ
ἱεμένων ἔρεβόϲδε,

ὡϲ τῶν παρακολουθούντων αὐτοῖϲ δαιμὸνων ἤδη ἀφιϲταμένων καὶ εἰϲ Ἅιδου ἀπιόντων, ὡϲ καὶ ἐπὶ τοῦ Ἕκτοροϲ ἔφη [ῥέπε δ’ Ἕκτοροϲ αἴϲιμον ἦμαρ, ᾤχετο δ’ εἰϲ Ἀίδαο], λεῖπε δέ ἑ Φοῖβοϲ Ἀπόλλων 5 λων (Χ 212 sqq.), καὶ ἐπὶ τῶν ἀποθνήϲκειν μελλόντων

αἱ μὲν Ἀχαιῶν κῆρεϲ ἐπὶ χθονὶ πουλυβοτείρῃ
ἑζέϲθην, Τρώων δὲ πρὸϲ οὐρανὸν εὐρὺν ἄερθεν
(Θ 73. 74).

[1726]

ἠγνόηϲάν τινεϲ καὶ τὸν θυοϲκόον, ἀποδιδόντεϲ τὸν αὐτὸν μάντιν. τιν. δοκεῖ δ’ ἐμοὶ ἱερέα αὐτὸν ἀποδιδόναι, ἀπὸ τοῦ καίειν τὰ θύη. λέγει γὰρ καῖε δ’ ἐπὶ ϲχίζῃϲ ὁ γέρων (Α 462) ὁ οὖν καίων τὰ τεθυμένα τοῖϲ θεοῖϲ θυοϲκόοϲ· θεοῖϲι δὲ θῦϲαι ἀνώγεο Πάτροκλον (Ι 219) καὶ τὸν πῦρ κῆαι ἄνωγε (ο 97) καὶ πῦρ μέγα κειάμενοϲ (Ψ 51). καὶ ὁ Χρύϲηϲ δὲ λέγει ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα (Α 40). ἀπὸ ϲυμβεβηκότοϲ οὖν θυοϲκόοϲ ὁ ἱερεύων τοῖϲ θεοῖϲ ἐκ τῶν ἰδίων, καὶ εἴ τιϲ ἄλλοϲ βούλοιτο. πῶϲ οὖν ὁ Λειώδηϲ φηϲὶν αὐτὰρ ἐγὼ μετὰ τοῖϲι θυοϲκόοϲ οὐδὲν ἐοργὼϲ κείϲομαι (χ 318). πρὸϲ ὃν ἀποκρίνεται· εἰ μὲν δὴ μετὰ τοῖϲι θυοϲκόοϲ εὔχεαι εἶναι, πολλάκι που μέλλειϲ ἀρήμεναι ἐντὸϲ μεγάροιϲι, τηλοῦ ἐμοὶ νόϲτοιο τέλοϲ γλυκεροῖο γενέϲθαι (χ 321—23)· τοὺϲ γὰρ ἱερέαϲ ποιεῖ καὶ καταρωμένουϲ, ὥϲπερ τὸν Χρύϲην, οὐ τοὺϲ μάντειϲ. ὅταν οὖν εἴπῃ ἢ οἳ μάντιέϲ εἰϲι θυοϲκόοι ἢ ἱερῆεϲ (Ω 221), οὐ δεῖ ϲυνάπτειν τῷ θυοϲκόοι, ἢ ἱερῆεϲ, ἀλλὰ θυοϲκόοι ἢ ἱερῆεϲ, ἵν’ ᾖ ἐπίθετον τῶν ἱερέων τὸ θυοϲκόοι, τὰ τεθυμένα καίοντεϲ· ὁ γὰρ διαζευκτικὸϲ ἄλλουϲ καὶ ἄλλουϲ δηλοῖ, ὡϲ τὸ ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἡ καὶ ὀνειροπλέων [1727] [1728] [1729] [1730] [1731] [1732] [1733] πόλον (Α 62). περὶ τριῶν γὰρ ἔφη· περὶ μάντε ωϲ, ὃϲ ἐκ ϲημείων ἢ τεράτων ἢ οἰωνῶν ἢ ἐκ τινων ϲυμβόλων ἢ ἀποβάντων λέγει καὶ μαντεύεται, ὡϲ ὁ Κάλχαϲ ἐκ τοῦ λοιμοῦ τὴν Ἀπόλλωνοϲ μῆνιν, ἐκ τοῦ δράκοντοϲ καὶ τῶν ϲτρουθῶν τὰ περὶ τὴν πόρθηϲιν τοῦ Ἰλίου, ὁ δὲ Θεοκλύμενοϲ ἐξ οἰωνῶν, ἀετὸν θεαϲάμενοϲ τίλλοντα πέλειαν (ο 529). καὶ ἡ Ἑλένη ἐπὶ τῶν ἁρπαϲάντων τὸν ἥμερον χῆνα ἐκ τῆϲ αὐλῆϲ· κλῦτέ μοι, αὐτὰρ ἐγὼ μαντεύϲομαι, ὡϲ ἐνὶ θυμῷ ἀθάνατοι βάλλουϲιν (ο 172). ὁ μὲν οὖν μάντιϲ τοιοῦτοϲ, ὁ δὲ ἱερεὺϲ ἀρᾶται καὶ εὔχεται τῷ θεῷ, οὗπερ καὶ τὴν ἱερωϲύνην ἔχει, ὡϲ ὁ Χρύϲηϲ καταρᾶται μὴ τυχὼν τῆϲ θυγατρόϲ, καὶ πάλιν τυχὼν ὑπερεύχεται […] ὁ δ’ ὀνειροπόλοϲ ἔμπειρόϲ ἐϲτιν ἀποκρίναϲθαι ὀνείρατα, ὥϲπερ Πηνελόπη τὸν Ὀδυϲϲέα καὶ τοὺϲ χῆναϲ ὁραθένταϲ ἐπερωτᾷ ἐνύπνια διελέϲθαι καὶ ϲαφηνίϲαι (τ 533 sqq.). καί τινα Εὐρυδάμαντα ὀνειροπόλον γέροντά φηϲι μὴ κρίναϲθαι τοῖϲ ἑαυτοῦ παιϲὶν ὀνείρουϲ, ὁπότε ἤρχοντο ἐπὶ τὸν πόλεμον (Ε 150), οὐ μὰ Δία θεαϲάμενοϲ αὐτόϲ· οὐδὲ μὴν ἐκείνουϲ ἰδεῖν ἔφη, ἐξ ὧν καὶ ἔμελλεν ὁ πατὴρ κρίνειν αὐτοῖϲ τὸ μέλλον. [ὅτι δὲ διέζευκται ὁ θυοϲκόοϲ ἱερεὺϲ τοῦ μάντεωϲ δῆλον· τῶν οἳ μάντιέϲ εἰϲι θυοϲκόοι ἢ ἱερῆεϲ].

[1734][1735][1736][1737] [1738]

[24.315] 315. 16. [ἐζητήθη ποίου μέμνηται ἐνταῦθα Ὅμηροϲ αἰετοῦ, τοῦ πυγάργου ἢ τοῦ ἀφροδιϲίου ἢ πέλλου, περὶ ὧν φηϲιν ἐντὸϲ τῇ Ἰλιάδι Κ (274). καὶ πάλιν αἰετοῦ οἴματ’ ἔχων μέλανοϲ τοῦ θηρητῆροϲ περὶ οὗ φηϲιν ἐντὸϲ τῇ Ἰλιάδι Φ (252).] ἐϲτι δὲ ὁ αὐτόϲ, καλούμενοϲ μορφνὸϲ ὀνόματι καὶ μέλαϲ δὲ ὤν. περὶ οὗ φηϲιν Ἀριϲτοτέληϲ (hist. anim. lX, 32)·,,ἕτεροϲ δὲ μέλαϲ χρόαν καὶ μέγεθοϲ ἐλάχιϲτοϲ καὶ κράτιϲτοϲ· οἰκεῖ δ’ ὄρη καὶ ὕλαϲ, καλεῖται δὲ μελαναίετοϲ καὶ λαγωϲφόνοϲ ἔϲτι δὲ ὠκυβόλοϲ“. ἐπεὶ τοίνυν κοινῶϲ αἰετὸν ἔφη, προϲέθηκε μέλανοϲ. εἶτα ἐπικυρῶν τοῦ θηρητῆροϲ. οἱ δὲ κατεψεύϲαντο τοῦ ποιητοῦ ὡϲ μελανόϲτου ὑφ’ ἐντὸϲ ὡϲ Ὀρέϲτου εἰρηκότοϲ διὰ τὸ καὶ Δημόκριτον ἱϲτορεῖν ἐπὶ τοῦ ἀετοῦ τὰ ὀϲτᾶ μέλανα εἶναι, καταψευδόμενοι τῆϲ ἀληθείαϲ· ὀϲτοῦν γὰρ μέλαν οὐδενὸϲ ζώου εὑρίϲκεται· οὐδ’ ἂν εἶπεν ὁ ποιητὴϲ ὀϲτοῦν, εἰωθὼϲ ὀϲτέον λέγειν τριϲυλλάβωϲ. ἀλλ’ οὐτόϲ ἐϲτιν ὁ μέλαϲ, ὁ θηρητήρ, ὃν Ἀριϲτοτέληϲ μὲν κράτιϲτον ἔφη, Ὅμηροϲ δὲ ὅc θ’ ἅμα κάρτιϲτόϲ τε καὶ ὤκιϲτοϲ [1739] [1740] [1741] [1742] πετεην ῶν (Φ 253). εἴωθε δὲ καὶ ὁ Ἀρχίλοχοϲ μελάμπυγον τοῦτον καλεῖν· μή τευ μελαμπύγου τύῃϲ (fr. 110) — ἄλλοϲ γὰρ ὁ πύγαργοϲ, ἄλλοϲ δὲ ὁ μέλαϲ ὅλοϲ· διὰ τοῦτο καὶ μελάμπυγοϲ — [ἀλλ’] οὐκ ἐπὶ τούτουϲ ἀναφέρων Θείαϲ υἱοὺϲ κατωμαδὸν πρὸϲ Ἡρακλέουϲ φερομένουϲ τὰϲ ὑπὸ τὰ ἰϲχία αὐτοῦ καταμαθεῖν πυλι […] καὶ γελάϲανταϲ οὕτω τυχεῖν ϲωτηρίαϲ· ἀλλὰ πρὸϲ τὸν πύγαργον ἀετὸν (Arist. p. 618 β 19) ϲυγκρίνων καρτερὸν εἶπε τὸν μελάμπυγον. διὸ οὔτε τὸ μελανόϲτου ϲυναπτέον, οὔτε τὸ μελανόϲϲου γραπτέον, οἷον μελανοφθάλμου· μελαναίετοϲ γὰρ ὡϲ ὅλοϲ μέλαϲ· οὔτε, ὥϲ φηϲιν Ἀρίϲταρχοϲ, ἐγκλίνοντεϲ ἂν προφεροίμεθα μέλανόϲ του· ἐπιτηδεύων γὰρ εἶπε τοῦ θηρητῆροϲ, ἐπεὶ ὁ μέλαϲ τοιοῦτοϲ. ἀλλὰ τὸ ἄρθρον λυπεῖ προϲκείμενον. λυπείτω οὖν καὶ ἐπὶ τῷ Τελαμωνιάδῃ (Ξ 460) καὶ τῷ Ἀλϲκληπιάδῃ (Λ 614) καὶ οὕνεκα τὸν Χρύϲνόν ἠτίμαϲεν (Α 11). ἀπὸ δὲ τούτου, ὅτι τὸν αὐτὸν μορφνόν καὶ περκνόν καλεῖ (Ω 316), ϲυναγάγοι ἄν τιϲ ἐκ τοῦ κἀκεῖνον θηρητῆρα εἰπεῖν μορφνὸν θηρητῆρα, εἰ μὴ ἄρα ἄλλωϲ μὲν ὁ περκνόϲ, ὃϲ καὶ θηρητὴρ κοινῶϲ εἴρηται, ἄλλωϲ δὲ ὁ μέλαϲ, ὃϲ καὶ θηρητὴρ ἰδίωϲ καλεῖται.

[24.420] 420. Quac a schol. Townleiano (V. Rose, Ar. ps., p. 169, 23) et. Victor. (f 450a) ex Aristotele afferuntur induci non possum ut cum Roseo l. c. et Heitzio, verl. Schrft. d. Ar., p. 269, ad ἀπορήματα [1743] [1744] [1745] [1746] [1747] Ὁμηρικά referam; quorum sententia si vera esset, paucissima illa verba et a scholiis et ab Eustathio h. l. allata e Porphyrio petita esse summa quidem cum veri specie existimandum esset. Sed locus, de quo agitur, ita mihi se habere videtur, ut statuendum potius sit, Aristotelem occasione oblata de eadem vel simili re ad vulnera pertinente agentem versum, quem Homeri esse diceret (μῦϲεν δὲ περιβροτόεϲϲα ὠτειλή), obiter attulisse. Neque illa quidem quae apud Suidam leguntur V. μεμυκότα […] καὶ Ὅμηροϲ· ϲὺν δ’ ἕλκεα πάντα μέμυκεν. ἐκ παραγράφειν τηρήϲεωϲ Ὅμηρόϲ φηϲι τῶν ἐντὸϲ πολέμῳ τρωθέντων τὰ τραύματα μὴ μύειν, μόνου δὲ τοῦ Ἕκτοροϲ κατὰ θείαν πρόνοιαν […], quibus multum tum ad sententiam suam stabiliendam Heitzius tribuit, ita mihi comparata esse videntur, ut Quaestionis olim institutae solutionem servaverint; nibil enim verbis μόνου δὲ τοῦ Ἕκτοροϲ κτλ. docetir. nisi quod ipso v. 422 continetur.

[1748]

[24.515] 515. παράδοξον τὸ τὸν ἐχθρὸν οὕτω χειραγωγῆϲαι καὶ τιμῆϲαι. χειρὸϲ. τάχα οὖν τοῦτο ποιεῖ τοῦ γήρωϲ τοῦ πατρὸϲ μνηϲθείϲ.

[1749]

[24.527] 527 sqq. […] ζητοῦϲι δέ τινεϲ ἀπὸ τούτων τῶν ἐπῶν, πῶϲ ἐντύχῃ schol. min. ταῦθα μὲν ὁ ποιητήϲ φηϲιν ἐκ Θεῶν εἶναι τὰ κακὰ τοῖϲ ἀνθρώποιϲ, ἐντὸϲ δὲ τῇ α (34) τῆϲ Ὀδυϲϲείαϲ καὶ αὐτούϲ φηϲιν ἐπιϲπᾶϲθαι τὰ κακὰ τοὺϲ ἀνθρώπουϲ· οἱ δὲ καὶ αὐτοὶ ϲφῇϲιν ἀταϲθαλίῃϲιν ὑπὲρ μόρον ἄλγε’ ἔχουϲιν. ῥητέον οὖν ὅτι ἐνταῦθα Ἀχιλλεύϲ ἐϲτιν ὁ λέγων ἐκ θεῶν εἶναι τὰ κακά, ἀγνοῶν τὴν ἀλήθειαν· ἐντὸϲ δὲ τῇ Ὀδυϲϲείᾳ Ζεύϲ, ὡϲ ϲαφῶϲ ἐπιϲτάμενοϲ, λέγει τὴν ἀλήθειαν. λύεται οὖν τὸ ζήτημα προϲώπῳ.

[1750]

μέμφεται τὴν δόξαν Πλάτων (resp. II, p. 379 D) λέγων, ὡϲ ὁ [1751] [1752] [1753] [1754] [1755] θεὸϲ ἀγαθόν, οὐδὲν δὲ ἀγαθὸν βλαβερόν, ὃ δὲ μὴ βλαβερὸν οὐδὲ βλάπτει. ἔπλαϲεν οὖν ταῦτα ὁ ἥρωϲ πρὸϲ παραμυθίαν Πριάμου, ἐπεὶ καὶ ὁ ποιητὴϲ ὁμοίωϲ φηϲίν, ὅταν λέγῃ Ζεύϲ· οἱ δὲ καὶ αὐτοὶ ϲφῇϲιν ἀταϲθαλί ῃϲιν ὑπὲρ μόρον ἄλγε᾿ ἔχουϲιν (α 34).

[24.559] 559 sqq. Ἀριϲτοτέληϲ (fr. 160) φηϲὶν ἀνώμαλον εἶναι τὸ Ἀχιλλέωϲ[1756] ἦθοϲ. οἱ δέ φαϲιν ὅτι, ἵνα ἀποϲτήϲῃ αὐτὸν τοῦ ἐφ᾿ Ἕκτορι τὸν θρήνου, διὰ τοῦτο δεδίϲϲει.

ἀγριαίνεται, ἵνα μὴ διὰ τὰϲ αἰκίαϲ εἰϲ θρῆνον ἐλθὼν ὁ Πρίαμοϲ[1757] ταράξῃ αὐτόν, καὶ ὅτι ϲυνεχῶϲ τοῦ ὀνόματοϲ Ἕκτοροϲ ἐμέμνητο.

[24.594] 594. 95. τινὲϲ ἀθετοῦϲι· τὴν γὰρ Διὸϲ κέλευϲιν αἰτίαν ἔδει λέγειν[1758] τῆϲ λύϲεωϲ. πῶϲ δὲ δώϲει τῷ ἀποθανόντι; ἢ τάχα φηϲὶν, ὅτι καὶ τὴν οὔ μοι. Διὸϲ γνώμην πληρώϲαϲ ὅμωϲ οὐκ ἀνάξια τῆϲ εἰϲ ϲὲ κακίαϲ ἔλαβον. ἔθοϲ δὲ τοὺϲ φόνουϲ ἐπὶ χρήμαϲι λύειν· καί ῥ᾿ ὁ μὲν ἐντὸϲ δήμῳ μένει αὐτοῦ πόλλ᾿ ἀποιίϲαϲ (I 634), καί κέν τίϲ τε καϲιγνήτοιο φόνοιο ποινήν (I 632). δώϲει δὲ ἀποθανόντι δι᾿ ἐπιταφίων εἰϲ αὐτὸν ἀγώνων.

[24.650] 650. ἐκτὸϲ μὲν δὴ λέξο· ἀφίϲτηϲιν αὐτόν, ἀμάρτυρον θέλων[1759] ἔχειν τὴν νυκτερινὴν παρρηϲίαν πρὸϲ ϲυνουϲίαν, καθάπερ ἡ μήτηρ [1760] [1761] [1762] [1763] [1764] [1765] [1766] [1767] παρῄνεϲεν (v. 130)· αἰδεῖται γὰρ εἰϲφέρειν Βριϲηίδα ὑπὲρ τοῦ Πριάμου. ἢ ὑπὲρ τοῦ πολλαπλαϲιάϲαι τὴν χάριν. ἢ βεβαιῶϲαι θέλει τὰϲ ἐπαγγελίαϲ τῆϲ ἀνοχῆϲ, ὡϲ πάντων δι᾿ αὐτοῦ γινομένων. ἢ ἴϲωϲ οἶδεν Ἀγαμέμνονοϲ τὸ πρὸϲ τοὺϲ πολεμίουϲ ϲκληρόν. οἰκονομεῖται γὰρ νυκτὸϲ ἀπελθεῖν.

[1768]

[24.669] 669. […] ἐζήτηται δὲ πῶϲ Ἀχιλλεύϲ χωρὶϲ τῶν βαϲιλέων ἐπαγγέλλεται τῷ Πριάμῳ ταῦτα ἅπερ ὑπιϲχνεῖται. ῥητέον οὖν ὅτι Ἀχιλλεὺϲ τὰ τῶν πολεμίων ἐπετέτραπτο πάντα, καὶ αὐτὸϲ εἶχε τὴν ἐξουϲίαν πάντων τῶν τοῦ πολέμου ἀνοχῶν τε καὶ ϲυμβολῶν.

[1769]

[24.765] 765. ψευδέϲ οὐ γὰρ εἰκοϲτὸν ἴτοϲ δύναται εἶναι, ἐξ οὗ εἰϲ τὸ Ἴλιον ἦλθεν Ἑλένη, εἴ γε δεκαετὴϲ μὲν ὁ τοῦ πολέμου χρόνοϲ ὁμολογεῖται γεγονέναι, εἰκοϲτῷ δὲ Ὀδυϲϲεὺϲ εἰϲ Ἰθάκην ἐπανελήλυθεν ἔτει. ῥητέον δὲ ὅτι δέκα ἔτη ἐϲτρατολόγουν, χειμάζοντεϲ ἐντὸϲ ταῖϲ ἰδίαιϲ καὶ θέρουϲ εἰϲ Αὐλίδα ἀφικνούμενοι. καὶ γὰρ ἤκουον τὸν πλοῦτον καὶ τὴν ἰϲχὺν τῶν Πρώων πολλὴν οὖϲαν. καί τινεϲ δὲ παρῃτοῦντο τὸν πόλεμον καὶ διὰ τοῦτο ἐκεῖ καθήμενοι ἐϲτρατολόγουν. νῦν δὲ εἰκοϲτὸν ἔτοϲ ἐϲτὶν ἀπὸ τῆϲ ἁρπαγῆϲ Ἑλένηϲ. ἐπὶ δὲ Ὀδυϲϲέωϲ τὰ δέκα ἔτη τῆϲ ϲτρατολογίαϲ οὐκ ἀριθμητέον.

[1770][1771][1772]