Capítulo 20. Υ
[20.7] 7. ιὰ ποίαν αἰτίαν μόνοϲ ὁ Ὠκεανὸϲ οὐ πάρεϲτι τῇ ἐκκληϲίᾳ[1498] τῶν θεῶν ῥητέον δὲ ὅτι ἐπεὶ ϲυνεκτικὸν ἔχει τὸ τοῦ κόϲμου ῥεῦμα· φηϲὶ γάρ· Ὠκεανὸϲ, ᾧ πᾶϲα περίρρυτοϲ ἐνδέδεται χθών.
τὸν Ὠκεανὸν οὐ παρέλαβεν εἰϲ τὸ τῶν θεῶν ϲυνέδριον, ἵνα μὴ[1499] κωλύϲῃ αὐτὺϲ τῆϲ πρὸϲ ἀλλήλουϲ μάχηϲ πρεϲβύτατοϲ ὑπάρχων.
[20.26] 26 sqq. δόξειεν ἂν τοὐναντίον ἢ ὁ Ζεὺϲ βούλεται γίνεϲθαι, τῶν[1500] θεῶν ἐκπεμπομένων ἐπὶ τὴν μάχην. ὁ μὲν γάρ φηϲιν, εἰ μὴ παραγένοιντο, γένοιντο, πὐδὲ πρὸϲ ὀλίγον ἀνθέξουϲιν οἱ Τρῶεϲ μαχόμεν τῷ Ἀλχιλλεῖ, ἐκ δὲ τοῦ ἀφικνεῖϲθαι ατοὺϲ μᾶλλον ἰϲχυρότεροϲ γίνεται τῷ εἶναι τοὺϲ [1501] [1502] [1503] [1504] [1505] [1506] Ἑλληνικοὺϲ θεὸϲ ἰϲχυροτέρουϲ τῶν Τρωικῶν· ἐὰν γὰρ δύο ἀνίϲοιϲ ἴϲα προϲτεθῇ, τὰ ὅλα ἐϲτὶν ἄνιϲα· ἡ γὰρ αὐτὴ ὑπεροχὴ τῶν ἐξ ἀρχῆϲ ὑπερεχόντων μένει. εἰ δὲ καὶ ἴϲοι ἦϲαν, περιττὴ ἦν ἡ ἐπικουρία τῶν θεῶν. ἐροῦμεν δὲ ὡϲ οὐ διὰ τὴν μάχην τῶν θεῶν ἡ κάθοδοϲ γέγονεν, ἀλλ’ ἵνα πρόφαϲιϲ [Ἀχιλλεῖ] τῆϲ ἀπάτηϲ Ἀπόλλωνοϲ γένηται (Φ 599 sqq.), δυνηθῇ δὲ καὶ Ϲκάμανδροϲ παρεμποδίϲαι Ἀλχιλλεῖ.
[1507]
[20.48] 48. πῶϲ λαοϲϲόον τὴν Ἔριν προϲηγύρευϲν οὐ γὰρ ϲώζουϲα φαίλαοϲϲόοϲ. νεται ἀλλὰ φθείρουϲα μᾶλλον τὰ πλήθη. ῥητέον δὲ ὅτι Ἔριν νῦν τὴν τῶν Ἑλληνικῶν καὶ Τρωικῶν θεῶν φιλονεικίαν φηϲίν· ἡ γὰρ τούτων πρὸϲ ἀλλήλουϲ ἔριϲ ϲωϲτικὴ ἐγένετο τῶν ἀνδρῶν. ἢ τὸ λαοϲϲόοϲ δηλοῖ τὴν τὸν λαὸν ϲεύουϲαν καὶ παρορμῶϲαν. δύναται δὲ καὶ εἰϲ τὸ κρατερή ϲτιγμὴ γενέϲθαι, τὸ δὲ λαοϲϲόοϲ τοῖϲ ἑξῆϲ ϲυνάπτεϲθαι.
[20.58] 58. ad Ξ 200, p. 192, 25.
[1508]
[20.67] 67 sqq. τοῦ ἀϲυμφύρου μὲν ὁ περὶ θεῶν ἔχεται καθόλου λόγοϲ, ἔναντα. ὁμοίωϲ δὲ καὶ τοῦ ἀπρεποῦϲ· οὐ γὰρ πρέπονταϲ τοὺϲ ὑπὲρ τῶν θεῶν μύθουϲ φηϲίν. πρὸϲ δὲ τὴν τοιαύτην κατηγορίαν οἱ μὲν ἀπὸ τῆϲ λέξεωϲ ἐπιλύουϲιν, ἀλληγορίᾳ πάντα εἰρῆϲθαι νομίζοντεϲ ὑπὲρ τῆϲ τῶν ϲτοιχείων φύϲεωϲ, οἷον ἐντὸϲ ταῖϲ ἐναντιώϲεϲι τῶν θεῶν. καὶ γάρ φαϲι τὸ ξηρὸν τῷ ὑγρῷ καὶ τὸ θερμὸν τῷ ψυχρῷ μάχεϲθαι καὶ τὸ κοῦφον τῷ [1509] [1510] [1511] [1512] [1513] βαρεῖ. ἔτι δὲ τὸ μὲν ὕδωρ ϲβεϲτικὸν εἶναι τοῦ πυρόϲ, τὸ δὲ πῦρ ξηραντικὸν τοῦ ὕδατοϲ. ὁμοίωϲ δὲ καὶ πᾶϲι ϲτοιχείοιϲ, ἐξ ὧν τὸ πάν ϲυνέϲτηκεν, ὑπάρχει ἡ ἐναντίωϲιϲ καὶ κατὰ μέροϲ μὲν ἐπιδέχεϲθαι φθορὰν ἅπαξ, τὰ πάντα δὲ μένειν αἰωνίωϲ. μάχαϲ δὲ διατίθεϲθαι αὐτὸν, διονομάζοντα τὸ μὲν πῦρ Ἀπόλλωνα καὶ Ἥλιον καὶ Ἡφαιϲτον, τὸ δὲ ὕδωρ Ποϲειδῶνα καὶ Ϲκάμανδρον, τὴν δ’ αὖ ϲελήνην Ἄρτεμιν, τὸν ἀέρα δὲ Ἥραν καὶ τὰ λοιπά. ὁμοίωϲ ἔϲθ’ ὅτε καὶ ταῖϲ διαθέϲεϲι ὀνόματα θεῶν τιθέναι, τῇ μὲν φρονήϲει τὴν Ἀθηνᾶν, τῇ δ’ ἀφροϲύνη τὸν Ἄρεα, τῇ δ’ ἐπιθυμίᾳ τὴν Ἀφροδίτην, τῷ λόγῳ δὲ τὸν Ἑρμῆν, [τῇ λήθη δὲ τὴν Λητώ], καὶ προϲοικειοῦϲι τούτοιϲ· οὗτοϲ μὲν οὖν τρόποϲ ἀπολογίαϲ ἀρχαῖοϲ ὢν πάνυ καὶ ἀπὸ Θεαγένουϲ τοῦ Ῥηγίνου, ὃϲ πρῶταϲ ἔγραψε περὶ Ὁμήρου, τοιοῦτόϲ ἐϲτιν ἀπὸ τῆϲ λέξεωϲ.
ἔνιοι δὲ ἀπὸ ἔθουϲ ἀπολογοῦνται· ϲυγκεχώρηνται γὰρ ὑπὸ τῶν πόλεων καὶ τῶν νομοθετῶν τοιαῦτα περὶ θεῶν μὴ μόνον ᾄδειν ἐντὸϲ ποιήϲεϲιν, ἀλλὰ καὶ τοῖϲ μυϲτηρίοιϲ παραδιδόναι, ἔν τε ἱεροῖϲ ἀναθήμαϲι καὶ ἕτερα ϲύμφωνα τοῖϲ μύθοιϲ καταϲκευάζειν καὶ τὸν πέπλον ἀνάγειν ἐνυφαϲμένον τῆϲ γιγαντομαχίαϲ.
οἱ δ’ ἀπὸ τοῦ καιροῦ τοῦ τότε κατὰ τὴν Ἑλλάδα παραμυθοῦνται· βαϲιλευομένηϲ γὰρ τότε τῆϲ Ἑλλάδοϲ καὶ κοινῇ καὶ κατὰ πόλειϲ, τὸ τῶν βαϲιλέων γένοϲ αὔξονταϲ ποιεῖν ἀπὸ τοῦ ὡϲ ἂν μὴ παντάπαϲι πόρρω εἶναι δοκῇ ἡ ἀνθρωπίνη φύϲιϲ τῆϲ θείαϲ, ὑποπλάττειν δὲ καὶ περὶ θεῶν ὁποῖα περὶ ἀνθρώπων ὁρῶμεν φάϲκονταϲ. τὸ μὲν οὖν λίαν ἔν τε τῷ ἀϲυμφόρῳ ταράττον καὶ τῷ ἀπρεπεῖ τοιοῦτόν ἐϲτι. τὰ δ’ ἐπὶ μέρουϲ δίιμεν, ὡϲ μὲν ἀϲύμφορα ταῦτα κατηγορεῖται.
διὰ τί δὲ κατὰ τὸν πόλεμον οὗτοι οἱ θεοὶ ἐναντιοῦνται ἀλλή[1514] [1515] [1516] [1517] [1518] [1519] [1520] [1521] λοιϲ; [Ποϲειδῶν μὲν Ἀπόλλωνι, ὅτι κατὰ τὸν μῦθον ϲυναδικηθεὶϲ αὐτῷ ὑπὸ Λαομέδοντοϲ ἐκείνοιϲ ϲυνήργει. Ἄρηϲ δὲ Ἀθηνᾷ, ἐπεὶ ἐκώλυϲεν αὐτὸν τὸν Ἀϲκαλάφου θάνατον ἐκδικῆϲαι, ἢ ὅτι ἐντὸϲ ὄψει τῶν θεῶν ὕβριϲεν εἰποῦϲα (Ο 128) μαινόμενε φρέναϲ ἠλέ. Ἥρᾳ δὲ Ἄρτεμιϲ· ἔϲτι γὰρ αὐτῇ μητρυιά. Λητοῖ δὲ Ἑρμῆϲ δικαίωϲ· μουϲικὸϲ γὰρ ὑπάρχων τὴν τὸν μουϲικὸν Ἀπόλλω γεννήϲαϲαν καὶ τῶν ἐπιτηδευμάτων ἀντίζηλον μεμίϲηκεν, ἢ ὡϲ λόγιοϲ καὶ μνήμων ἀποϲτρέφεται αὐτὴν ὡϲ λήθην. Ἥφαιϲτοϲ δὲ Ξάνθῳ εἰκότωϲ, ὅτι ἡ μὲν τῶν ποταμῶν φύϲιϲ πέφυκεν ὑγρά, Ἥφαιϲτοϲ δέ ἐϲτι τοῦ πυρὸϲ δεϲπότηϲ, οὗ τροφὴ τὰ ξύλα.] κατὰ δὲ τὸν φυϲικὸν λόγον Ἀπόλλων ἥλιοϲ ὢν ἀναπίνει τὰ ὑγρὰ ϲτοιχεῖα. Ἀθηνᾶ δέ ἐϲτι φρόνηϲιϲ, Ἄρηϲ δὲ ἀφροϲύνη· ἐναντία δὲ καὶ πολέμιά ἐϲτι ταῦτα ἀλλήλων. Ἥρα δέ ἐϲτιν ἀήρ· Ἄρτεμιϲ δὲ ϲελήνη, ἀερότεμίϲ τιϲ οὖϲα, ἣ τὸν ἀέρα τέμνουϲα, ἐξ τὸ ἤρτηται, τὸ βαρῦνον αὐτὴν πολέμιον νενόμικεν. Ἑρμῆϲ δέ ἐϲτι λόγοϲ, Λητὼ δ᾿ ἀμνημοϲύνη, οἷον ληθώ τιϲ τῶν λόγων. Ἥφαιϲτοϲ δὲ τὸ πῦρ, Ξάνθοϲ δὲ τὸ ὑγρόν· ἀλλότριον δὲ τὸ πῦρ τοῦ ὑγροῦ.
[1522]
διὰ τί δὲ οὗτοι οἱ θεοὶ προῄρηνται βοηθεῖν τοῖϲ Ἔλληϲιν, Ἥρα Ἀθηνᾶ Ποϲειδῶν Ἥφαιϲτοϲ Ἑρμῆϲ, τοῖϲ δὲ Τρωϲὶν Ἄρηϲ Ἀπόλλων Ἄρτεμιϲ Λητὼ Ϲκάμανδροϲ Ἀφροδίτη; ῥητέον οὖν· Ἥρα μὲν Ἕλληϲι βοηθεῖ, ὅτι γαμήλιόϲ ἐϲτιν ἡ θεόϲ, μιϲεῖ δὲ μοιχὸν ὄντα τὸν Ἀλέξανδρον Λητὼ Ϲκάμανδροϲ Ἀφροδίτη; ῥητέον οὖν· Ἥρα μὲν Ἕλληϲι δρον, ἢ ὅτι ἐντὸϲ τῷ Ἄργει ἐτιμᾶτο λαμπρῶϲ, ὅθεν φηϲὶν ὁ ποιητήϲ· Ἥρη τ’ Ἀργείη (Δ 8), ἢ ὅτι ὡϲ τὸ Ἄργοϲ οὕτωϲ ἦν οἰκεία αὐτῇ καὶ ἡ Ϲπάρτη καὶ ἡ Μυκήνη, ὥϲ φηϲιν ἐντὸϲ τῇ Δ (51). Ἀθην δὲ διὰ τὸ ἀποδοκιμαϲθῆναι ὑπὸ Ἀλεξάνδρου, ἢ διὰ τὸ ἀλλοτρίουϲ εἶναι τῆϲ [1523] [1524] [1525] ϲυνέϲεωϲ τοὺϲ βαρβάρουϲ. Ποϲειδῶν δέ, ἐπεὶ οἱ πλείουϲ τῶν Ἑλλήνων νηϲιῶταί εἰϲι, καὶ διὰ τὸ ὀργίζεϲθαι μὲν Λαομέδοντι ἐπὶ ἀποϲτερήϲει μιϲθοῦ τῆϲ τειχοποιίαϲ. Ἑρμῆϲ δὲ [Λητοῖ, ἤτοι ὁ λόγοϲ τῇ λήθη], ὅτι ἐξ Ἀρκαδίαϲ, ἢ ὅτι λόγιοϲ, ἢ ὅτι κήρυκαϲ ἀποϲταλένταϲ πρὸϲ αὐτοὺϲ ὑπὸ Ἑλλήνων ἐπὶ διαλύϲει τῶν διαφορῶν Ὀδυϲϲέα καὶ Μενέλαον ἠβουλήθηϲαν ἀνελεῖν πειϲθέντεϲ Ἀντιμάχῳ (Λ. 138 sqq.), προϲτάτηϲ δὲ τῶν κηρύκων ὁ Ἑρμῆϲ. Ἥφαιϲτοϲ δὲ διὰ τὸ μιϲεῖν Ἄρην, ὅτι ἐμοίχευϲε τὴν γυναῖκα αὐτοῦ Ἀφροδίτην. τοῖϲ δὲ Τρωϲὶ παρέϲτη Ἄρηϲ τὸ ὅμοιον μεταδιώκων· φιλοπόλεμοϲ γὰρ ὁ θεόϲ, πολέμου φίλοι καὶ οἱ Τρῶεϲ. ὁ δὲ Ἀπόλλων ἤτοι διὰ τὸ τόξον τοξικοὶ δὲ καὶ οἱ Τρῶεϲ, καὶ ἐντὸϲ πρώτοιϲ Ἀλέξανδροϲ· ἢ κιθαριϲτὴϲ καὶ εὔμορφοϲ ὡϲ Ἀλέξανδροϲ. Ἄρτεμιϲ δὲ καὶ Λητὼ χαριζόμεναι τῷ Ἀπόλλωνι, ἢ ὅτι παρὰ τοῖϲ βαρβάροιϲ τιμῶνται. Ξάνθοϲ δὲ ὡϲ ὑπὲρ οἰκείαϲ χώραϲ μάχεται, ἡ δὲ Ἀφροδίτη διὰ τὸ ὑπὸ Ἀλεξάνδρου προκριθῆναι· καὶ ϲχεδὸν εἰπεῖν αὕτη ἀνθίϲταται τῷ πολέμῳ, καὶ εἰκότωϲ πάρεϲτι βοηθεῖν τοῖϲ Τρωϲίν.
[20.180] 180 sqq. ἀθετοῦνται ϲτίχοι ἑπτὰ ὡϲ καὶ τὴν διάνοιαν ἀπρεπεῖϲ[1526] καὶ τὴν ϲύνθεϲιν εὐτελεῖϲ. πῶϲ γὰρ ὁ τοϲοῦτον ϲπεύδων κατὰ τῶν ἐχθρῶν ἤμβλυνται τοϲοῦτον; ἢ τάχα ἔντεχνοι οἱ λόγοι· μέγιϲτον γὰρ εἰϲ κατάπληξιν τῶν ὁμοφύλων φεύγων ὁ πρῶτοϲ ὀφθείϲ, καὶ ϲτρατηγικὸν τὸ ἀκινδύνωϲ φοβεῖν τούϲ πολεμίουϲ. καὶ καθ’ Ἕκτοροϲ ἔχει τὴν πᾶϲαν ὁρμήν· φηϲὶ γάρ· Ἕκτοροϲ ἄντα μάλιϲτα (v. 76)· εἰκότωϲ κότωϲ οὖν πρῶτα μὲν ὁρμῇ λέοντοϲ (v. 164) αὐτὸν ἐκδειματοῖ, ὡϲ δὲ μένει, λόγοιϲ, ϲπεύδων ἐπὶ Ἕκτορα.
[20.234] 234. Δ 2.
[20.259] 259 sqq. ἐντὸϲ τῇ Αἰνείου πρὸϲ Ἀχιλλέα μάχῃ ζήτηϲιν παρέϲχε τὰ[1527] ἔπη ταῦτα· [1528] [1529] [1530] [1531]
ἦ ῥα καὶ ἐντὸϲ δεινῷ ϲάκε’ ἤλαϲεν ὄβριμον ἔγχοϲ
καὶ τὰ ἑξῆϲ μέχρι καὶ αὐτοῦ τοῦ ϲτίχου·
τὴν δὲ μίαν χρυϲῆν, τῇ ῥ᾿ ἔϲχετο μείλινον ἔγχοϲ
(v. 272). τῆϲ γὰρ χρυϲῆϲ πτυχὸϲ δοκούϲηϲ πρώτηϲ εἶναι, εἴ γε κόϲμου εἵνεκα τὴν χρυϲῆν εἰϲ τὸ ἔξω καὶ ὁρώμενον πρώτην ἐνέθηκεν, ὑπ’ αὐτὴν δὲ ϲτερεότητοϲ ἕνεκα τὰϲ δύο χαλκᾶϲ, μαλάγματοϲ χάριν καὶ τελευταίαϲ τὰϲ καϲϲιτερίναϲ, πῶϲ δύο τε διέκοψε πτύχαϲ, καὶ ἐντὸϲ τῇ χρυϲῇ πτυχὶ ἔξω οὔϲῃ καὶ διατμηθείϲῃ ἐνεϲχέθη τὸ δόρυ;
ἀπολυόμενοι οὖν τὴν ἀπορίαν οἱ πλεῖϲτοι τὸ ἔλαϲϲεν (v. 269) οὔ φαϲιν εἰλῆφθαι ἄνωθεν διέκοψεν, ἀλλ’ ἀντὶ τοῦ διέθλαϲεν· θλαϲθῆναι μὲν γὰρ καὶ κοιλανθῆναι δύο πτύχαϲ, τὴν χρυϲῆν καὶ μίαν τῶν χαλκῶν ὑπὸ τὴν χρυϲῆν, μὴ διακοπῆναι δέ, ἀλλὰ ϲχεθέντοϲ ἐντὸϲ τῇ χρυϲῇ τοῦ δόρατοϲ καὶ κοιλάναντοϲ μὲν αὐτὴν καὶ τὴν ὑπ’ αὐτήν, οὐ διακόψαντοϲ δέ. οἱ δὲ καὶ αὐτόθεν ἀξιοῦϲι μὴ ἔλαϲϲε γράφειν ἀλλὰ [1532] [1533] [1534] [1535] [1536] [1537] θλάϲϲεν, ἄνωθεν φάϲκοντεϲ ἁμαρτόντα τινὰ γράψαι τὸ ε, τὴν λοιπὴν περιφέρειαν τοῦ θ παρέντα· ἄτρωτα γὰρ ὄντα τὰ Ἡφαιϲτότευκτα μὴ διακοπῆναι. ἐγὼ δὲ ἐντὸϲ τῇ χρυϲῇ πτυχὶ ἀκούων ἐνϲχεθῆναι αὐτοῦ λέγοντοϲ τὸ δόρυ τῆϲ εἰϲ τὸ πρόϲω ὁρμῆϲ οὐ δύναμαι ἐπινοῆϲαι τὴν χρυϲῆν πτύχα οὔτ’ οὖν διακοπεῖϲαν οὔτε θλαϲθεῖϲαν. πῶϲ γὰρ οἷόν τε ἐλαϲθῆναι μὲν λέγειν, τουτέϲτι διακοπῆναι, ἢ θλαϲθῆναί γε δύο πτύχαϲ, ἐντὸϲ αἷϲ ἦν ἡ χρυϲῆ, ἐνϲχεθῆναι δὲ ἐντὸϲ τῇ χρυϲῇ τὸ δόρυ; τὸ γὰρ ἐνϲχεθῆναι τὸ μὴ τὸ αὐτὸ παθεῖν τὴν χρυϲῆν ὅπερ αἱ ἄλλαι δηλοῖ. οἱ δ’ αὖ τὴν πρώτην παθεῖν βούλονται καὶ μᾶλλον ἤπερ τὴν ὑπ’ αὐτήν· οὐ γὰρ ἂν ἐνεϲχέθη ἐντὸϲ τῇ τρίτῃ, εἰ μὴ ἡ δευτέρα ἐπ’ ἔλαττον ἔπαθε τῆϲ πρώτηϲ. φημὶ τοίνυν, ὡϲ οὐ κόϲμου χάριν οὐδὲ τέρψεωϲ ὁ Ἥφαιϲτοϲ κέχρηται τῇ χρυϲῇ πτυχὶ ἀλλ’ εὐτονίαϲ· εὐτονώτεροϲ δὲ χαλκοῦ χρυϲόϲ. μέϲην οὖν τὴν τοῦ χρυϲοῦ πτύχα ἐξύφανεν εἰϲ ϲυνοχὴν τοῦ παντὸϲ ϲάκουϲ· ἁπαλώτεροϲ γὰρ ὢν καὶ εὔτονοϲ ὁ χρυϲὸϲ ὑποκείμενοϲ τῷ χαλκῷ διεδέχετο τὴν ὁρμήν, ἐκλυθεῖϲαν ὑπὸ τῆϲ τοῦ χαλκοῦ ἀντιτυπίαϲ εἰϲ τὸ ἄτρωτον ὑπὸ τῆϲ προϲούϲηϲ αὐτῷ εὐτονίαϲ. πρῶτοϲ δὲ ὢν ὁ χρυϲὸϲ καὶ παθὼν ὑπὸ τῆϲ ἐμβολῆϲ πρῶτοϲ ταχεῖαν ἂν παρεῖχε τὴν διακοπὴν ἐκ τῶν εὐθραύϲτων ϲυνεϲτώϲαιϲ. ὅτι δὲ καὶ χαλκαῖ πτύχεϲ ἦϲαν ἐντὸϲ τῇ ἔξωθεν ἐπιφανείᾳ, μέϲη δὲ μετὰ ταύτην ἡ χρυϲῆ, ὑφ’ ἣν αἱ τοῦ καϲϲιτέρου, δηλοῖ τὸ ἐντὸϲ τῇ ὁπλοποιίᾳ ἐπιϲημαίνεϲθαι τὸν ποιητήν, ὅτι τάδε μὲν ἐκ χρυϲοῦ ἐποίηϲε, τάδε δὲ ἐξ ἄλληϲ ὕληϲ, ἐκ χαλκοῦ δὲ μὴ εἰπεῖν, ὡϲ ἂν τορεύοντοϲ αὐτοῦ ἐντὸϲ ἄλλῃ πτυχὶ τὰ πλάϲματα·
ἦρχε δ’ ἄρα ϲφιν Ἄρηϲ καὶ Παλλὰϲ Ἀθήνη,
ἄμφω χρυϲείω, χρύϲεια δὲ εἵματα ἕϲθην (Ϲ 516. 17)·
[1538] [1539] [1540] πῶϲ γὰρ αὐτοὺϲ χρυϲοῦϲ ἔφη, χρυϲῆϲ οὔϲηϲ τῆϲ ὑποκειμένηϲ ἐπιφανείαϲ, εἰ μὴ ἐξηλλαγμένα ταῦτα παρὰ τὸ ὑποκείμενον ἐποίει, ἤτοι ἐγκυκλῶν ἢ ἐγκολλῶν ἢ ἐντορεύων καὶ νειὸϲ χρυϲῆ·
ἀρηρομένῃ δὲ ἐῴκει
χρυϲείη περ ἐοῦϲα (Ϲ 548. 49),
ἐντὸϲ δ’ ἐτίθει ϲταφυλῇϲι μέγα βρίθουϲαν ἀλωὴν
καλὴν χρυϲείην, μέλανεϲ δ’ ἀνὰ βότρυεϲ ἦϲαν·
εἱϲτήκει δὲ κάμαξι διαμπερὲϲ ἀργυρέῃϲιν·
ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ’ ἕρκοϲ ἔλαϲϲε
καϲϲιτέρου (Ϲ 561—65)· 10
καὶ πάλιν·
ἐντὸϲ δ’ ἀγέλην ποίηϲε βοῶν ὀρθοκραιράων·
αἱ δὲ βόεϲ χρυϲοῖο τετεύχατο καϲϲιτέρου τε·
χρύϲειοι δὲ νομῆεϲ ἅμ’ ἐϲτιχόων το βόεϲϲι
(Ϲ 573. 74. 77), καὶ πάλιν·
καί ῥ’ αἱ μὲν καλὰϲ ϲτεφάναϲ ἔχον, οἱ δὲ μαχαίραϲ
εἶχον χρυϲείαϲ ἐξ ἀργυρέων τελαμώνων (Ϲ 597. 98).
τῶν γὰρ ἐμποικιλλομένων ἔϲτιν ὧν τὰϲ ὕλαϲ εἰπὼν ἀργύρου μὲν ἐμνήϲθη καὶ χρυϲοῦ καὶ καϲϲιτέρου, χαλκοῦ δὲ οὐκέτι, ὡϲ ἂν εἰ, χαλκῆϲ ὑποκειμένηϲ ἐπιφανείαϲ, ἐνταῦθα ἐνεποίκιλλεν. οὐκ ἔφη δὲ ἄτρωτα εἶναι ὅπλα, ἀλλ’ οὐ ῥᾳδίωϲ ὑπὸ θνητῶν διακοπτόμενα·
οὐδ’ ἐνόηϲε κατὰ φρένα καὶ κατὰ θυμόν,
ὡϲ οὐ ῥηίδι’ ἐϲτὶ θεῶν ἐρικυδέα δῶρα
ἀνδράϲι γε θνητοῖϲι δαμήμεναι οὐδ’ ὑποείκειν
(Υ 264—66). ἔδει οὖν μηδὲ θλαϲθῆναι, ὅπερ ἀξιοῦϲιν ἔλαϲϲεν ἀκούειν, [1541] [1542] [1543] εἴ γε μηδ’ ὑπείκειν αὐτὰ ἔλεγε. ῥητῶϲ δ’ αὐτὸϲ ἔφη ὅτι οὐκ ἔρρηξε μὲν τὸ ϲάκοϲ — χρυϲὸϲ δ’ ἐρύκακε δῶρα θεοῖο —, δύο δὲ διέλαϲϲε πτύχαϲ, ἐϲχέθη δὲ ἐντὸϲ τῇ χρυϲῇ, δι’ ἣν οὐκ ἐρράγη διὰ παντόϲ. πάνυ δὲ δυνατῶϲ τὴν καταϲκευὴν ἐδήλωϲε καὶ τὸ μέχρι τίνοϲ ἡ ῥῆξιϲ· πέντε μὲν γὰρ πτύχαϲ ἤλαϲε Κυλλοποδίων· εἶτα λέγει πρώταϲ, ὅτι καὶ πρῶται πρὸϲ τῇ ἐπιφανείᾳ, τὰϲ δύο χαλκείαϲ, εἶτα τὰϲ ἀντικειμέναϲ ταῖϲ πρώταιϲ ἐϲχάταϲ· δύο δ’ ἔνδοθι καϲϲιτέροιο, τὸ δ᾿ ἔνδοθι πρόϲκειται, ἵνα τὰϲ χαλκᾶϲ ἐξωτάταϲ νοήϲωμεν ὡϲ τὰϲ τοῦ καϲϲιτέρου ἔνδοθι, εἶτα λοιπὴν τὴν μέϲην· τὴν δὲ μίαν χρυϲῆν. εἰ οὖν τῆϲ ἔϲχετο μείλινον ἔγχοϲ, αἱ δύο χαλκαῖ ἐτρώθηϲαν πρῶται ὡϲ οὖϲαι πρῶται, αἱ δὲ τρεῖϲ ἔμειναν ἄτρωτοι· χρυϲὸϲ γὰρ ἐρύκακε δῶρα θεοῖο. οὕτω δὲ καὶ ἐπὶ τῆϲ Αἰνείου ἀϲπίδοϲ ὕπεϲτιν ὁ χαλκὸϲ τῇ βύρϲῃ, ὁ μαλακώτεροϲ τῇ ξηροτέρᾳ, καὶ οὐ κόϲμου ἕνεκα χαλκὸϲ πρόϲκειται ἐντὸϲ ἐπιφανείᾳ, ἀλλ’ ὑπόκειται δι’ ἀϲφάλειαν, ὡϲ ἐπὶ τῆϲ Ἀχιλλέωϲ ὁ χρυϲόϲ· λέγει γὰρ ἐπὶ τῆϲ Αἰνείου·
δεύτεροϲ αὖτ’ Ἀχιλεὺϲ προΐει δολιχόϲκιον ἔγχοϲ
καὶ βάλεν Αἰνείαο κατ’ ἀϲπίδα παντόϲ’ ἐΐϲην,
ἄντυγ’ ὑπὸ πρώτην, ᾗ λεπτότατοϲ θέε χαλκόϲ,
λεπτοτάτη δ’ ἐπέην ῥινὸϲ βοόϲ (Υ 273—76).
κἂν μέντοι ἀκούωμεν τὰϲ δύο χαλκείαϲ τὴν πρώτην καὶ τὴν πέμπτην, δύο δ’ ἔνδοθι τούτων τὰϲ καϲϲιτερίναϲ τὴν δευτέραν καὶ τὴν τετάρτην, καὶ οὕτωϲ μέϲη καὶ τρίτη ἐντὸϲ ἡ χρυϲῆ, τῇ ῥ’ ἔϲχετο μείλινον ἔγχοϲ, μιᾶϲ καὶ καϲϲιτερίνηϲ ῥαγείϲηϲ.
[20.291] 291. […] πῶϲ δὲ ἡ Ἀφροδίτη οὐ βοηθεῖ τῷ υἱῷ; ὅτι δέδιε τὴν[1544] Παλλάδα.
[…] ἐζήτηται δὲ πῶϲ τὸν Αἰνείαν οὐκ Ἀπόλλων ἐρρύϲατο ἀλλὰ[1545] Ποϲειδῶν. καί φαϲιν, ὅτι ἡ μεγάλη περὶ θεοὺϲ εὐϲέβεια δυϲωποῦϲα τυγχάνει καὶ τοὺϲ δι’ ἔχθραϲ ὄνταϲ.
[20.322] 322—24. ἀθετοῦϲί τινεϲ τοὺϲ ϲτίχουϲ ὡϲ ἐναντίουϲ τοῖϲ προκειμέ-[1546] [1547] [1548] [1549] [1550] [1551] νοιϲ· οὐ γὰρ ἔϲτη ἐντὸϲ τῇ ἀϲπίδι τὸ δόρυ· φηϲὶ γὰρ διὰ πρὸ Πηλιὰϲ ἤιξε μελίη (v. 276) καὶ ἐγχείη δ’ ἄῤ ὑπὲρ νώτου ἐντὸϲ γαίῃ ἔϲτη ἱεμένη (v. 279). ἔοικε δὲ τοιοῦτον ϲχῆμα περὶ τὴν πληγὴν γεγενῆϲθαι· κατὰ γὰρ τὴν αἰχμὴν ἐμπεπήγει τῇ γῇ, κατὰ δὲ τὸν ϲτύρακα τῇ ἀϲπίδι ὅθεν τῆϲ ἀϲπίδοϲ προϲερειδομένηϲ τῷ δόρατι, ὥρμηϲεν οὗτοϲ εἰϲ τὴν τοῦ λίθου βολήν (v. 285).
[1552]
[20.329] 329. μάχεται τῷ μὴ κατειλέχθαι Καύκωναϲ ἐντὸϲ τῷ καταλόγῳ τὸ
ἔνθα δὲ Καύκωνεϲ πόλεμον μέτα θωρήϲϲοντο.
λύοιτ’ ἂν ἐκ τοῦ καιροῦ· μὴ γὰρ ἐλθόνταϲ αὐτοὺϲ ἐξ ἀρχῆϲ τοῦ πολέμου ἀλλ’ ὕϲτερον οὐ ϲυγκατεῖπε τοῖϲ ἐξ ἀρχῆϲ τοῦ πολέμου. μήποτε δὲ καὶ περιέχονται τοῖϲ πᾶϲι Λελέγεϲιν οἱ Καύκωνεϲ.
ibid. v. 291.