Pular para o conteúdo

Ὁμηρικὰ ζητήματα

Porfírio · Capítulo 17. Ρ

Capítulo 17. Ρ

[17.125] 125. […] πῶϲ δὲ Ἀπόλλωνοϲ ϲκυλεύϲαντοϲ (Π 804) περὶ Ἐκτορόϲ[1362] φηϲιν ἡ τάχα περὶ μόνων τῶν κνημίδων φηϲίν. ἢ ὡϲ Ὀδυϲϲεύϲ φηϲι ϲκοπὸν εἵλομεν ( K 561 ) κατὰ ϲυνεκδοχήν, οὕτω καὶ Ἀπόλλωνοϲ ἀφῃρημένου τὸν κοινωνὸν τῶν κατορθωμάτων ϲυναριθμεῖ.

[1363][1364][1365][1366][1367][1368][1369]

[17.127] 127. ad Ω 15. 16.

[1370]

[17.143] 143. φύξηλιϲ ἐϲτὶν ὁ φεύγων τὰϲ ἴλαϲ, δειλὸϲ δὲ ὁ δεδιὼϲ τὰϲ ἴλαϲ, μενεδήιοϲ δὲ ὁ ὑπομένων τὴν δηιοτῆτα, ἐϲθλὸϲ δὲ ὁ ἐθελοντὴϲ μαχόμενοϲ, οἱονεὶ ἐθελόϲ. ὁ δὲ ἐναντίοϲ οὐκ ἐθέλεϲκε μάχην ἀπὸ τείχεοϲ ὀρνύμεν Ἔκτωρ (l 353), ἀντὶ τοῦ οὐχ ὑπέμεινεν ἄποθεν τῶν τειχῶν μάχεϲθαι. οὕτωϲ ἔχει καὶ τὸ ἦ ϲ’ αὔτωϲ κλέοϲ ἐϲθλὸν ἔχει φύξηλιν ἐόντα ( 143 ) τοῦ δὲ φυξήλιοϲ οὐ γάρ τοι κραδίη μενεδήιοϲ οὐδὲ μαχήμων (M 247 ). καὶ τὸ οἷον ἀναΐξαϲ ἄξαρ οἴχεται οὐδ’ ὑπέμεινεν· οὐ μὲν γάρ τοι κακὸϲ εἰϲ ὦ πα (α 410. 1 ) δηλοῖ οὐχ ὑπέμεινε γνῶναι οὕτε ἡμᾶϲ αὐτὸν οὔτ’ αὐτὸν ἡμᾶϲ.

[17.263] 263. Π 174.

[1371]

[17.117] 117. πῶϲ μὴ καὶ Πάτροκλον εἵλκυϲαν; ὅτι περὶ τοῦτον οἱ Τρῶεϲ ϲπουδαιότεροι ἦϲαν, τῶν δὲ ⟨om. L.⟩ ἰδίων καὶ ἠμέλουν νεκρῶν.

[17.368] 368. v. ad ζητ. 34.

[1372]

[17.608] 608 sqq. λίαν τούτων πέπλεκται ὁ λόγοϲ, καὶ ἔϲτι τῶν ἔξω περι ζητημάτων· ὁ δ’ Ἰδομενῆ οϲ ἀκόντιϲε δί φρ ῳ ἐφεϲταότοϲ πεζὸϲ γὰρ τὰ πρῶ ταλιπὼν νέαϲ ἤλυθε. τίϲ πεζὸϲ ἥλυθε καί κε Τρωϲὶ μέγα κράτοϲ (οὕτωϲ αὐτὸϲ ἐτρώθη, ὅτι πεζὸϲ ἦν) ἀλλὰ δεῖ νοεῖν τὰ μὲν διὰ μέϲου εἰρημένα, τὰ δὲ κεφαλαιωδῶϲ ἐξενηνεγμένα ὕϲτερον τῆϲ ἐπὶ μέρουϲ ἐπεργαϲίαϲ τυχόντα κατ’ ἐπανάληψιν. τὸ δὲ πεζὸϲ γὰρ τὰ πρῶτα οὐκ ἐπὶ τοῦ Κοιράνου ἀκουϲτέον, ἀλλ’ ἐπὶ τοῦ Ἰδομενέωϲ. ϲαφέϲ δ’ ἐκ τοῦ ἐπιφέρεϲθαι καί κεν [1373] [1374] [1375] [1376] [1377] [1378] [1379] Τρωϲὶ μέγα κράτοϲ· οὐ γὰρ ἂν τάϲϲοιτο τοῦτο οἰκείωϲ ἐπὶ τοῦ Κοιράνου (ἦν γὰρ οὐ τῶν ἀριϲτέων), ἀλλ’ ἐπὶ τοῦ Ἰδομενέωϲ. διὰ μέϲου δὲ ταῦτα· δίφρῳ ἐφεϲταότοϲ, τοῦ μέν ῥ’ ἀπ ὸ τυτθὸν ἅμαρτεν, αὐτὰρ ὁ Μηριόναο ὀ πάονά θ’ ἡνίοχόν τε Κοίρανον, ὅϲ ῥ’ ἐκ Λύκτου ἐυκτιμένηϲ ἕπεθ’ αὐτῷ, ὥϲτε εἶναι τὸ ἑξῆϲ· ὁ δ’ Ἰδομενῆοϲ ἀκόν τιϲε Δευκαλίδαο· πεζὸϲ γὰρ τὰ πρῶτολιπὼν νέαϲ ἤλυθεν, ὁ Ἰδομενεύϲ. εἴωθε δὲ ὁ ποιητὴϲ τινὰ διὰ μέϲου τάϲϲειν. κεφάλαιον δὲ νοητέον αὐτὸ μόνον προειρῆϲθαι ἐντὸϲ τῷ ὁ δ’ Ἰδομενῆοϲ ἀκόντιϲε Δευκαλίδαο δίφρῳ ἐφεϲταότοϲ· τοϲ· εἶτα ἐπεξηγεῖται τὴν αἰτίαν, πῶϲ ἐγένετο ἐντὸϲ τῷ δίφρῳ· πρότερον μὲν ἦν πεζόϲ, τότε δὲ ὁ Κοίρανοϲ αὐτῷ παρέϲτηϲε τὸ ἅρμα. πεζὸϲ μὲν γὰρ τὰ πρῶτα λιπὼν νέαϲ ἐντὸϲ τῆ Ν (240) ἀπὸ τῆϲ ϲκηνῆϲ ὁ Ἰδομενεύϲ, νῦν δὲ ἄφνω πέφηνεν ἐφ’ ἄρματοϲ· οὐ γάρ ἐϲτιν ὁ λόγοϲ ὅτι ἀπὸ Κρήτηϲ πεζὸϲ ἦλθεν, οὐ χρηϲάμενοϲ ἅρματι, καθάπερ ὁ Ὀδυϲϲεύϲ, τραχεῖαν ἔχιυν τὴν Ἰθάκην. ϲημαίνει οὖν ὅτι ἀπὸ τῶν νεῶν πεζὸϲ ἦλθεν ἐπὶ τὸν πόλεμον. προθεὶϲ οὖν τὸ κεφάλαιον, ὕϲτερον ἐπεκδιδάϲκει πῶϲ ἔϲχεν ἅρμα· καί κε Τρωϲὶ μέγα κράτοϲ ἐγγυάλιξεν, εἰμὴ Κοίρανοϲ ὦκα ποδώκεαϲ ἤλαϲεν ἵππουϲ. τοῦτο οὖν προλαβὼν ἐξήνεγκεν· ὁ δ’ Ἰδομενῆοϲ ἀκόντιϲε Δευκαλίδαο δίφρῳ ἐφεϲταότοϲ. πῶϲ ὁ γὰρ Κοίρανοϲ ἤλαϲε τοῦϲ ἵππουϲ, ἐπεὶ αὐτόϲ γε πεζὸϲ ἐλήλυθε· πεζὸϲ γὰρ τὰ πρῶτα λιπὼν νέαϲ ἤλυθε. τίϲ γὰρ ἡ ἰδιότηϲ. ὅτι, εἴπερ ἐμάχετο πεζόϲ, ἀπολώλει ἂνοἶϲ ἐντροπὴ ἐγέτο πρὸϲ οὓϲ Πηνέλεωϲ ἦρχεν.

κατὰ Ἰδομενέωϲ βάλλει νεωϲτὶ τῷ δίφρῳ ἐπιβάντοϲ· πεζὸϲ γὰρ[1380] ἐκ τοῦ ναυϲτάθμου ἦλθε, καὶ δὴ πεϲὼν ἄν ὕψωϲε τοὺϲ Τρῶαϲ, εἰ μὴ ὁ Κοίρανοϲ αὐτῷ παρέϲτηϲε τὸ τοῦ Μηριόνου ἅρμα, ὃϲ ἐκ Λύκτου Μηριόνῃ ϲυνεϲτράτευϲε· λέγει δὲ ὅτι ἤδη ἀναβῆναι φθάϲαντοϲ Ἰδομενέωϲ ἧκε τὸ βέλοϲ, καὶ τὸν ἡνίοχον ἔτρωϲε κατὰ τύχην. εἰ μὴ οὖν ἤνεγκε τοῦϲ ἵππουϲ, τροπῆϲ γεγονυίαϲ, μεϲαιπόλιοϲ ὢν ὁ Ἰδομενοῦϲ καὶ μὴ δυνάμενοϲ φεύγειν, ἀπώλετο ἄν.

[17.698] 698. ἐζήτηται πῶϲ οὐκ ἐϲτιν Αὐτομέδων μηνυτὴϲ τῆϲ τοῦ Πατρόκλου[1381] [1382] [1383] [1384] [1385] ἀναιρέϲεωϲ, ἀλλ’ Ἀντίλοχοϲ, καὶ διὰ τί γυμνὸϲ τρέχει. ῥητέον οὖν ὅτι Αὐτομέδοντα μὲν αἰϲχρὸν ἦν μετὰ τῶν ἵππων ἔρχεϲθαι πρὸϲ Ἀχιλλέα ἄπρακτον, τῶν ἄλλων ἀγωνιζομένων περὶ τοῦ ϲώματοϲ Ἀντίλοχοϲ δὲ ταχύτεροϲ ὢν τῶν ἄλλων προεκρίθη, καὶ γυμνὸϲ πρόειϲι, μετὰ τῶν ὅπλων τὰϲ ϲυμφορὰϲ ἐκπομπεύειν παραιτούμενοϲ, ἢ διὰ τὸ μὴ βαρούμενον τοῖϲ ὅπλοιϲ χρονίϲαι ἐντὸϲ τῇ ὁδῷ.