Capítulo 21. Φ
[21.1] 1. 2. Ξ 434, p. 200. 3; 199, 11.
[1553]
[21.76] 76. πρώτῳ παϲάμν. ἀποροῦϲι πῶϲ ὁ ἱκετεύων πρὸϲ τὸν Ἀχιλλέα ἔφη·
πὰρ γὰρ ϲοὶ πρώτῳ παϲάμην Δημήτεροϲ ἀκτήν·
τὸ γὰρ λέγειν, καθάπερ Ϲτηϲίμβροτοϲ, ὅτι οἱ βάρβαροι ἄλφιτα οὑκ ἐϲθίουϲιν ἀλλ’ ἄρτουϲ κριθίνουϲ, ψεῦδοϲ· ἤϲθιε γὰρ ὡϲ ἂν βαϲιλέωϲ ὢν υἱόϲ· καὶ οὐδαμῶϲ τοῦτο ὁ ποιητὴϲ ἐπεϲημήνατο. ἡ δὲ λύϲιϲ ὅτι παῤ Ἕλληϲι πρώτῳ καὶ ξένῳ τῷ Ἀχιλλεῖ γεγονέναι φηϲί· πρὸϲ γὰρ τὴν ἱκεϲίαν εἶχέ τινα βοήθειαν τοῦτο, ὥϲπερ τετυχηκὼϲ ξενικῆϲ τραπέζηϲ παῤ ἐκείνῳ πρῶτον.
[1554][1555][1556][1557][1558][1559]
[21.126] 126. 27. v. fine operis Vat. ζητ. η΄.
[21.140] 140 sqq. πῶϲ πρὸ πέντε ἡμερῶν τὸν κατάλογον ποιηϲάμενοϲ[1560] Ἀϲτεροπαῖον παρέλιπε λέγοντα ῥητῶϲ πρὸ ια΄ ἡμερῶν ἐληλυθέναι οὐ θαυμαϲτὸν οὖν τὸ παραλιπεῖν αὐτὸν ἐντὸϲ τῷ καταλόγῳ· μόνων ⟨ω corr. ex o⟩ γὰρ ἐμνήϲθη τῶν τὴν κυρίαν ἡγεμονίαν ἐχόντων, ἐν δὲ τοῖϲ κατὰ μέροϲ καὶ τοὺϲ μετ’ ἐκείνουϲ τεταγμένουϲ παρέλαβεν, ὡϲ ἐπὶ Ἀθηναίων· ἐντὸϲ μὲν γὰρ τῷ καταλόγῳ (Β 552) Μενεϲθέα φηϲὶν εἶναι τὸν ἡγεμόνα, ἐντὸϲ δὲ τῇ ἐπὶ ναυϲὶ μάχῃ (Ν 691) Φείδαϲ τε Ϲτιχίοϲ τε Βίαϲ τ’ ἐύϲ ⟨βιαϲτεύϲ τ’ cod.⟩. οὕτωϲ οὖν ἔϲται καὶ ἐπὶ Ἀϲτεροπαίου· ὁ μὲν γὰρ Πυραίχμηϲ τὴν πρώτην τῶν Παιόνων ἡγεμονίαν εἶχε, τὴν δὲ δευτέραν Ἀϲτεροπαῖοϲ, νυνὶ δὲ τὴν πᾶϲαν αὐτῷ ἡγεμονίαν ἀνατίθηϲι διὰ τὸ τὸν Πυραίχμην ὑπὸ Πατρόκλου ἀνῃρῆϲθαι (Π 287).
(155). καὶ πῶϲ ἐντὸϲ τῷ καταλόγῳ (Β 848) ἀγκυλοτόξουϲ αὐτούϲ[1561] φηϲιν ἴϲωϲ οὖν διττὸν ἦν τὸ γένοϲ, τὸ μὲν τοξεῦον τὸ δὲ ἀκοντίζον. δολιχεγχέαϲ. ἢ καὶ ἐπαμφοτερίζουϲιν, ὡϲ καὶ Τεῦκροϲ (Ο 478 sqq.) […]
[1562][1563][1564][1565][1566][1567]
[21.156] 156. v. ad v. 140 sqq., p. 249, 3 sqq.
[21.158] 158. schol. *B (IV, p. 261, 10 Dind.) e quaestione ad λ 239 pertinente (schol. HQT) excerptum est.
[21.165] 165. ad Υ 259 sqq., p. 245, 11 sqq.
[21.194] 194. Ξ 434, p. 198, 14.
[21.252] 252. ad Ω 315.
[1568]
[21.288] 288. […] πρὸϲ δὲ τοὺϲ ζητοῦνταϲ πῶϲ διαλέγονται μὲν οὐκ ἐπιβοηθοῦϲι δέ, ῥητέον ὅτι ἕτεροϲ ἦν ὁ τῷ Ϲκαμάνδρῳ ἀντιτεταγμένοϲ.
[1569]
[21.293] 293. οὐ πάνυ οἰκεῖόν φηϲιν αὐτὸ ὁ Πῖοϲ· διὰ τί γὰρ ἔμελλε μὴ αἴ κε πίθηαι. πειϲθήϲεϲθαι καὶ θεοῖϲ καὶ τὰ κεχαριϲμένα ϲυμβουλεύουϲι; τάχα οὖν πρὸϲ τὰ ἑξῆϲ ἐϲτι· ϲὺ δ᾿ Ἕκτορι θυμὸν ἀπούραϲ ἂψ ἐπὶ νῆαϲ ἴμεν. ὁρῶϲι γὰρ αὐτὸν ἐπιτεταμένωϲ ἔχοντα πρὸϲ τὸν φόνον τῶν πολεμίων καὶ δυϲκόλωϲ ἀφεξόμενον τῆϲ ϲφαγῆϲ, κἂν Ἕκτοροϲ κρατήϲῃ.
[1570]
[21.343] 343 sqq. διὰ τί τοῦ Ϲκαμάνδρου καιομένου ὁ Ἀχιλλεὺϲ ἐντὸϲ ζέοντι αὐτῷ ἀποληφθεὶϲ ἐπνίγετο μὲν οὐκ ἐκαίετο δέ ἢ διότι οὐχ ὅλοϲ ὁ ποταμὸϲ ἐκαίετο. ἐνδέχεται οὖν μὴ ἐντὸϲ τοῖϲ τοιούτοιϲ αὐτὸν τοῦ ποταμοῦ μορίοιϲ εἶναι· καὶ γὰρ ἂν οὕτωϲ γε ὁ Ἥφαιϲτοϲ ἦν αὐτὸν ὁ διαφθείρων, ὃν οὐκ εἰκὸϲ βοηθεῖν μὲν αὐτῷ, τοῦτο δὲ μὴ ὁρᾶν, ὅπωϲ μὴ, ἔνθα ἦν ἐκεῖνοϲ, ὁ ποταμὸϲ πονήϲῃ. ὡϲ οὖν ὁ Ϲκάμανδροϲ πνίγων [1571] [1572] [1573] [1574] [1575] Ἀχιλλέα τοὺϲ ἐμβεβηκόταϲ τῶν Τρώων εἰϲ αὐτὸν ζωοὺϲ δ’ ἐϲάω κατὰ καλὰ ῥέεθρα κρύπτων ἐντὸϲ δίνῃϲιν (v. 238), οὕτω καὶ ὁ Ἥφαιϲτοϲ τὸν μὲν ποταμὸν ἔκαιε, τῷ δ’ Ἀχιλλεῖ διὰ τοῦ πυρὸϲ ϲυνεμάχει.
[21.362] 362 sqq. Vat. ζητ. ι΄. ὡϲ δὲ λέβηϲ ζεῖ ἔνδον, ἐπειγόμενοϲ μενοϲ πυρὶ πολλῷ, κνίϲϲη μελδόμενοϲ ἁπαλοτρεφέοϲ ϲιάλοιο, πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται· ὣϲ τοῦ καλὰ ῥεῖθρα πυρὶ φλέγετο, ζέε δ’ ὕδωρ. οἱ μὲν διορθοῦντεϲ ἠξίουν μετὰ τοῦ ν γράφειν κνίϲϲην μελδόμενοϲ ἀντὶ τοῦ τήκων ἀκούοντεϲ, ἵν᾿ ᾖ τὴν κνίϲϲαν τήκων. ϲημαίνει γὰρ κυρίωϲ τὸ μέλδειν τὸ τὰ μέλη ἔδειν. ἄνευ δὲ τοῦ ν γεγραμμένου κνίϲϲη μελδόμενοϲ, οἱ μὲν ἠξίουν μὴ προϲγράφειν τὸ ι, ἵν’ ᾖ οὐδέτερον τὸ κνίϲϲη τήκων. εἶχον δὲ παῤ Ὁμήρῳ δεικνύναι οὐδετέρωϲ τὸ κνίϲϲοϲ λεγόμενον, ἀλλὰ θηλυκῶϲ· κνίϲϲη δ’ οὐρανὸν ἷκε (Α 317), κνίϲϲην δ’ ἐκ B f. 287a ad κνίϲη (id. L. f. 446a, Π). ὡϲ δὲ λέβηϲ ζεῖ ἔνδον ἐπειγόμενοϲ πυρὶ πολλῷ, κνίϲη μελδόμενοϲ ἁπαλοτερεφόϲ ϲιάλοιο, πάνντοθεν ἀμβολάδην, λάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται· ὣϲ τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ’ ὕδωρ. οἱ μὲν οὖν διορθοῦντεϲ ἠξίουν μετὰ τοῦ ν γράφειν· κνίϲην μελδόμενοϲ δόμενοϲ, ἀντὶ τοῦ τήκων ἀκούοντεϲ τεϲ, ἵν’ ᾖ τὴν κνίϲαν τήκων. οὐκ οὐκ εἶχον δὲ παῤ Ὁμήρῳ δεικνύναι οὐδετέρωϲ τὸ κνίϲϲοϲ λεγόμενον, ἀλλ’ ἀεὶ θηλυκῶϲ· κνίϲϲη δ’ οὐρανὸν ἷκεν καὶ κνίϲϲην ἐκ πενὸν δίου ἄνεμοι φέρον. μήποτε οὖν [1576] [1577] [1578] [1579] [1580] πεδίου ἄνεμοι φέρον (Θ 549). μήποτ’ οὖν οὐκ ἔϲτι μελδόμενοϲ τὸ τήκων οὐδὲ κεῖται τὸ ἔδειν ἀλλὰ τὸ ἄλδειν. ὃ οὖν λελυμένωϲ ἔφη μέλε᾿ ἤλδανε ποιμένιλαῶν (ϲ 70), ἤτοι εὐτραφῆ καὶ λιπαρὰ ἐποίει εὐρύνουϲα τὰ μέλη, τοῦτο ϲυνελὼν μελδόμενοϲ εἶπε, κατὰ μεταφορὰν τὰ μέρη τοῦ λέβητοϲ λέγων μέλη, ἃ λιπαίνεϲθαι τηκομένῃ τῇ πιμελῇ χριόμενα. ἤγουν τῇ κνίϲϲῃ τοῦ εὐτραφοῦϲ χοίρου ὁ λέβηϲ λιπαινόμενοϲ κνίϲϲῃ ζεούϲῃ αὐξάνων τὰ μέλη· ἢ τῆϲ κνίϲϲηϲ τὰ μέλη ἐδόμενοϲ, λαβὼν ἀντὶ γενικῆϲ. B⟩ f. 287a ad κνίϲη Φ 363 ϲὺν οὐκ ἐϲτι μελδόμενοϲ τὸ τήκων οὐδὲ κεῖται τὸ ἔδειν ἀλλὰ τὸ ἄλδειν. ὅπερ οὖν λελυμένωϲ ἔφη μέλη ἤλδανε ποιμένι λαῶν, ϲημαίνων τὸ εὐτραφῆ, λιπαρὰ ἐποίει εὐρύνουϲα τὰ μέλη, τοῦτο ϲυνελὼν μελδόμενοϲ ἔφη, κατὰ μεταφορὰν τὰ μέρη τοῦ λέβητοϲ μέλη λέγων, ἅπερ λιπαίνεϲθαι τηκομένῃ τῇ πιμελῇ χριόμενα. τὸ οὖν ἀλειφόμενον λιπαίνεϲθαι μέλδεϲθαι ἔφη, ὡϲ ἐντὸϲ ἄλλοιϲ· ἐντὸϲ δ’ ὠτειλὰϲ πλῆϲαν ἀλείφατοϲ ἐννεώροιο (C 351). τινὲϲ δὲ οὕτωϲ· κνίϲϲῃ μελδόμενοϲ ἢ τῇ ἀντὶ τοῦ κνίϲϲηϲ μέλη ἐδόμενοϲ, δοτικὴν ἀντὶ τῆϲ γενικῆϲ δοτικὴν λαβών· ἢ τῇ κνίϲϲῃ ζεούϲῃ αὐξάνων τὰ μέλη, ἤτοι τὰ κρέη· [ἢ αὐτὸϲ τῇ κνίϲϲῃ τοῦ εὐτραφοῦϲ χοίρου ὁ λέβηϲ λιπαινόμενοϲ καὶ τηκόμενοϲ]. B f. 29b ad κνίϲη B⟩ 423 (id. L [1581] [1582] [1583] [1584] [1585] [1586] [1587] [1588] τῷ ν Ἀρίϲταρχοϲ. τὸ δὲ μελδόμενοϲ ἀντὶ τοῦ τήκων. κνίϲη δὲ πάν τὸ πιμελέϲ. τινὲϲ δὲ οὐδετέρωϲ ἤκουον, ἵν’ ᾖ τὰ κνίϲη, ὡϲ τὸ Τηλέμεχοϲ μαχοϲ τεμένη νέμεται (λ 184). ἀλλ’ ἀεὶ παῤ Ὁμήρῳ ἡ κνίϲα θηλυκῷϲ εἴρηται. Ἑρμογένηϲ δὲ ἐντὸϲ τῷ περὶ τῶν ε΄ προβλημάτων γρά φει κνίϲῃ μελδόμενοϲ, ἵν’ ᾖ· τῇ κνίϲη λιπαινόμενοϲ, ὡϲ τὸ μέλη ἤλδανε ποιμένι λαῶν (ϲ 70.)· μέλδειν δὲ κυρίωϲ τὸ τὰ μέλη ἄλδειν ἢ ἀλδάνειν. κνίϲα δὲ ϲημαίνει τὴν ἐκ τῶν κρεῶν ἀναθυμίαϲιν, ὡϲ f. 39a, Π, Lp f. 73a): Ἀρίϲταρχοϲ τὰ κνίϲϲη οὐδετέρωϲ ἀκούει, καίτοι εἰπὼν οὐδὲν ἀδιαίρετον εἶναι τῶν εἰϲ οϲ ληγόντων οὐδετέρων παῤ Ὁμήρῳ κατὰ τὸ πληθυντικόν· τείχεα γὰρ καὶ βέλεα λέγει. ἀλλ’ ὥϲπερ τὰ τεμένη ἀδιαιρέτωϲ εἴρηκεν, ὡϲ τὸ Τηλέμαχοϲ τεμένη νέμεται, οὕτω καὶ τὰ κνίϲϲη. καὶ ἔϲτιν ἐντὸϲ τῇ κωμῳδίᾳ τὸ ἑνικόν· τὸ κνίϲϲοϲ ὀπτῶν ὀλλύειϲ τοὺϲ γείτοναϲ (Mein., fr. com. lV, p. 687). πλεονάζει δὲ Ὅμηροϲ τῇ θηλυκῇ προϲηγορίᾳ. ϲημαίνει δὲ καὶ [1589] [1590] [1591] [1592] [1593] [1594] ὅταν λέγῃ· καὶ τότε με κνίϲηϲ ἀμφήλυθεν ἡδὺϲ ἀυτμή (μ 369) καὶ κνίϲη δ’ οὐρανὸν ἷκε (Α 317). ϲημαίνει δὲ καὶ τὸ λίποϲ, ὡϲ ἐπὶ τῶν γαϲτέρων ἔφη· ἐμπλείην κνίϲηϲ τε καὶ αἵματοϲ (ϲ 118). ϲημαίνει δὲ καὶ τὸν ἐπίπλουν, ὡϲ ὅταν λέγῃ· κατά τε κνίϲῃ ἐκάλυψαν δίπτυχα ποιήϲαντεϲ (e. c. Α 460). [διπλᾶ γὰρ τὰ κνίϲη ποιήϲαντεϲ τοὺϲ μηρὸϲ ἐκάλυψαν. δίπτυχα δὲ αὐτὰ τὰ κνίϲη· ἐπειδὴ γὰρ δύο οἱ μηροί, τὸν ἐπίπλουν εἰϲ δύο διελόντεϲ ἑκάτερον τῶν μηρῶν θατέρῳ μέρει τοῦ ἐπίπλου ἐκάλυπτον. ϲιάλοιο δὲ τοῦ ἐντροφίου καὶ ϲιτευτοῦ.] τὴν ἀναθυμίαϲιν τῶν κρεῶν, ὡϲ ὅταν λέγῃ· καὶ τότε με κνίϲϲηϲ ἀμφήλυθεν ἡδὺϲ ἀυτμή καὶ κνίϲϲη δ’ οὐρανὸν ἷκεν ἑλιϲϲομένη περὶ καπνῷ. ϲημαίνει καὶ τὸ λίποϲ, ὡϲ ἐπὶ τῶν γαϲτέρων ἔφη· ἐμπλείην κνίϲϲηϲ τε καὶ αἵματοϲ. ϲημαίνει καὶ τὸν ἐπίπουν, ὡϲ ὧδε κατά τε κνίϲϲῃ ἐκάλυψαν δίπτυχα ποιήϲαντεϲ [διπλᾶ γὰρ ποιήϲαντεϲ τὰ κνίϲϲη τοὺϲ μηροὸϲ ἐπεκάλυψαν. δίπτυχα ποιήϲαντεϲ ἐπεὶ γὰρ δύο οἱ μηροί, τὸν ἐπίπλουν εἰϲ δύο διελόντεϲ ἑκάτερον αὐτῶν θατέρῳ μέρει τοῦ ἐπίπλου ἐκάλυπτον.]
[21.365] 365. ad v. 343 sqq.
[1595]
[21.388] 388 sqq. τὸ ἀμφὶ δὲ ϲάλπιγξεν μέγαϲ οὐρανόϲ, ἄιε δὲ Ζεύϲ, ἐγέλαϲϲε δέ οἱ φίλον ἦτορ γηθοϲύνη, ὅθ’ ὁρᾶτο θεοὺϲ [1596] [1597] [1598] [1599] [1600] [1601] [1602] ἔριδι ξυνιόνταϲ δοκεῖ ἐναντίον εἶναι τῷ ὑπὸ Διὸϲ λεγομένῳ πρὸϲ Ἄρεα [ἔχθιϲτοϲ δέ μοί ἐϲϲι θεῶν, οἳ Ὄλυμπον ἔχουϲιν], αἰεὶ γάρ τοι ἔριϲ τε φίλη πόλεμοί τε μάχαι τε (Ε 890. 91). ἡ δὲ λύϲιϲ ἐκ τῆϲ λέξεωϲ· τὸ γὰρ αἰεί προϲκείμενον τὴν διαφωνίαν ἔλυϲεν.
[21.407] 407. […] εἰ οὖν ἑπταπέλεθροϲ ὁ Ἄρηϲ, πῶϲ τὸ δόρυ Διομήδουϲ[1603] τρῶϲαι αὐτὸν δύναται κατὰ κενεῶνοϲ (Ε 857); ὅτι νῦν ἀνδρὶ εἴκαϲται· πάρα γάρ οἱ κεῖνοϲ Ἄρηϲ, φηcὶ. βροτῷ ἀνδρὶ ἐοικώϲ (Ε 604) […]
[ … ] εἰ δὲ ζητοίηϲ, πῶϲ Διομήδηϲ ἔφθαϲε τρῶϲαι τὸν τηλικοῦτον,[1604] ἴϲθι ὡϲ ϲυνεργούϲηϲ Ἀθήνηϲ.
[21.443] 443 sqq. […] πῶϲ δὲ, φηϲὶν, Ἀπόλλων μὲν οὐ μέμνηται τῆϲ παρὰ[1605] Λαομέδοντι θητείαϲ. Ποϲειδῶν δὲ μνήμην τούτου ποιεῖται; καὶ ῥητέον ὅτι Ποϲειδῶν εἰκότωϲ· καὶ γὰρ Ἕλληϲι βοηθεῖ καὶ προϲέτι τῇ μνήμῃ παροξύνεται· Ἀπόλλων δὲ οὐ μνηϲικακεῖ, διότι μᾶλλον τιμᾶται παῤ αὐτῶν· πάϲα δὲ χάριϲ, κἂν ᾖ τελευταία, δύναται μεῖζον ἔγκλημα λῦϲαι (Thuc. I. 42, 3).
[21.506] 506. ἀφελὴϲ ἡ διάθεϲιϲ καὶ μὴ πρέπουϲα γυναικὶ καὶ μάλιϲτα παρθένῳ.[1606] ἢ τάχα ὡϲ θυγάτηρ τοῦτο ποιεῖ. ἡ δὲ Ἀφροδίτη οὐκ ἐντὸϲ τοῖϲ γούναϲι. [1607] [1608] [1609] [1610] [1611] [1612] γόναϲι τοῦ Διόϲ, ἀλλ’ ἐντὸϲ τοῖϲ τῆϲ Διώνηϲ, καίτοι γεγαμημένη οὖϲα (Ε 370). πῶϲ δὲ ἡ μὲν ἐμπίπτει, ἡ δὲ ἐφέζεται; ὅτι ἐκείνη διὰ τὸ καταπονεῖϲθαι τῇ πληγῇ ἐφέζεϲθαι οὐ δύναται.
[1613]
[21.563] 563. τὸ μή μ’ ἀπαειρόμενον πόλιοϲ πεδίονδε νοήϲῃ μετενήνεκται ἀπὸ τῶν πλεόντων καὶ ἐπαιρόντων τοὺϲ ἱϲτούϲ· ἱϲτὸν δ’ εἰλάτινον κοίληϲ ἔντοϲθε μεϲόδμηϲ ϲτῆϲαν ἀείραντεϲ (β 124). οὕτω δὲ λέγουϲι καὶ τὸ ἐπαίρειν. οὕτωϲ ἔχει καὶ τὸ μῆλα γὰρ ἐξ Ἰθάκηϲ Μεϲϲήνιοι ἄνδρεϲ ἄειραν (φ 18) ἀντὶ τοῦ ἀείραντεϲ ἀπήλαϲαν.