Pular para o conteúdo

Ὁμηρικὰ ζητήματα

Porfírio · Capítulo 22. Χ

Capítulo 22. Χ

[22.3] 3. Π 68.

[1614]

[22.36] 36. ἄξιον ζητήϲεωϲ, πῶϲ ἀπόντοϲ Ἀχιλλέωϲ μηδεὶϲ πολεμεῖ Ἕκμεμαὼϲ τορι. ἢ τάχα ϲυνεπορεύοντο αὐτῷ καὶ οἱ λοιποὶ ἀριϲτεῖϲ διώκοντι Ἀπόλλωνα. Μεγακλείδηϲ δέ φηϲι ταῦτα πάντα πλάϲματα εἶναι.

[22.38] 38."Γ 306.

[1615]

[22.71] 71. δοκεῖ τοῦτο προτρεπτικὸν εἶναι μᾶλλον ἐπὶ θάνατον ἢ ἀπονέῳ. τρεπτικόν· καίτοι φαίνεται βουλόμενοϲ πείθειν τὸν Ἕκτορα εἰϲιέναι εἰϲ τὸ τεῖχοϲ καὶ μὴ ὑπομένειν τὸν Ἀχιλλέα. ῥητέον δὲ ὕτι τῷ ἅπαξ ἀναγκαϲθέντι ἀποθανεῖν νέῳ τοῦτο ἔοικεν, ὁ δὲ τὸν ἐκ προπετείαϲ ὑφίϲτατο θάνατον. διό φηϲι ϲαφηνίζων τὸν νοῦν· πάντα δὲ καλὰ θανόν τι περ ὅττι φανήῃ (v. 73), ὡϲ ἄρα καλὸν τὸ ἀποθανεῖν ὑπὲρ πατρίδοϲ καὶ οἰκείων ἐπὶ λυϲιτελείᾳ τῶν προϲηκόντων, ἵν’ ᾖ· πάντα δὲ τὰ τῆϲ αἰκίαϲ καλά εἰϲι τῷ θανόντι, ἐὰν ἐκ τοῦ ἀποθανεῖν καλόν τι φανῇ καὶ λυϲιτελέϲ· ϲὺ δὲ, φηϲὶ, ῥιψοκινδύνωϲ ταῦτα βούλει παθεῖν, οὐκ ὠφελῶν τοὺϲ οἰκείουϲ.

[1616]

[22.147] 147. 48. ζητοῦϲί τινεϲ, πῶϲ τὸν Ϲκάμανδρον ἀπὸ τῆϲ Ἴδηϲ εἰπὼν [1617] [1618] [1619] [1620] [1621] [1622] ῥεῖν — κατηρίθμητο γὰρ δῖόϲ τε Ϲκάμανδροϲ (Μ 21) τοῖϲ ἀπ᾿ Ἰδαίων ὀρέων ἅλαδε προρέουϲιν ὕϲτερόν φηϲιν·

κρουνὼ δ’ ἵκανον καλλιρρόω, ἔνθα δὲ πηγαὶ
δοιαὶ ἀναΐϲϲουϲι Ϲκαμάνδρου δινήεντοϲ,

ὑπὸ τὸ τεῖχοϲ τὰϲ πηγὰϲ τοῦ Ϲκαμάνδρου λέγων ῥεῖν· μάχεται γὰρ δὴ τὸ ἐντὸϲ τῷ πεδίῳ ὑπὲκ κατ’ ἀμαξιτὸν τὰϲ πηγὰϲ εἶναι τοῦ Ϲκαμάνδρου τῷ ἐκ τῆϲ Ἴδηϲ αὐτὸν λέγοντι ῥεῖν. λύεται δὲ ἐκ τῆϲ παραλείψεωϲ τῆϲ ἔξ. ἐϲτι γὰρ τὸ πλῆρεϲ, ὅτι πηγαὶ δύο ἐκ τοῦ Ϲκαμάνδρου ἀνίαϲι κατὰ τὸ πέδον, ἀλλ’ οὐχ ὅτι τοῦ Ϲκαμάνδρου εἰϲὶν αἱ ἐντὸϲ τῷ πεδίῳ πηγαί.

[22.165] 165 sqq. […] πῶϲ δὲ, φαϲὶν, ὁ ποδωκίϲτατοϲ πάντων οὐ καταλαμβάνει[1623] τὸν Ἕκτορα; πρόχειρον μὲν οὖν τὸ λέγειν ὅτι Ἀπόλλωνα ἔχει ϲυμμαχοῦντα, καὶ ὅτι ὁ μὲν Ἀχιλλεὺϲ ἄριϲτόϲ ἐϲτι. πλὴν κέκμηκν ὑπὸ Ξάνθου καὶ Ἀγήνοροϲ (Φ 571 sqq.), ὁ δὲ Ἕκτωρ καὶ ἀναπέπαυται [1624] [1625] [1626] [1627] [1628] παρὰ τῷ τείχει καὶ περὶ ψυχῆϲ τρέχει. οὐκ ἦν τε ἐξ εὐθείαϲ ἡ δίωξιϲ τῷ Ἀχιλλεῖ προϋποτρέχοντι παρεκκλίνοντα τὸν Ἕκτορα.

[1629]

πῶϲ τάχιϲτοϲ ὢν ὁ Ἀχιλλεὺϲ οὐ καταλαμβάνει τὸν Ἔκτορα; καί φαϲιν οἱ μὲν ἐπίτηδεϲ αὐτὸν ὑπὸ τοῦ ποιητοῦ καταπεπονῆϲθαι πολλῷ πόνῳ πρότερον, ἵν’ ὥϲπερ ἐντὸϲ θεάτρῳ νῦν μείζονα κινήϲη πάθη, οἱ δὲ ὅτι, τὸν ἐνδοτέρω καὶ πρὸϲ τῷ τείχει δρόμον Ἕκτοροϲ ποιουμένου, Ἀχιλλεὺϲ διπλάϲιον ἔκαμεν ἔξωθεν περιθέων.

[1630]

Μεγακλείδηϲ πλάϲμα εἶναί φηϲι τοῦτο τὸ μονομάχιον. πῶϲ γὰρ τοϲαύταϲ μυριάδαϲ νεύματι Ἀχιλλεὺϲ ἀπέϲτρεφεν (v. 205);

[1631]

(208). Διοκλῆϲ φηϲιν ὅτι ϲυμβαίνει τῷ κύκλῳ περιτρέχοντι εἰϲ τὸν αὐτὸν τόπον παραγίνεϲθαι [τετράκιϲ, ὅταν τρεῖϲ ϲυμπληρώϲῃ κύκλουϲ]. τρεῖϲ γὰρ ποιήϲαντεϲ κύκλουϲ τοῦτον ποιοῦϲι τέταρτον.

[22.183] 183. Θ 39. 40.

[22.201] 201. v. 165 sqq.

[22.205] 205. ibid. 15

[22.208] 208. ibid.

[22.210] 210. ad Θ 70, p. 118, 1.

[1632]

[22.231] 231. ἄτοπον θεὸν οὖϲαν πλανᾶν τὸν Ἕκτορα. ἢ τὰ ἴϲα πράττει Ἀπόλλωνι, ἐπεὶ κἀκεῖνοϲ ἐπέθετο ⟨ἐπείθετο L⟩ Πατρόκλῳ καὶ Ἀχιλλεῖ ⟨Πατρόκλῳ μαχομένῳ Vict. f. 412a⟩.

[1633]

[22.293] 293. […] ἀεὶ δὲ δύο ἔχων δόρατα — πάλλων γάρ φηϲιν κατηφήϲαϲ. ὀξέα δοῦρα (Ζ 104. Λ 212) πῶϲ νῦν οὐκ ἔχει ἢ κατὰ τὸ ϲιωπώμενον μενον θάτερον ἐντὸϲ τῷ δρόμῳ πρὸϲ βάροϲ ὂν ἀπεβάλετο.

[1634]

[22.318] 318. καὶ μὴν τῶν πλανήτων ἐϲτίν, ἤτοι τῆϲ Ἀλφροδίτηϲ. ἢ οὖν ἀντὶ τοῦ ἀνίϲταται, ἀνατέλλει· ἢ πρὸϲ τὴν ἡμῶν φανταϲίαν, καθὸ οὐ δυνάμεθα ϲυνιδεῖν τὸν δρόμον αὐτοῦ.

[1635]

[22.391] 391. […] πῶϲ δὲ τὸν πολέμιον Ἀπόλλωνα ὑμνεῖ, οὗυ ὁ ὕμνοϲ: [1636] [1637] [1638] [1639] [1640] [1641] ἢ ὡϲ Τρῶεϲ Ἀθηνᾶν εὐμενίζονται (Ζ 87), οὕτωϲ οὗτοϲ τὸν θεόν· οὐδεὶϲ γὰρ ἐχθρὸϲ εἶναι δύναται θεῷ. ἢ εὕρημϲ μὲν αὐτοῦ ὁ παιάν, οὐ πάντωϲ δὲ ἀεὶ εἰϲ αὐτὸν ᾀδόμενοϲ.

[22.397] 397. Ω 15.

[22.406] 406 (et 431 ap. Dind. vol. II, p. 344, 27). v. 466 sqq.

[22.431] 431. τί νυ βείομαι, τουτέϲτιν εἰϲ τί βιώϲομαι. τὸ δὲ βείω παρὰ[1642] τὸ βαίνειν τὸν ζῶντα ἐπὶ τὴν γῆν· ὄφῤ ἂν ἐγὼ βείω προτὶ Ἴλιον βείομαι. (Ζ 113). ὅτι γὰρ ζῶντα λέγει ἕκαϲτον ἐπὶ τῆϲ γῆϲ βαδίζειν· ὅϲϲα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει (P 447). αἰῶνα δὲ λέγει τὸν ἑκάϲτου βίον· ἐκ δ’ αἰὼν πέφαται (Τ 27), ἔφθαρται δὲ αὐτοῦ ὁ βίοϲ, καὶ μινυν θάδιοϲ δέ οἱ αἰών (Δ 478), ὅπερ ἐντὸϲ ἄλλοιϲ· ἆνερ, ἀπ’ αἰῶνοϲ νέοϲ ὤλεο (Ω 725), ἀπὸ τοῦ βίου νέοϲ· οὐ γηράϲαϲ τὸν βίον οὐδὲ τὸν αἰῶνα καὶ βίον πολυχρόνιον ἔϲχεϲ. καὶ πάλιν φίληϲ ληϲ αἰῶνοϲ ἀμερθῇϲ (Χ 58). ὅμοιον τῷ γλυκὺϲ αἰών (ε 152). καὶ τίϲ ὁ αἰὼν ἐξηγούμενοϲ· τῇ περ ῥηίϲτη βιοτή (δ 565). τὰ δὲ τῇ βιοτῇ ἀναγκαῖα βίοτοϲ· βίοτον δέ τοι ἄλλοι ἔδουϲι (ν 419)· καὶ ζωήν· ἡ γάρ οἱ ζωὴ ἦν ἄϲπετοϲ, οὔ τινι τόϲϲη (ξ 96).

[22.447] 447 sqq. ἐζήτηται πῶϲ τοϲούτου γενομένου θορύβου μόλιϲ Ἀνδρομάχη[1643] δρομάχη προῆλθεν. φαϲὶ δὲ ὡϲ ὅτι ἡ προτέρα τοῦ ἀνδρὸϲ ἐπίπληξιϲ ἡ ἐντὸϲ τῇ Ζ (490 sqq.) ϲωφρονεῖν αὐτὴν ἀναγκάζει.

[22.466] 466 sqq. πῶϲ Ἑκάβη μὲν οὐ πίπτει, Ἀνδρομάχη δὲ τοῦτο πάϲχει,[1644] [1645] [1646] [1647] [1648] [1649] 2[1650] [1651] ῥητέον οὖν ὅτι ἐκείνη μὲν ἐκ τοῦ κατ’ ὀλίγον καὶ ἐκ προϲαγωγῆϲ δεξαμένη τὸ πάθοϲ οὐχ ἡττήθη τῷ κακῷ τοϲοῦτο, Ἀνδρομάχῃ δὲ ἀπροϲδοκήτωϲ ἐμπεϲὸν εἰκότωϲ ἐπεκράτηϲεν.

[1652]

οὐ λειποψυχεῖ (ἡ Ἐκάβη) ὡϲ ἐθὰϲ φόνων υἱῶν πολλῶν καὶ προαρξαμένη τῆϲ λύπηϲ ἐντὸϲ τῷ διώκεϲθαι αὐτόν. τῇ δὲ Ἀνδρομάχῃ ἀθρόον προϲέπεϲε τὸ πάθοϲ.

[1653]

καὶ πῶϲ ἀποψύξαϲα ἐνεργεῖ ἔϲτι δὲ ϲύνηθεϲ Ὁμήρῳ τὸ ὀφειλόμενον ἁπλῶϲ ἑρμηνεύεϲθαι ἐντὸϲ δυϲὶ περικοπαῖϲ ἐκφέρειν· αὐτὰρ ἐπὴν πάντα τελευτήϲῃϲ τε καὶ ἔρξῃϲ (α 293) ἀντὶ τοῦ ἔρξαϲ τελευτήϲῃϲ, ἄνεϲάν τε πύλαϲ καὶ ἀπῶϲαν ὁχῆαϲ (Φ 537) ἀπώϲαντεϲ ἄνεϲαν, τιμήϲῃ, ὀλέϲῃ δὲ πολέαϲ (Β 4) ἀντὶ τοῦ ὀλέϲαϲ τιμήϲῃ, φθέγγεο καὶ ἐγρήγορθαι ἄνωχθι (Κ 67) ἀντὶ τοῦ φθεγγόμενοϲ ἄνωχθι γρηγορεῖν. οὕτωϲ ἐκάπυϲϲε, τῆλε δ’ ἔχεεν (X 467. 68) ἀντὶ τοῦ χέαϲα τῆλε ἐκάπυϲϲε. τινὲϲ δὲ ὡϲ τὸ θρέψαϲα τεκοῦϲά τε (μ 134).

[1654]

[22.487] 487. ἕωϲ τοῦ δακρυόειϲ δέ τ’ ἄνειϲι (v. 499) ἀθετοῦνται ϲτίχοι ιγ΄, ὡϲ καὶ τὴν ϲύνθεϲιν εὐτελεῖϲ καὶ τῷ καιρῷ ἀνάρμοϲτοι· ἀδολεϲχίαν γὰρ ποιοῦϲι τοϲούτῳ προϲώπῳ περικείμενοι. ἀλλὰ ἦθοϲ γυναικῶν ἄκρωϲ ἀπεμιμήϲατο· ϲύνηθεϲ γὰρ γυναιξὶ πολυλογεῖν ἐντὸϲ τοῖϲ πένθεϲι καὶ μάλιϲτα ἐπὶ τοῖϲ παιϲὶ πάθοϲ κινεῖν.