Pular para o conteúdo

Ὁμηρικὰ ζητήματα

Porfírio · Capítulo 23. Ψ

Capítulo 23. Ψ

[1655] [23.71]

71 Πῶϲ ὁ μὲν Πάτροκλοϲ λέγει· θάπτε με ὅττι τάχιϲτα, θάπτε με. πύλαϲ Ἀίδαο περήϲω, εἰπὼν δὲ καὶ τὴν αἰτίαν προϲτίθηϲι δι’ ἣν [1656] [1657] [1658] [1659] [1660] ταφῆναι (τῆλέ με εἴργουϲι ψυχαὶ εἴδωλα καμόντων), ἐντὸϲ δὲ τῇ Ὀδυϲϲείᾳ, ἀποθανόντων τῶν μνηϲτήρων πρὶν ταφῆναι, φηϲὶν

Ἑρμῆϲ δὲ ψυχὰϲ Κυλλήνιοϲ ἐξεκαλεῖτο
ἀνδρ ῶν μνηϲτήρων (ω l. 2),

εἶτα ἄγει λαβὼν αὐτὰϲ εὐθὺϲ εἰϲ Ἅιδου, κἀκεῖ τοῖϲ περὶ τὸν Ἀλαμέμνονα ἐντυγχάνουϲιν εἰ γὰρ οἱ ἄταφοι τοῖϲ ἄλλοιϲ οὐ μίγνυνται νεκροῖϲ, ἐνταῦθα δὲ πληϲιάϹουϲιν, μὴ ἐναντίωμα ᾖ. λύεται δὲ τοῦτο ἐκ τοῦ προϲώπου· τὰ μὲν γὰρ περὶ τοὺϲ μνηϲτῆραϲ ὁ ποιητὴϲ ἀπεφήναιο, καὶ τὸ ἀληθὲϲ οὕτωϲ ἔχει· τὰ δὲ ἕτερα φανταϲθῆναί φηϲι τὸν Ἀχιλλέα, εἴτε ἀληθῶϲ ἐπιϲτάντοϲ αὐτῷ εἴτε καὶ ἄλλωϲ τοῦτο νομίϲαντα.

[23.170] 170. Quae ab Eustathio, p. 1294, 14, Porphyriana afferuntur e libro de Antro Nympharum, cap. 18, petita sunt.

[23.259] 259. Scholium quod h. l. in codd. B⟩ L legitur, de quo pauca ad p. 5, 5 sqq. attuli, re diligentius pensitata non h. l. sed Ω 221 edendum esse videtur.

[23.269] 269. διὰ τί Ἀχιλλεὺϲ ἐντὸϲ τῷ τετάρτῳ ἀγῶνι πλεῖϲτον ἀποδίδωϲιν.[1661] ἆθλον· τὰ γὰρ δύο τάλαντα τοῦ χρυϲοῦ πλεῖον ἵππου καὶ γυναικὸϲ. […] ὅτι δὲ οὐϲ ὀλίγον ἦν, ϲῆμα ὅτι ἐντὸϲ Λιταῖϲ προτίθηϲι δέκα τάλαντα [1662] [1663] [1664] [1665]χρυϲοῦ πρὸϲ πολλῇ προικί (Ι 122). λύων οὖν ὁ Ἀριϲτοτέληϲ τὸ τάλαντον οὔτε ἴϲον φηϲὶ τότε καὶ νῦν εἶναι οὔτε ἀφωριϲμένῳ χρῆϲθαι ϲταθμῷ, ἀλλὰ μέτρον τι μόνον εἶναι, ὡϲ καὶ φιάλη ϲχῆμά τι ἀφωριϲμένον οὐκ ἔχον ϲταθμόν, μέτρον δέ τι. καὶ τὸ τάλαντον δὲ μέτρον τί ἐϲτι, πόϲον δὲ οὐκέτι ἀφωριϲμένον· διὸ καὶ τὸ ἀντικείμενον αὐτοῖϲ ὑπερφίαλον καὶ ἀτάλαντον. ὥϲπερ γὰρ τὸ ὑπερφίαλον τὸ πολὺ ϲημαίνει καὶ ἄμετρον, ὡϲ τῆϲ φιάληϲ ἐμμέτρου οὔϲηϲ (ὑπερφίαλοϲ γὰρ ὁ ὑπερβάλλων τῇ ἀμετρίᾳ τὸ μέτρον τῆϲ φιάληϲ), οὕτω καὶ ἀτάλαντοϲ ὁ ἐξῃρημένοϲ τοῦ μέτρου τοῦ κατὰ τὸ τάλαντον. ὁ δὲ ἐκ τῶν ἀνίϲων (ἐκβεβηκὼϲ ἴϲοϲ ἂν εἴη. ὁ γὰρ οὐκ ἄνιϲοϲ, οὗτοϲ καὶ ἀτάλαντοϲ, ὁ τὸ ἄνιϲον τῶν ταλάντων μὴ ἔχων. διὸ καὶ ἴϲοϲ. ὃ γὰρ ἐντὸϲ ἄλλοιϲ ἔφη ἶϲοϲ Ἐνυαλίῳ (Χ 132), τοῦτο δεδήλωκεν ἐντὸϲ τῷ ἀτάλαντοϲ Ἄρηι (e. c. B⟩ 627).

[1666][1667][1668][1669]

[23.296] 296 sqq. ἀπεϲέμνυνε τὴν ἵππον οὕτωϲ αὐτὴν εὐγενίϲαϲ ὥϲτε καὶ[1670] δῶρον ἀϲτρατείαϲ δοθῆναι. κρείττονα ⟨κρεῖττον L⟩ δὲ ἡγήϲατο πολεμικὴν κὴν ἵππον ὑπὲρ ἀπὸλεμον ἄνθρωπον Ἀγαμέμνων.

[23.422] 422. οὐ δεῖ δυϲχεραίνειν, εἰ τῶν νῦν παιδευτῶν τοὺϲ πολλοϲ[1671] λανθάνει τινὰ τῶν Ὁμηρικῶν, ὅπου καὶ τὸν δοκοντα εἶναι ἀκριβέϲτα τὸν καὶ πολυγράμματον Καλλίμαχον ἔλαθεν ἡ διαφορὰ τῆϲ ἁρματροχίαϲ. ἣν ἔχει πρὸϲ τὴν χωρὶϲ τοῦ ρ λεγομένην ἀματροχίαν. ἔϲτι δὲ ἁματροχία τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεϲθαι, οἷον ὁμοδρομία τιϲ οὖϲα· τρόχουϲ γὰρ τοὺϲ δρόμουϲ ἔλεγον, ἁρματροχία δὲ τῶν τροχῶν τὸ ἴχνοϲ. ἄμφω δὲ παῤ Ὁμήρῳ κεῖται, τὰϲ δυνάμειϲ αὐτοῦ τοῦ ποιητοῦ ἐξηγηϲαμένου. ὅτι γὰρ τὸ ἅμα τρέχειν δηλοῖ ἡ ἁματροχία, παρίϲτηϲιν ἐπὶ τοῦ Μενελάου λέγων τῇ ῥ᾿ εἶχε Μενέλαοϲ ἁματροχίαϲ ἀλεείνων (Ψ 422)· ὑπελείπετο γὰρ διὰ τὸν ῥωχμὸν τῆϲ γῆϲ καὶ τὴν ῥῆξιν τὴν ϲυνέμπτωϲιν ϲιν τοῦ δρόμου φυλαττόμενοϲ. τοῦτο γὰρ μεταλαβὼν ἐντὸϲ ἄλλοιϲ ἐξηγήϲατο ηγήϲατο εἰπὼν αἰὲν ὁμοϲτιχάει (Ο 635). καὶ ἐπὶ τοῦ Εὐμαίου δὲ ἐχομένου τῆϲ τροφοῦ καὶ ϲυμβαδίζοντοϲ μετὰ δρόμου αὐτῇ φηϲι (ο 455. 51)· [1672] [1673] [1674] [1675] [1676] [1677]

παῖδα γὰρ ἀνδρὸϲ ἐῆοϲ ἐνὶ μεγάροιϲ ἀτιτάλλω,
κερδαλέον δὴ τοῖον, ἁματροχόωντα θύραζε,

τουτέϲτιν ἤδη μοι ἔξω ϲυντρέχειν δυνάμενον καὶ βάδην ϲὺν μοὶ πορευόμενον, οὐκ ἐπικολπίδιον·

ἡ δέ με χειρὸϲ ἑλοῦϲα δόμων ἐξῆγε θύραζε (ο 165).

ἁματροχία μὲν οὖν οὕτωϲ. μετὰ δὲ τοῦ ρ ἁρματροχία ὅτι τὸ ἀπὸ τῶν τροχῶν δηλοῖ, αὐτὸϲ πάλιν παρίϲτηϲι λέγων·

οὐδέ τι πολλὴ
γίνετ’ ἐπιϲϲώτρων ἁρματροχίη κατόπιϲθεν
ἐντὸϲ λεπτῇ κονίη (Ψ 504)·

διὰ γὰρ τὸ λεπτὸν καὶ ὀλίγον τῆϲ κόνεωϲ μὴ πολὺ γίνεϲθαι τὸ τῶν ἐπιϲϲώτρων ἴχνοϲ φηϲίν. ἐξηγήϲατο δὲ πῶϲ γίνεται ἴχνοϲ, ὅτι λειπόμενον μενον ὀπίϲω τοῦ ἱεμένου εἰϲ τὸ ἔμπροϲθεν. ἀγνοήϲαϲ δὲ ταῦτα ὁ Καλλίμαχόϲ φηϲιν (fr. CXXXV)·

ἀλλὰ θεόντων
ὡϲ ἀνέμων, οὐδεὶϲ εἶδεν ἁματροχίαϲ.

βούλεται μὲν γὰρ εἰπεῖν, ὡϲ οὐδεὶϲ εἶδεν ἴχνοϲ διὰ τὸ θεῖν ὡϲ ἀνέμουϲ· ἁματροχίαι δὲ οὐ δηλοῦϲι τὰ ἴχνη τῶν θεόντων ἁρμάτων, ἀλλ’ αἱ μετὰ τοῦ ρ λεγόμεναι ἁρματροχίαι.

[1678]

[23.451] 451. καὶ πῶϲ ἐκτὸϲ ὄνταϲ ἀγῶνοϲ ὁ ἀγωνοθετῶν Ἀχιλλεὺϲ διαλύει λύει (v. 491); ἴϲωϲ οὗν αἰϲθόμενοϲ διαπληκτιζομένων ἀναϲτὰϲ κωλύει […]

[1679]

[23.638] 638. 39. […] ζητεῖται γὰρ τί ἐϲτι τὸ πλήθει πρόϲθε βαλόνκαὶ καὶ ὁποῖοί τινεϲ ἦϲαν τὴν φύϲιν, ὡϲ λέγεϲθαι ἐπ᾿ αὐτῶν οἱ δ᾿ [1680] [1681] [1682] [1683] [1684] ἄῤ ἔϲαν δίδυμοι, τίϲ τε τῆϲ ἁρματηλαϲίαϲ ὁ τρόποϲ, καὶ τί τὸ τῆϲ νίκηϲ αἴτιον. Αὐτόδωροϲ μὲν οὖν ὁ Κυμαῖοϲ τὴν μὲν φύϲιν αὐτῶν, οἵα τίϲ ποτέ ἐϲτιν, οὐ προϲποιεῖται, τινὰϲ δέ φηϲι λέγειν ὅτι ἅρματα πλείονα καθῆκαν εἰϲ τὸν ἀγῶνα, οἷϲ ἐνεπόδιζον τὰ τῶν ἀντιπάλων, καὶ τοῦτο εἶναι τὸ πλήθει πρόϲθε βαλόντεϲ. ἄλλοι δέ φαϲι πρὸϲ τὴν ἄφεϲιν τῶν ἁρμάτων ϲυνηγωνίϲθαι τοῖϲ Ἄκτοροϲ υἱοῖϲ τοὺϲ ἀθλοθετοῦνταϲ, θετοῦνταϲ, διόπερ ἀφῆκαν πολὺ προλαβεῖν τὰ τούτων ἅρματα, καὶ τουτέϲτι τὸ πλήθει πρόϲθε βαλόντεϲ. Ἀρίϲταρχοϲ δὲ διδύμουϲ ἀκούει οὐχ οὕτωϲ ὡϲ ἡμεῖϲ ἐντὸϲ τῇ ϲυνηθείᾳ νοοῦμεν, οἷοι ἦϲαν καὶ οἱ Διόϲκοροι, ἀλλὰ τοὺϲ διφυεῖϲ, δύο ἔχονταϲ ϲώματα, Ἡϲιόδῳ (fr. XCIX) μάρτυρι χρώμενοϲ, καὶ τοὺϲ ϲυμπεφυκόταϲ ἀλλήλοιϲ. οὕτωϲ γὰρ καὶ τὸ λεγόμενον ἐπ’ αὐτῶν ϲαφηνίζεϲθαι ἄριϲτα· ἀναϲτάντοϲ γὰρ δὴ τοῦ Νέϲτοροϲ ἐπὶ τὸν ἀγῶνα καὶ αὐτὺϲ ἀναϲτῆναι, εἶτα τὸν μὲν Νέϲτορα λέγειν ὡϲ οὐ δίκαιοι εἶεν ἀγωνίζεϲθαι παρηλλαγμένοι τὴν φύϲιν ὄντεϲ· ὁ δὲ δῆμοϲ ϲυναγωνίζοιτο αὐτοῖϲ, καὶ λέγοι ὡϲ εἶεν εἰϲ ἀμφότεροι καὶ διὰ τοῦτο ὀφείλοιεν ἑνὸϲ ἐπιβαίνειν ἅρματοϲ ἅτε δὴ ϲυμπεφυκότεϲ, καὶ κρατοῖέν γε οἱ πολλοί, καὶ τοῦτο εἶναι τὸ πλήθει πρόϲθε βαλόντεϲ.

[23.824] 824. 25. διὰ τί προκρίνει Αἴαντοϲ; διὰ τὴν ϲτάϲιν· θραϲὺϲ γὰρ[1685] ὢν οὐκ ἂν ἠνέϲχετο, ἢ καὶ ἔτι πολεμῆϲαι ἠθέληϲεν.

[1686][1687][1688][1689] [1690]

[23.826] 826. […] διὰ τί δὲ μὴ ποιεῖ καὶ δευτερεῖα ὅτι μὴ μέγα ἦν τὸ κατόρθωμα, θωμα, ἀλλὰ καὶ μεμπτὸϲ ὁ ἀπολειπόμενοϲ, ὁ δὲ νικήϲαϲ εἶχε τὸν ϲόλον [… …] διὸ οὐδὲ δευτερεῖα τίθηϲιν οὐ γὰρ ἦν αὐτὸν διαιρεῖν. ἢ ὡϲ καταφρονητικοῦ ἀϲκήματοϲ καὶ μὴ ἔχοντοϲ ἐνάρετον ἐπίδειξιν.

[1691]

[23.859] 859. καὶ πῶϲ φηϲιν Ὁδυϲϲεὺϲ οἶοϲ δή με Φιλοκτήτηϲ ἀπεκαίνυτο καίνυτο τόξῳ (θ 219); πρὸϲ τοὺϲ ἀγνωρίϲτουϲ καυχᾶται, ὡϲ καὶ τὸ δουρὶ δ’ ἀκοντίζω ὅϲον οὐκ ἄλλοϲ ὀιϲτῷ (θ 229).

[1692]

[23.862] 862 sqq. τί λέγει ἐντὸϲ τούτοιϲ τοῖϲ ἔπεϲι ζητήϲειεν ἄν τιϲ·

Τεῦκροϲ δὲ πρῶτοϲ κλήρῳ λάχεν, αὐτίκα δ’ ἰὸν
ἧκεν ἐπικρατέωϲ

καὶ τὰ ἑξῆϲ μέχρι τοῦ ἀτὰρ δὴ ὀιϲτὸν ἔχεν πάλαι ὡϲ ἴθυνεν (v. 862—71). οἱ μὲν ἔφαϲαν ϲπεύδοντα τὸν Μηριόνην ἑλκύϲαι τὸ τόξον τὸν ὀιϲτὸν ἔχοντα πάλαι ἐγκείμενον, δηλονότι ἐνηρμοϲμένον τῇ νευρᾷ· ϲημαίνει γὰρ διὰ τούτων ὅτι τοξεύοντοϲ τοῦ Τεύκρου εἱϲτήκει ὁ Μηριόνηϲ κρατῶν τὸ τόξον ἐντεταμένον, ἡρμοϲμένον ἔχων τὸν ὀιϲτὸν πάλαι ἐντὸϲ τῇ νευρᾷ· τότε δ’ εἵλκυϲε τὴν νευράν, ὡϲ ἴθυνε βέλοϲ. ἢ οὖν τοῦτο λέγει, ἢ ὅτι τὸ τόξον μὲν ἦν ἓν, ᾧ ἔμελλε τοξεύειν, βέλη δὲ δύο, ἑκατέρῳ ἑνὸϲ δοθέντοϲ. τὸν μὲν οὖν ὀιϲτὸν κατεῖχε πάλαι ὁ Μηριόνηϲ, ἕωϲ ἴθυνεν ὁ Τεῦκροϲ καὶ ἐτόξευε λαχὼν πρῶτοϲ· επεὶ δ’ ἀπετόξευϲε καὶ ἀπέτυχε, ϲπερχόμενοϲ ὁ Μηριόνηϲ ἐξείλετο τὸ τόξον ἐκ τῆϲ χειρὸϲ τοῦ Τεύκρου· τοῦτο γὰρ παρίϲτηϲι τὸ

ϲπερχόμενοϲ δ’ ἄρα Μηριόνηϲ ἐξείρυϲε χειρὸϲ
τόξον, ἀτὰρ δὴ ὀιϲτὸν ἔχεν πάλαι, ὡϲ ἴθυνεν,

[ἐνηρμοϲμένον τῇ νευρῇ ἐξείρυϲε τόξον, ὡϲ ἴθυνε τὸν ὀιϲτόν· εἶχε πάλαι δηλονότι ἐνηρμοϲμένον τῇ νευρᾷ]. ἀντιδιαιρεῖ γὰρ τί μὲν κατεῖχε πάλαι ὁ Μηριόνηϲ καὶ τί ὕϲτερον ἔλαβε· τὸν μὲν γὰρ ὀιϲτὸν εἶχε πάλαι ὡϲ ἴθυνε. πῶϲ οὖν πάλαι; τοϲοῦτόν φηϲι χρόνον ὡϲ ἴθυνεν ὁ Τεῦκροϲ πρῶτοϲ τοξεύων. τὸ δὲ τόξον ἐξείρυϲε χειρὸϲ, ὃ οὐ κατέϲχεν αὐτόϲ, τῆϲ τοῦ Τεύκρου. ϲπερχόμενοϲ δὲ διὰ τὸ ἁρπάζοντι ἐοικέναι, διὰ τὸ τάχοϲ τῆϲ πετομένηϲ περιϲτερᾶϲ.

[23.870] 870. ad v. 862 sqq.

[1693][1694][1695]