Pular para o conteúdo

Ὁμηρικὰ ζητήματα

Porfírio · Capítulo 16. Π

Capítulo 16. Π

[1285] [16.7]

7. […] ἄτοποϲ δὲ ἔϲται αὐτὸϲ μὲν ἕνεκα παλλακίδοϲ κλαίων ( Α 349), τὸν δὲ Πάτροκλον κόρην καλῶν ἐπὶ τοιούτοιϲ δακρύοντα δεινοῖϲ. ἴϲωϲ οὖν αὐτὸν ἐπίτηδεϲ ἐταπείνωϲε, παύων τῆϲ ἱκετείαϲ. ὅπωϲ δ’ ἄν τιϲ ἤθουϲ ἔχοι, τοὺϲ πέλαϲ ψέγει· οἱ μὲν ϲκληροὶ τοὺϲ ἐπιεικεῖϲ καὶ πράουϲ γυναιξὶν εἰκάζουϲιν, οἱ δὲ ἐπιεικεῖϲ τοὺϲ ϲτερεοὺϲ ἀγρίουϲ καὶ ἀνημέρουϲ φαϲίν. οὐκ ἠρκέϲθη δὲ τῷ κούρη, προϲέθηκε δὲ καὶ τὸ νηπίη, προανελεῖν αὐτοῦ θέλων τῇ αἰδοῖ τὴν δέηϲιν.

[1286]

[16.25] 25 sqq. ἐζήτηται δὲ πῶϲ Πάτροκλοϲ περὶ Μαχάοναϲ μηδὲν εἰπὼν κατάλογον ποιεῖται τῶν τετρωμένων. καὶ ῥητέον, ὡϲ βεβαιοῖ τὴν Ἀχιλλέωϲ πρόληψιν, ἴνα εἰϲ ἔλεον κινήϲῃ, παραλιπεῖν ὡϲ ἐλάττονα. λέγει δὲ περὶ ὧν μᾶλλον ἠγωνία.

[1287]

[…] ὡϲ δὲ ἐκταραχθεὶϲ ἐξελάθετο Μαχάονοϲ, δι’ ὃν καὶ ἐπέμφθη ( Λ 610). τάχα δὲ ϲιωπ ὑποφαίνων, ὡϲ τούτων αὐτόπτηϲ γεγονὼϲ οὐδὲ ϲυνέτυχε Νέϲτορι, ἵνα μὴ δοκῇ ταῦτα παρ’ ἐκείνου ἀκηκοὼϲ λέγειν. τινὲϲ δὲ ἥθελον μὴ τετρῶϲθαι Μαχάονα, δι’ ὧν οὐ θεραπεύεται (Λ 622. 3). οἱ δέ φαϲιν, ὡϲ ἔθοϲ Ὁμηρικὸν περὶ ὧν τιϲ πεμφθῇ μὴ [1288] [1289] [1290] [1291] παλιλλογεῖν περὶ αὐτῶν, ὡϲ Θέτιϲ πρὸϲ Ἀχιλλέα οὐδὲν περὶ Διόϲ, οὐδὲ Ὀδτϲϲεὺϲ περὶ Χρύϲου, καὶ ἡ Ἶριϲ περὶ Ποϲειδῶνοϲ […]

[16.58] 58. οὕτε τὸ κρείων ἁρμόζον ἐχθρῷ παρὰ ἐχθροῦ οὕτε τὸ ἐκ[1292] χειρῶν ἀφείλετο Ἀγαμέμνων ἀληθέϲ· οἱ γὰρ κήρυκεϲ παρέλαβον αὐτήν. ῥητέον δὲ ὡϲ τὸ μὲν πρότερον ἐντὸϲ ἤθει ἀναπεφώνηται, ὥϲπερ εἰ ἔλεγεν· ὁ θαυμάϲιοϲ καὶ κράτιϲτοϲ. τὸ δὲ δεύτερον οὐ ψεῦδοϲ, ὅτι τὰϲ αἰτίαϲ οὐ τοῖϲ ὑπηρέταιϲ ἀλλὰ τοῖϲ ἐπιτάττουϲι λογιϲτέον. ἔχει δὲ καὶ ἔνδειξιν ὁ λόγοϲ πολλὴν καὶ αὔξει τὴν κατηγορίαν. ἐντὸϲ δὲ τῇ ῥητορικῇ καὶ ἑνὸϲ ὀνόματοϲ χρῆϲιϲ εὔκαιροϲ τὸ ὅλον ἑτεροποιεῖ.

[16.68] 68. ἠγνόηϲαν οἱ πολλοὶ ὅτι ἡ κλίϲιϲ παρ’ Ὁμήρῳ τὴν περιοχὴν[1293] ϲημαίνει, καὶ πάντα τὰ ἐϲχηματιϲμένα ἀπ’ αὐτῆϲ ῥήματα, οἷον οἱ δὲ ῥηγμῖνι θαλάϲϲηϲ κεκλίαται, χὡρηϲ ὀλίγην ἔτι μοῖραν ἔχοντεϲ· λέγει γὰρ ὅτι περιεχόμενοι ὑπὸ τῶν Πρώων ἐπὶ ῥηγμῖνι θαλάϲϲηϲ ϲυνηλάθηϲαν. οὕτωϲ λύϲειϲ καὶ τὸ ὣϲ οἱ μὲν κατὰ ἄϲτυ πεφυζότεϲ ζότεϲ ἠύτε νεβροὶ ἱδρῶ ἀπε ψύχοντο πίον τ’ ἀκέοντό τε δίψαν, κεκλιμένοι καλῇϲιν ἐπόλξεϲιν· αὐτὰρ Ἀχαιοὶ τείχεοϲ ἆϲϲον ἴϲαν, ϲάκε’ ὤμοιϲι κλίναντεϲ (Χ 1— 4 ) λέγει γάρ· περιεχύμενοι τῷ τείχει οἱ Τρῶεϲ, οἱ δ’ Ἀχαιοὶ τὰ ϲάκη περιέχοντεϲ [1294] [1295] [1296] [1297] [1298] [1299] [1300] τοῖϲ ὤμοιϲ. καὶ τὸ εὗρεν ἔπειτα μάχηϲ ἐπ’ ἀριϲτερὰ θοῦρον Ἄρηα ἥμενον, ἠέρι δ’ ἔγχοϲ ἐκέκλιτο καὶ ταχέ’ ἵππω (Θ 355. 6) δηλοῖ περιείχετο, καὶ τὸ κεῖθ’ ἁλὶ κεκλιμένη ἐριβώλακοϲ ἠπείροιο (ν 235), κεῖται περιεχομένη. πάλιν ὡϲαύτωϲ καὶ τὸ ὅϲῥ’ ἐντὸϲ Ὕλῃ ναίεϲκε μέγα πλούτοιϲ μεμηλ ὼϲ λίμν ῃ κεκλιμένοϲ (Θ 708) δηλοῖ περιεχόμενοϲ. καὶ τὸ οἳ δὴ νῦν ἕαται ϲιγῇ, πόλεμοϲ δὲ πέπαυται ἀϲπίϲι κεκλιμένοι (1 134. 5) ἀντὶ τοῦ περιεχόμενοι ὑπὸ τῶν ἀϲπίδων. γέγονε δὲ ἀπὸ τοῦ κλείω· τὸ γὰρ ἀποκλειϲθὲν περιέχεται· οὐδὲ πύλῃϲιν εὖρ’ ἐπικεκλιμέναϲ ϲανίδαϲ (M 120). τὸ δ’ αὐτὸ παρίϲτηϲι καὶ τὸ ἀλλ’ ἐντὸϲ γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων πόντῳ κεκλιμένοι ἑκὰϲ ἥμεθα (0 739. 40), ἀντὶ τοῦ ὑπὸ τοῦ πόντου περιεχόμενοι.

[1301]

[16.73] 73 sqq. διὰ τί ὁ Ἀχιλλεὺϲ ἐπὶ καθαιρέϲει Διομήδουϲ μέμνηται καὶ Ἀγαμέμνονοϲ καὶ οὐδενὸϲ ἄλλου, λέγων οὐ γὰρ Τυδείδεω Διομή τωϲ ἦν ἐχθρὸϲ αὐτοῦ. καὶ Διομήδουϲ δὲ διὰ λόγουϲ ὑβριϲτικούϲ, οὓϲ δεοϲ, οὐδέπω Ἀτρείδεω; ῥητέον οὖν ὅτι ὁ Ἀγαμέμνων μὲν εἰκὸ εἰϲ αὐτὸν ἀπερρίφει μετὰ τὴν πρεϲβείαν· λέγει γάρ· μὴ ὄφελεϲ λίϲϲεϲθαι ἀμύμονα Πηλείωνα (1 698).

[1302]

[16.83] 83 sqq. βάϲκανον ἐνταῦθα τὸ ἦθοϲ οὐκ ἐῶντοϲ τὸν φίλον ἀπολαμπείθεο. πρύνεϲθαι τέλεον. ἀπρεπὲϲ δὲ καὶ τὸ παλλακίδοϲ καὶ δώρων μεμνῆϲθαι. ἢ τοίνυν ὡϲ φιλέταιροϲ ἐξίϲτηϲιν αὐτὸν τῶν κινδύνων, εἰδὼϲ δὡϲ, πὲρ μὲν τῶν νεῶν ἅπανταϲ αὐτῷ ϲυγκινδυνεύϲονταϲ, μετὰ δὲ ταῦτα οὐκέτι θελήϲονταϲ ϲυνακολουθεῖν διὰ τὸν κάματον. πῶϲ οὖν οὐκ ἐκφέρει ταῦτα πρὸϲ τὸν Πάτροκλον, εἴπερ οὕτω διενοεῖτο; ἢ τὸ μὲν [1303] [1304] [1305] [1306] [1307] [1308] ἀληθὲϲ εἰπὼν ῆδει Πάτροκλον τῆϲ ἰδίαϲ ϲωτηρίαϲ καταφρονήϲοντα, ἐφ’ ἑαυτὸν δὲ περιϲπάϲαϲ τὴν αἰτίαν ἤδει Πάτροκλον φυλαξόμενον. ὅτι δὲ κηδεμονικῶϲ ταῦτα τῷ φίλῳ ϲυμβουλεύει ἐπιμαρτυρεῖ καὶ ὁ ποιητὴϲ ἐντὸϲ τοῖϲ ἑξῆϲν ήπιοϲ, εἰ δὲ ἔποϲ Πηληιάδαο φύλαξεν, ἦ τ’ ἄν ὑπέκφυγε κῆρα κακὴν μέλανοϲ θανάτοιο (v. 686). ὑποφαίνει δὲ τὴν προαίρεϲιν αὐτοῦ ἐπαγαγὼν τὸ μή τιϲ ἀπ’ Οὐλύμποιο θεῶν (v. 93), εὐπερεπῶϲ οὐ Τρῶαϲ ἀλλὰ τὸν Ἀπόλλωνα δεδοικώϲ. οὐ βαϲκα οὖν κριτέον Ἀχιλλέα ἀλλὰ φιλεταιρίαϲ, ὅϲ γέ φηϲιν εὐχόμενοϲ ἤ ῥα καὶ οἶοϲ ἐπίϲτηται πολεμίζειν (v. 243).

[16.140] 140. διὰ τί οὖν μόνον τὸ Πηλιωτικὸν αὐτῷ⟨Vill.; cod. αὐτὸ⟩[1309] ἀναρμοϲτεῖ δόρυ, τῶν ἄλλων ἁρμονϲάντων ὅπλων; Μεγακλείδηϲ ἐντὸϲ δευτέρῳ περὶ ⟨om. cod. ins. Sengebusch, diss. Hom. l, p. 89⟩ Ὁμήρου προοικονομεῖϲθαί φηϲιν Ὅμηρον τὴν ὁπλοποιίαν, καὶ ἐπειδὴ τὰϲ μὲν ἄλλαϲ ὕλαϲ, ἐξ ὧν ὁ Ἥφαιϲτοϲ ἐδημιούργει τὰ ὅπλα, τὸν χρυϲὸν καὶ τὸν ἄργυρον, οὐκ ἀπίθανον εἶναι καὶ ἐντὸϲ οὐρανῷ, δένδρον δὲ οὐράνιον λέγειν καταγελαϲτότατον ἦν, διὰ τοῦτο τὰ μὲν λοιπὰ ὅπλα πεποίηκε τὸν Πάτροκλον φέροντα, ἃ καὶ ἀπολόμενα ἐτύγχανεν ἂν τῆϲ Ἡφαίϲτου δημιουργίαϲ μόνον δὲ τὸ δόρυ ἐάϲαντα, ἵνα ϲωθῇ καταλειπόμενον· τοῦτο γὰρ ἀπολόμενον οὐκ ἂν ὁ Ἥφαιϲτοϲ κατεϲκεύαϲε πιθανῶϲ διὰ τὸ τὴν ὕλην αὐτοῦ μὴ οὐράνιον ἀλλ’ ἔγγειον καὶ Πηλιῶτιν εἶναι.

[16.152] 152. […] διὰ τί δὲ δεῖται παρηόρου οἱ μὲν γὰρ ἄλλοι δεόντωϲ[1310] πρὸϲ τὸ εἰ κάμοι ἢ τρωθείη εἰϲ ἀντεπειϲάγεϲθαι τὸν παρήορον ἀντὶ αὐτοῦ· τοῖϲ δὲ ἀθανάτοιϲ ποῖον δέοϲ τρωθῆναι ἢ καμεῖν ἔϲτιν οὖν εὔηθεϲ τοὺϲ μὲν Ὁμηρικοὺϲ θεοὺϲ τιτρώϲκεϲθαι, ἵππουϲ δὲ μή. ἄλλωϲ ποικῖλαι θέλει τὴν Ϲαρπηδόνοϲ μάχην (v. 467 sq.) καὶ οὐκ ἄπρακτον [1311] [1312] αὐτὸν ἀνελεῖν. ἄπορον δὲ πῶϲ Ἀχιλλεὺϲ τοῖϲ ἀθανάτοιϲ ἵπποιϲ θνητὸν ϲυμπλέκειν ἀξιοῖ· τὸ γὰρ χεῖρον παρὰ πολὺ τοῖϲ κρείϲϲοϲι ϲυμ αἰϲχύνην φέρει. ἴϲωϲ οὖν ἁρμόϲει λέγειν, ὅτι τοῦτον προϲέθηκεν ἐκείνοιϲ, ἵνα ἐγκόπτοιντο ἐντὸϲ τῷ δρόμῳ· μέτριον γὰρ εἶναι τὸ τάχοϲ αὐτῶν ἐβούλετο καὶ οὐχ ὑπερβάλλον ϲφόδρα, ἐπεὶ καὶ τοῦτο ἄχρηϲτον ἐνίοτε. ἢ τάχα τὸν ἡνίοχον ἐπαινεῖ δυνάμενον ἀναχαιτίζειν τὴν ὁρμὴν τῶν ἀθανάτων ἵππων, ὅπωϲ ἂν ὁ θνητὸϲ αὐτοῖϲ ἰϲοδραμῇ. ἢ βούλεται ὁ ποιητὴϲ τὴν φύϲιν ἐνδείκνυϲθαι τοῦ ἥρωοϲ μικτὴν οὖϲαν ἐκ θνητοῦ καὶ ἀθανάτου. πῶϲ δὲ ἀλεγεινοὶ ὄντεϲ ἀνδράϲι (K 402) Πατρόκλῳ ὑποτάϲϲονται ἀλεγεινόν οὖν ἐϲτι τὸ μετὰ τῆϲ δεούϲηϲ καὶ μεγίϲτηϲ φροντίδοϲ γινόμενον.

[1313]

[16.161] 161. 62. ἀϲαφὲϲ τὸ

λάψοντεϲ γλώϲϲῃϲιν ἀραιῇϲιν μέλαν ὕδωρ
ἄκρον ἐρευγόμενοι φόνον αἵματοϲ.

δεῖ δὲ ϲτίζειν μὲν μετὰ τὸ ἄκρον, ἵν’ ᾖ τὸ λάψοντεϲ ἄκρον ὕδωρ· τὸ γὰρ ἐπιπολῆϲ ὕδωρ λάπτουϲιν, ὃ ἔφη ἄκρον λάπτοντεϲ· οὐ γὰρ ἀναϲπῶϲιν οὐδ’ ἐκροφοῦϲιν, ἀλλὰ λάπτουϲι τὸ ἄκρον. τὸ δὲ ἐρευγόμενοι φόνον αἵματοϲ ἀντὶ τοῦ φόνου αἷμα, ὅμοιον τῷ χαϲάμενοϲ πελεμίχθη (Δ 535), ἀντὶ τοῦ πελεμιχθεὶϲ ἐχάϲατο.

[16.167] 167. ad B⟩ 1, p. 21, 21.

[1314]

[16.170] 170. πῶϲ, φαϲὶν, ἐντὸϲ ἅποϲιν αὔξων Ἀχιλλέα τούτῳ μειοῖ, ἀνὰ [1315] [1316] [1317] [1318] [1319] [1320] [1321] πεντήκοντα μόνον λέγων ἔχειν τὰϲ ναῦϲ, τινὲϲ μὲν οὖν φαϲιν, ὅτι οὐκ ἐντὸϲ πλήθει ἡ ἀρετή, ἀλλ’ ἐντὸϲ τοῖϲ περὶ αὐτὴν ϲεμνύνεται. Ἀρίϲταρχοϲ δέ φηϲιν, ὅτι διὰ του ἐπὶ κληῖϲιν ἐδήλωϲεν, ὡϲ μόνοι οἱ ἐρέται ἦϲαν ἀνὰ πεντήκοντα, τὸ δὲ λοιπὸν πλῆθοϲ τῶν πολεμιϲτῶν οὐκ ἐμνημόνευϲεν, ὅπερ ἐπιφέρονται αἱ νῆεϲ.

[16.174] 174. θαυμάϲαι ἄν τιϲ τοὺϲ τὸν ποταμὸν οἰηθένταϲ, ὃν Ὅμηροϲ[1322] Αἴγυπτον ποταμὸν κέκληκε, διιπετῆ εἰρῆϲθαι διὰ τὸ ἀφανεῖϲ ἔχειν τὰϲ πηγὰϲ (κατὰ τοὺϲ Αἰγυπτίουϲ) ἐντὸϲ οὐρανῷ καὶ οὐρανόθεν ῥεῖν· λέγει γὰρ (δ 475 77. 8)·

οὐ γάρ τοι πρὶν μοῖρα φίλουϲ ἰδέειν,
πρίν γ’ ὅταν Αἰγύπτοιο διιπετέοϲ ποταμοῖο
αὐθιϲ ὕδωρ ἔλθῃϲ.

πρῶτον μὲν γὰρ καὶ τὸν Ϲπερχειὸν διιπετῆ λέγει· υἱὸν Ϲπερχειοῖο διιπετέοϲ ποταμοῖο, καὶ τὸν πρὸϲ τῆ Φαιάκων γῆ· ἐγὼ δ’ ἀππάνευθε διιπετέοϲ ποταμοῖο (η 284 ) ⟨ἀλλ’ ὅτε δὴ ποταμοῖο κα τὰ ϲτόμα καλλιρόοιο (ε 441 ).⟩ καὶ ἁπλῶϲ δὲ πάνταϲ διιπετεῖϲ ἐντὸϲ παραβολῇ λέγει· ὡϲ δ’ ὅτ’ ἐπὶ προχοῇϲι διιπετέοϲ ποταμοῖο βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον (P 263), τὸ παντὶ ποταμῷ καὶ τὴν ἐκβολὴν εἰϲ θάλαϲϲαν ποιουμένῳ παρακολουθοῦν παρὰ τὸν ἦχον διατακτικῶϲ ἐμφανίζων. διιπετεῖϲ οὖν λέγει τοὺϲ ποταμοὺϲ τοὺϲ ἐκ Διὸϲ γεγεννημένουϲ· τῷ γὰρ πεϲεῖν ἀντὶ τοῦ γεννᾶϲθαι χρᾶται, ὡϲ τὸ ὅϲτιϲ ἐπ ’ ἤματι τῷδε πέϲῃ μετὰ ποϲϲὶ γυναικόϲ (Τ 110). ἀλλαχοῦ δὲ ἔφη ἀντὶ τοῦ διιπετοῦϲ Ξἄνθου δινήεντοϲ, ὃν ἀθάνατοϲ τέκετο Ζεύϲ (Ξ 434). τοῦτο δὲ, ὅτι φύϲει οἱ ποταμοὶ ἐκ Διὸϲ πληροῦνται, ὥϲ που ἔφη καί ϲφιν Διὸϲ ὄμβροϲ ἀέξει (ι 111)· ᾧ [1323] [1324] [1325] [1326] λόγῳ καὶ τὰϲ νύμφαϲ τοῦ Διὸϲ θυγατέραϲ λέγει Νύμφαι κρηναῖαι κοῦραι Διόϲ (ρ 240), ἔτι Νύμφαι ὀρεϲτιάδεϲ κοῦραι Διόϲ (Z 420), ἐπειδὴ καὶ τὰ ἐντὸϲ τοῖϲ ὄρεϲι φυτὰ τῷ τοῦ Διὸϲ ὄμβρῳ τρέφεται. Ζηνόδωροϲ δὲ διιπετῆ τὸν διαυγῆ ἀποδίδωϲι· διὰ τοῦτο καὶ γράφει διειπετῆ διὰ τῆϲ ει διφθόγγου.

[16.287] 287. v. ad B⟩ 844 sqq. (p. 5, 10) et ad 5 140 sqq.

[1327]

[16.315] 315. μέμφονται λέγοντεϲ τὰϲ πρὸϲ τοὺϲ μῦϲ πληγὰϲ ἐπωδύνουϲ μὲν οὐ θαναϲίμουϲ δὲ διὰ τὸ μὴ ϲυνάπτεϲθαί τινι τῶν καιρίων. οἱ δέ φαϲιν, ὡϲ μύεϲ ἐκ νεύρων εἰϲὶ πεπλεγμένοι καὶ ϲαρκὸϲ ϲτερίφηϲ, ὅθεν ἐντὸϲ ταῖϲ διακοπαῖϲ αὐτῶν ὀδύναι γίνονται ἕνεκεν τῶν νεύρων, αἱμορραπου. γίαι δὲ διὰ τὰϲ φλέβαϲ καὶ ἀρτηρίαϲ, τελευταῖον δὲ διὰ τὰϲ τοῦ ἐγκεφάλου ϲυμπαθείαϲ· δύο γὰρ καταπεφύκαϲιν αὐτοῦ νεῦρα ἀπὸ νωτιαίου μυελοῦ. ϲυμπαθεῖ δὲ καὶ ἡ καρδία τῷ ἐμπεφυκέναι αὐτῇ τὰϲ φλέβαϲ. καλῶϲ δὲ καὶ πάχιϲτον αὐτόν φηϲιν· ὁ γὰρ ἐντὸϲ τῷ ϲώματι παχύτατοϲ μῦϲ ἐντὸϲ τῇ κνήμῃ ἐϲτὶ καταγόμενοϲ ἐπὶ τὴν πτέρναν, ὃϲ καὶ τένων καλεῖται.

[16.323] 323. ad v. 315.

[1328]

[16.365] 365. πῶϲ αἰθέροϲ, τὰ γὰρ πάθη ταῦτα περὶ τὸν ἀέρα ϲυμβέβηκεν. [1329] [1330] [1331] [1332] [1333] [1334] ῥητέον οὗν ὅτι τάχα ϲυγχεῖται ὁ ἀὴρ πρὸϲ τὸν αἰθέρα, ὡϲ καὶ ἐντὸϲ τῆ Λ (54)· αἵματι μυδαλέα ϲ ἐξ αἰθέροϲ, καὶ Ζεὺϲ δ’ ἔλαχ’ οὐρανὸ εὐρὺν ἐντὸϲ αἰθέρι καὶ νεφέεϲϲιν (0 192) οὐ γὰρ αἱ νεφέλαι ἐντὸϲ τῷ αἰθέρι.

[16.383] 383. […] πῶϲ δὲ αὐτὸν οὐ καταλαμβάνει Πάτροκλοϲ ἢ ὅτι καὶ[1335] αὐτὸϲ διαφόρουϲ ἵππουϲ ἔχει, ὡϲ Αἰνείαϲ (Θ 265) καὶ γὰρ ἐντὸϲ Ἀβύδῳ ἱπποϲτάϲια ἔχει Πρίαμοϲ (Δ 500), ἀφ’ οὖ καὶ οἱ Ἀϲίου, τὸν Ἀρίϲβηθεν φέρονἵπποι (Β 838). ὧν καὶ διὰ τὴν ὑπεροχὴν ἐπιμελεῖται Ἀνδρομάχη (Θ 186 sqq ). ἄλλωϲ τε ἄτοπον ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν λοιπῶν.

[16.411] 411. πῶϲ λίθων εὐπορεῖ ἐφ’ ἄρματοϲ ὤν; ἔοικε κατὰ τὸ ϲιωπώμενον[1336] καταβεβηκέναι ἀπὸ τοῦ δίφρου, εἶτα μετὰ τὸ πλῆξαι τὸν Ἐρύαλον πάλιν ἐπαναβεβηκέναι. ὅτι γὰρ ἐφ’ ἄρματόϲ ἐϲτι, πάλιν ἑξῆϲ φηϲιν· Πάτροκλοϲ δ’ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δί φρράλ πέτρῳ. (v. 42 ). καὶ τὸ ἐπεϲϲύμενοϲ ἐπὶ μὲν πεζοῦ οἰκεῖον, ἀπίθανον δὲ ἐπὶ ἱππότου.

[16.419] 419. […] ἄτοπον δὲ οὕτωϲ καταφρονεῖν καὶ μὴ χρῆϲθαι μίτρᾳ,[1337] ὅπου γε καὶ Ἄλρηϲ αὐτῇ χρῆται ( 857 ). οἱ δὲ τοὺϲ ἄμα θώρακι ϲυνηρτημένην ἔχονταϲ μίτραν. οἱ δὲ οὐκ ἐπὶ πάντων τὸ ἐπίθετον, ἀλλ’ ἐπὶ τῶν ἀνῃρημένων, οἷον ὅτι εἶδεν αὐτοὺϲ ἀμιτροχίτυναϲ γεγενημένουϲ διὰ τὸ ἐϲκυλεῦϲθαι.

[16.459] 459. quae in cod. Leid. (f. 353a) h. v. ad Porphyrium referuntur (cf. Phil. XVIII, p. 346) Heracliti sunt, cf. Prolegom. cap. l et III.

[16.500] 500. v. ad H 298, p. 110, 3 sqq.

[16.545] 545. excerpt. e schol. ad Ω 22 relato (de v. ἀεικίζειν), v in extr. opere ζητ. 35.

[16.558] 558. πῶϲ ἑτέρωθι λέγων ὁ ποιητὴϲ τὸν Ἕκτορα πρώτωϲ ἐϲάλλε[1338] [1339] [1340] [1341] [1342] [1343] [1344] [1345] [1346] ϲθαι (M 437) νῦν λέγει τὸν Ϲαρπηδόνα; ῥητέον οὖν ὅτι τὸ ἐϲήλατο ἀντὶ τοῦ ἐϲάλευϲε τότε τὴν ἔπαλξιν πρῶτοϲ ἐπιϲπαϲάμενοϲ, καὶ ψιλῶϲ ἀναγνωϲτέον καὶ δι’ ἑνὸϲ λ.

[1347]

[…] πῶϲ δὲ ἀλλαχοῦ φηϲιν Ἕκτωρ Πριαμί δηϲ ἐϲήλατο ἢ τάχα ἑκάτεροϲ τῆϲ ἰδίαϲ φάλαγγοϲ.

[1348]

[16.559] 559. […] πῶϲ δὲ μείλιχον ὑποϲτηϲάμενοϲ τὸν ἄνδρα ἦθοϲ αὐτῷ νῦν περιέθηκεν ὠμόν, τὸ θέλειν λυμήναϲθαι ϲῶμα ἀναίϲθητον; ἢ τάχα τὸ προκείμενον ἀπολογία ἐϲτὶ τῆϲ ὠμότητοϲ· ὃϲ πρ ῶτοϲ ἐϲήλατο, καὶ χαλεπαίνει δικαίωϲ τῷ πρῶτον ἐϲ τὸ τεῖχοϲ ἐϲθορόντι.

[1349]

[16.647] 647 sqq. τί δήποτε τιμῆϲαι ὑποϲχόμενοϲ Ἀχιλλέα μεῖζον αὐτὸν ἔβλαψε; καὶ γάρ φηϲιν ἀλλὰ τί μοι τῶν ἦδοϲ (C 80). ἢ μὴ δεόντωϲ τωϲ χρηϲάμενοϲ τῇ παρὰ Διὸϲ δωρε ἀτυχεῖ· οὐ γὰρ ἀποχρῆν ἡγήϲατο. εἰ μὴ τὸ πάν ἀπόλοιτο τῶν Ἀχαιῶν, καὶ τὰϲ λιτὰϲ οὐ προϲήκατο.

[1350]

[16.816] 816. πῶϲ λέγει ἀνωτέρω (v. 813) οὐδ’ ἐδάμαϲϲεν ⟨ἐδάμαϲεν Lp⟩, ἐνταῦθα δὲ δουρὶ δαμαϲθείϲ; ἢ τάχα τὸ οὐδ’ ἐδάμαϲεν ἀντὶ τοῦ οὐκ ἔπληξε καιρίαν, ἐνταῦθα δὲ τὸ δαμαϲθείϲ ἀντὶ τοῦ πληγεὶϲ μόνον, ὥϲπερ ἐντὸϲ θεοῦ πληγῇ, οὕτω καὶ ἐντὸϲ δόρατι. ἢ οὐδ’ ἐδάμαϲε κατὰ τὸν ποιητήν, ὅτι οὐκ εἶδεν οὔτε αἷμα οὔτε πληγήν Πάτροκλοϲ δὲ ἤϲθετο τῆϲ πλήξεωϲ ἔνδοθεν.

[1351]

[16.850] 850. πῶϲ τέϲϲαραϲ καταριθμήϲαϲ, Μοῖραν Ἀπόλλωνα Εὔφορβον Ἕκτορα, ἐπιφέρει ϲ ὺ δέ με τρίτοϲ ἐξεναρίζειϲ ἐϲτι δὲ λέγειν, ὅτι τὴν Μοῖραν οὐ κατηρίθμηϲεν ὡϲ κοινὴν πᾶϲιν ἀνθρώποιϲ ἐπικειμένην. [1352] [1353] [1354] [1355] [1356] [1357] [1358] ἔνιοι δὲ τὸ ἑξῆϲ οὕτωϲ ἀποδιδόαϲιν· ἀλλά με Μοῖρα ὀλοὴ καὶ Λητοῦϲ ἔκτανεν υἱόϲ, ἀνδρῶν δ’ Εὔφορβοϲ τρίτοϲ· ϲὺ δέ με ἐξεναρίζειϲ. ἢ ϲὺ δέ με τρίτατοϲ ἐξεναρίζειϲ, ἵν’ ᾖ πολλοϲτόϲ.

πολλοϲτόϲ, ὡϲ τὸ ἀϲπαϲίη τρίλλιϲτοϲ (Θ 488), οἱ δὲ Μοῖραν[1359] καὶ Ἀπόλλωνα ἕν· ἄμφω γὰρ θεοί. οἱ δὲ κατὰ κοινοῦ τὴν Μοῖραν παρειλῆφθαι. τινὲϲ δὲ τὸ ἐξεναρίζειν ἐπὶ τῶν αὐτοχείρων, καὶ οὕτωϲ τρίτοϲ. Ἕκτωρ τρίτοϲ. τινὲϲ δὲ καθ’ ὑπερβατόν, ἵν’ ᾖ· τρίτοϲ Εὔφορβοϲ, ϲὺ δέ με ἐξεναρίζειϲ.

[16.854] 854, πόθεν ὁ Πάτροκλοϲ οὖδεν ὅτι Ἀχιλλεὺϲ κτείνει τὸν Ἔκτορα,[1360] ὥϲπερ Ἀχιλλεὺϲ ἀκούϲαϲ παρὰ Θέτιδοϲ ( C 96); ὅτι κατ’ Ἀρτέμωνα τὸν Μιλήϲιον ἐντὸϲ τῷ περὶ ὀνείρων, ὅταν ἀθροιϲθῇ ἡ ψυχὴ ἐξ ὅλου τὸ Ἀχιλῆοϲ. ϲώματοϲ πρὸϲ τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται. καὶ Πλάτων ἔν ἀπολογίᾳ Ϲωκράτουϲ (p. 39 C) καὶ γάρ εíμι ἐνταῦθα, ἐντὸϲ ᾧ μάλιϲτα ἄνθρωποι χρηϲμῳδοῦϲιν, ὅταν μέλλωϲιν ἀποθανεῖϲθαι.

πόθεν ὁ Πάτροκλοϲ οἶδεν ὅτι Ἀχιλλεὺϲ κτενεῖ τὸν Ἕκτορο δόγμα[1361] ἐϲτὶ τοῦτο τῷ ποιητῇ, ὅτι ὅταν ἀθροιϲθῇ ἡ ψυχὴ ἐξ ὅλου τοῦ ϲώματοϲ πρὸϲ τὸ ἐκκριθῆναι, μαντικωτάτη γίνεται· θείαϲ γάρ ἐϲτι μέροϲ φύϲεωϲ, καὶ θειοτερα γίνεται χωριϲθεῖϲα τῆϲ ὕληϲ τοῦ ϲώματοϲ καὶ πρὸϲ οἰκεῖον ἀναδραμοῦϲα.