Pular para o conteúdo

Ὁμηρικὰ ζητήματα

Porfírio · Capítulo 18. Ϲ

Capítulo 18. Ϲ

[18.2] 2. 9 P 688.

[18.10] 10. 11. v. a lin. 11. 12.

[1386]

[18.22] 22. Πλάτων ἐντὸϲ τρίτῳ Πολιτείαϲ (p. 388 B) κατηγορεῖ τῶν ὀδυρομένων, λέγων ὑπὲρ τῶν τεθνεώτων μὴ δεῖν τοῦτο ποιεῖν ὡϲ δεινόν τι πεπονθότων. Ζωίλοϲ δέ φηϲιν ἄτοπον νῦν εἰδέναι τὸν Ἀχιλλέα (v. 4)· προειδέναι τε γὰρ ἐχρῆν ὅτι κοινοὶ οἱ πολεμικοὶ κίνδυνοι, τόν τε θάνατον οὐκ ἐχρῆν δεινὸν ὑπολαμβάνειν, τό τε οὕτωϲ ὑπερπενθεῖν γυναικῶδεϲ. οὕτωϲ οὔτ’ ἄν βάρβαροϲ τιθὴ ἐποίηϲεν· καίτοι Ἑκάβηϲ ἐπὶ τῷ ϲυρμῷ Ἕκτοροϲ οὐδὲν τοιοῦτόν ἐϲτιν. Ζηνόδωροϲ δὲ ἀπολογεῖται λέγων ὅτι διὰ τὴν ὑπερβολὴν τῶν πεπραγμένων θρηνεῖ, καὶ. ἄλλωϲ ϲυνήθη ταῦτα τῷ τε βίῳ· τοῦτό νυ καὶ γέραϲ οἶον ὁιζυροῖϲι. βροτοῖϲι κείραϲθαί τε κόμην βαλέειν τ’ ἀπ ὸ δάκρυ παρειῶν (δ 197. 8).

[1387]

[18.98] 98. διὰ τί τὸν Ἀχιλλέα οὕτωϲ ἀνώμαλον πεποίηκεν, ὅϲ γε ὅτε ἔζη τεθνάναι ἐβούλετο, τεθνεὼϲ δὲ ζῆν δουλεύων μᾶλλον ἢ ἔχειν τὴν τοῦ Ἅιδου βαϲιλείαν (λ 489); ἢ οὔτε τὸ τεθνάναι δι’ αὐτὸ αἱρεῖϲθαι φαίνεται οὔτε τὸ ζῆν. ἀλλὰ διὰ μόνα τὰ καλα ἔργα καὶ ὅπωϲ πράττῃ ταῦτα. ἵνα μὲν γὰρ βοηθήϲη τῷ Πατρόκλῳ, τε Θναίην φηϲίν, ἵνα δὲ [1388] [1389] [1390] τῷ πατρί, ζῆν ἐθέλει. ὥϲτε καλῶν ἔργων προκειμένων ὁ φιλόκαλοϲ καὶ ζῶν τεθνάναι αἱρήϲεται, εἰ μέλλοι καλόν τι πρᾶξαι ἀποθανών, καὶ ἀναβιώϲεϲθαι πάλιν, εἰ μέλλοι τῶν κατ’ ἀρετήν τι πράξαι ἀναζήϲαϲ.

πῶϲ τοϲοῦτον φιλόζωον εἰϲάγει (λ 489) τὸν προκρίνοντα τὸ[1391] ὀλιγοχρόνιον μετ’ εὐκλείαϲ ζῆν ἤτοι οὖν παραμυθούμενοϲ τὴν δυϲτυϲχίαν Ὀδυϲϲέωϲ ταῦτά φηϲιν, ἢ τὸ ἄπρακτον τῶν νεκρῶν ὁρῶν βδελύττεται κ’ τὴν παρὰ τοῖϲ νεκροῖϲ δίαιταν.

[18.100] 100. Θέτιοϲ δ’ ἐξαίϲιον ἀρὴν πᾶϲιν ἐπικρήνειεν (0 598.[1392] 99), τὴν παράνομον λέγει εὐχήν, τὴν ἔξω αἴϲηϲ καὶ μοίραϲ. τὸ γὰρ κατὰ μοῖραν· καὶ ἐντὸϲ αίϲιμα βάζειϲ (158. δ 206 confus. cum β 159) καὶ κα τὰ μοῖραν ἔειπεϲ. ἢ ὑπεραγόντωϲ μεγάλην. ἀρήν δὲ αἴτηϲιν· καὶ γὰρ ἡ εὐχὴ αἴτηϲιϲ παρὰ θεοῦ τυγχάνει· ἢ τὴν κατὰ τῶν Ἑλλήνων κατάραν. ὡϲ φιλέλλην δὲ λοιδορεῖ τὴν εὐχὴν Θέτιδοϲ.

Θέτιοϲ δ’ ἐξ […] ϲιον ἀρη. πᾶϲιν ἐπικρήνειεν, τὴν παρά[1393] νομον εὐχὴν καὶ ἔξω αἴϲηϲ καὶ μοίραϲ.

εἰϲ τὸ ἐμεῖο δὲ δῆϲεν ἀρῆϲ ἀλκτῆρα γενέϲθαι (C 100).[1394] [1395] [1396] [1397] [1398] [1399] [1400] [1401] οὐκ ἔϲτι τὸ ἔδηϲεν ἀπὸ τοῦ δεϲμοῦ οὐδ’ Ἄρηϲ ὁ πόλεμοϲ νῦν ἢ θεόϲ, ἀλλὰ τὸ μὲν ἔδηϲε κατὰ ϲυγκοπὴν τοῦ ἐδέηϲε, περιϲπαϲτέον δὲ τὸ ἀρῆϲ, ἵν’ ἢ βλάβηϲ, ὡϲ τὸ Μέντορ, ἄμυνον ἀρήν (χ 208)· ἐμοῦ γὰρ ἐδέηϲε καὶ χρείαν ἔϲχε τῆϲ βλάβηϲ βοηθὸν ἔχειν.

[1402]

ο μὲν γάρ τι νεμεϲϲητὸν βαϲιλῆα ἄνδρ’ ἀ παρέϲϲαϲθαι, Ὅτε τιϲ πρότερον χαλεπήν ῃ (T 182. 83). ἀμφίβολογ διὰ τὴν αἰτιατικήν. ἔϲτι δὲ ὁ λόγοϲ περὶ τοῦ βαϲιλέωϲ, ὅτι οὐκ ἔϲτι νεμεϲητόν, εἰ βαϲιλεὺϲ ἄνδρα βλάψαϲ καὶ τῆϲ ἀδικίαϲ προϋπάρξαϲ ἀπαρέϲζητ. ϲεται αὐτόν. ἔϲτι δὲ τὸ ἀπαρέϲϲεται τὸ τῆϲ ἀρᾶϲ ἀπᾶραι, τουτέϲτι τῆϲ βλάβηϲ ἀπαλλάξαϲθαι καὶ ἐξιλάϲαϲθαι.

[18.108] 108. ad ζητ. ιε΄.

[1403]

[18.125] 125. […] πῶϲ δὲ δηρόν φηϲι; δεκαπέντε γάρ εἰϲιν ἡμέραι ϲὺν αἷϲ οἱ θεοὶ εἰϲ Αἰθιοπίαν διέτριψαν. ῥητέον δὲ ὅτι πρόϲ τί ἐϲτι τὸ πολύ· καὶ γὰρ μία ἡμέρα Ἀχιλλεῖ πολὺ ἦν ἀφεϲτῶτι· φιλοπόλεμοϲ γάρ ἐϲτι. λέγει οὖν ὅτι ἀθρόα αὐτοῖϲ ἀποδώϲω. κἂν εἰ πολὺν χρόνον τοῦ πολεμεῖν ἀπέϲτην, ὡϲ καὶ ἡμεῖϲ ἐντὸϲ τῷ βίῳ λέγομεν· ἡ μία μοι ἡμέρα αἰών ἐϲτιν.

[1404]

[…] ὅρα δὲ πῶϲ δηρὸν χρόνον λέγει τὰϲ δώδεκα τῆϲ τῶν θεῶν ἐκδημίαϲ ἡμέραϲ καὶ τὰϲ τρεῖϲ τὰϲ ἐντὸϲ ταῖϲ παρατάξεϲι· τὸν γὰρ ὀλίγον χρόνον πολὺν ἡγεῖται διὰ τὸ ἐνειθίϲθαι τῷ πολέμῳ καὶ μὴ θέλειν [1405] [1406] [1407] [1408] [1409] [1410] [1411] ἀργεῖν. καὶ ὁ ποιητήϲ φηϲι δηρὸν δὲ μάχηϲ ἐπέ παυτο ( Τ 46 ), οὐ πρὸϲ τὰϲ τρεῖϲ ἀφορῶν ἡμέραϲ ἀλλὰ πρὸϲ τὸ ποικίλον τῶν ϲυμφορῶν.

[18.128] 128 sqq. πῶϲ, φηϲὶν, οὐκ ἀποτρέπει μᾶλλον τῆϲ μάχηϲ, ἀλλὰ καὶ[1412] ἐπιρρώννυϲιν ἢ ὅτι εὐκλεῆ τὸν θάνατον αὐτῷ βούλεται γενέϲθαι. τὸν ναὶ οὖν μετ’ εὐκλείαϲ ϲυναινεῖ θάνατον· διόπερ τῆϲ μοίραϲ οὐ προεῖπεν αὐτῷ μὴ περιείληπται τὴν εἰϲ οἶκον ἀνακομιδήν. πῶϲ δὲ χάλκεα λέγει τὰ παρ’ Ἡφαίϲτου ὅπλα (v. 131, cf. v. 81) ἀπὸ τῆϲ χείρονοϲ ὕληϲ ἔχει γὰρ καὶ καϲϲίτερον καὶ ἄργυρον καὶ χρυϲόν (v 474. 75). κοινότερον οὖν καὶ χαλκεῖϲ ἔλεγον καὶ τοὺϲ ταῦτα ἐργαζομένουϲ ἦλθε δὲ χαλκεύϲ (γ 432) Ὅμηροϲ, τὸν χρυϲοχόον λέγων […]

[18.168] 168. διὰ τί, φαϲὶ. κρύβ δα Διόϲ, καὶ μήν φηϲι μίϲηϲε δ’ ἄρα[1413] μιν δηίων κυϲὶ κύρμα γενέϲθαι (P 272); ἀλλ’ ἐπεὶ ὑπέϲχετο Ἔκτορι ἀριϲτεύειν ἕωϲ ἑϲπέραϲ, διὰ τοῦτο αὐτὸν λάθρα βούλεται προαναϲτῆϲαι, ἵνα τὸν τοῦ Διὸϲ ματαιώϲῃ λόγον.

[18.192] 192. ζητεῖται διὰ τί τὰ Πατρόκλου οὐ λαμβάνει, εἰ καὶ τὰ αὐτοῦ[1414] ἐκείνῳ ἥρμοϲεν. τινὲϲ, ἡνίοχον λέγοντεϲ εἶναι τὸν Πάτροκλον, φαϲὶ μὴ ἔχειν αὐτὸν ὅπλα. ῥητέον δὲ ὅτι εἶχε καὶ ἐμάχετο· Ἀχιλλεύϲ φηϲιν ἤ οἱ τότε χεῖρεϲ ἄαπτοι μαίνοντο (Π 244). τινὲϲ δὲ ὅτι τὰ μείζονα τῷ ἐλάττονι ἁρμόζει μαλαγμάτων προϲτιθεμένων, τὰ δὲ ἐλάττονα τῷ μείζονι οὐκέτι. ῥητέον δὲ ὅτι δύναταί τιϲ καὶ ἐλάττοϲι πρὸϲ καιρὸν χρῆϲθαι. Γρά τηϲ, ὅτι τὰ Πατρόκλου Αὐτομέδων εἶχεν, ὅπωϲ ἰϲωθῇ τὸ εἶδοϲ καὶ δόξωϲιν εἶναι ὁ μὲν Ἀχιλλεὺϲ ὁ δὲ Πάτροκλοϲ.

[1415][1416][1417][1418] [1419]

διὰ τί, φηϲὶ, τὴν Πατρόκλου πανοπλίαν οὐκ ἀναλαμβάνει Ἀχιλλεύϲ, ἐπειδὴ καὶ Πατρόκλῳ τὰ αὐτοῦ ἥρμοϲεν: ἄλλοι δέ φαϲιν, ὅτι καταγέλαϲτον ἦν ταπεινὸν φανῆναι τοῖϲ τεθαργηκόϲιν, οἱ δὲ ὅτι τὴν Πατρόκλου Αὐτομέδων εἶχεν, ἵνα διὰ παντὸϲ Ἀχιλλέὼϲ ἡνίοχοϲ νομίζηται, ἢ ὅτι μείζονα μὲν ἴϲωϲ ἁρμοϲθεῖεν ἥϲϲονι, οὐ μέντοι τὸ ἀνάπαλιν, ὥϲτε οὐκ ἠδύνατο αὐτοῖϲ ὁπλιϲθῆναι Ἀχιλλεύϲ. ἢ τῷ μεγέθει μὲν ἴϲα ἦν, ἀϲθενῆ δέ· διὸ οὐχ ἥρμοττεν Ἀχιλλεῖ προπηδῶντι εἰϲ προῦργον κίνδυνον.

[1420]

[18.206] 206. πῶϲ δὲ, φηϲὶν, οὐκ ἐκαίετο καὶ γὰρ οἱ θεοὶ αὐτοὶ τρωτοί. φλόγαῥητέον δὲ ὅτι φανταϲία ἦν.

[1421]

[18.230] 230 ἀπίθανόν φαϲι καὶ ἄμετρον τὸ τῆϲ ὑπερβολῆϲ. ῥητέον δὲ ὡϲ οὐκ ἔϲτιν· ὁ γὰρ τῆϲ αἰγίδοϲ φόβοϲ, ἣν ἐπέϲειϲεν ἡ Ἀθηνᾶ, καὶ τὸ καιόμενον πῦρ ἔκπληξιν τοϲαύτην παρέϲχεν, ὥϲτε αὐτὸϲ ὑφ’ ἑαυτῶν ὑπὸ ταραχῆϲ ἀπολέϲθαι.

[1422]

[18.239] 239. 40. ζητεῖται διὰ τί ἄκοντά φηϲι τὸν ἥλιον δῦναι. Κράτηϲ μὲν τὸν αὐτὸν Ἀπόλλωνα εἶναι καὶ ἥλιον· ἐπιτυγχανόντων οὖν τῶν Τρώων, χρονίζειν ἡδόμενόν τε καὶ μηκύνοντα αὐτοῖϲ τὸ ἐπίτευγμα· Ἥραν δὲ τὰ ἐναντία βουλομένην ἀναγκάζειν αὐτὸν δύνειν. Ἀγαθοκλῆϲ [1423] [1424] [1425] [1426] [1427] [1428] δέ φηϲι ϲυνάγεϲθαι, ὅτι καθ’ Ὅμηρον ἐναντίωϲ τῷ οὐρανῷ φέρεται ὁ ἥλιοϲ, τῇ δὲ δίνη αὐτοῦ ϲυνέλκεται Ἥραν γὰρ εἶναι τὴν τοῦ παντὸϲ φύϲιν ἐκ τοῦ ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν (Ο 18), ἕλκεϲθαι δὲ ἄκοντα τὸν ἥλιον ὑπὸ τῆϲ δίνηϲ ὑπὸ τὰϲ δυϲμάϲ.

[18.245] 245 sqq. ἐζήτηται πρὸϲ τί τὴν ἐκκληϲίαν ἀθροίζει. τινὲϲ μὲν οὖν[1429] τὸν ποιητήν φαϲι μετάγειν τὴν μάχην εἰϲ λόγουϲ ἀεὶ θηρώμενον τὸ ποικίλον. οἱ δὲ, διὰ δέοϲ τοὺϲ Τρῶνϲ αὐτομάτουϲ ϲυνδραμεῖν καὶ ἀναγκαϲθῆναι δημηγορεῖν τὸν Ἕκτορα.

[18.270] 270. 71..... διὰ τί δὲ μὴ ἰδίᾳ ταῦτα πρὸϲ Ἕκτορά φηϲιν; ὅτι[1430] τὸ πλῆθοϲ ἐξαίφνηϲ τὸ πολ καὶ ταραχῶδεϲ εἰϲ ἐκκληϲίαν ϲυνέρρευϲεν.

[18.308] 308"( Vat. ζητ. λβ′) v. in fine operis.

[18.334] 334. 35. πῶϲ, φηϲὶν, ἄταφον ἐῷ τὸ ϲῶμα, τῆϲ τοῦ Ἕκτοροϲ ἀναιρέϲεωϲ[1431] ἀδήλου οὕϲηϲ, ῥητέον δὲ ὅτι παρὰ τῆϲ μητρὸϲ ἐδιδάχθη, ὅτι ἐγγὺϲ αὐτῷ φόνοϲ ἐϲτί. πῶϲ δὲ τὰ ἑαυτοῦ ὅπλα Ἕκτορόϲ φηϲιν: ἢ τοίνυν τὸ Ἕκτοροϲ πρὸϲ τὸ κεφαλήν μόνον ἐκληπτέον, ἢ ὅτι καὶ αὐτὰ τοῦ ἀφελομένου κτῆμα γέγονεν.

[18.356] 356 sqq. De fragmento e Zenodori libro περὶ τῆϲ Ὁμήρου ϲυνηθείαϲ petito, a Villoisono et Bekkero ad Porphyrium relato, a.. Dindorfio recte ab illo abiudicato, v. Prolegg. cap. IIl, 4.

[18.376] 376. v. ad H 298, p. 110, 3 sqq.

[18.431] 431. καὶ πῶϲ φηϲιν ἡ Ἥρα (Ω 60) καὶ ἀνδρὶ πόρον παράκοιτιν;[1432] ἢ ὅτι τῶν ϲυμβαινόντων τῷ Διὶ τὴν αἰτίαν ἀναφέρουϲιν ὡϲ ἄρχοντι· ἢ ὅτι αὐτῇ αἴτιοϲ τοῦ γάμου.

[18.478] 478. v. ad Π 140.

[18.489] 489. ἀνιϲτόρητόν ἐϲτι τοῦτο· κατηγοροῦϲι μὲν γὰρ κατὰ τὸν περὶ[1433] [1434] [1435] [1436] [1437] [1438] τῆϲ Ἄρκτου λόγον φάϲκοντοϲ οἴη δ’ ἄμμορόϲ ἐϲτι λοετρῶν Ὠκεανοῖο, καθόλου γὰρ πάντα τὰ ἐντὸϲ τῷ ἀρκτικῷ μὴ δύνειν. λύοιτο δ’ ἄν ἐκ τῆϲ ἀναφορᾶϲ τῶν πρὸϲ ἃ εἴρηται διὰ τῆϲ λέξεωϲ· εἰρημένου γὰρ Πληιάδαϲ Θ’ Ὑά δαϲ τε τό τε ϲθένοϲ Ὡρίωνοϲ Ἄρκτον θ’ ἣν καὶ Ἄμαξαν ἐπίκληϲιν καλέουϲιν, ἦ τ’ αὐτοῦ ϲτρέφεται καί τ’ Ὠρίωνα δοκεύει, τὸ οἴη δ’ ἄμμορόϲ ἐϲτι λοετρ ῶν πρὸϲ ταῦτα τὰ ῥηθέντα ἄϲτρα καὶ τὰ ϲυγκαταλεχθέντα ἔχει τὴν ἀναφοράν. κἂν διαιρῆται δὲ οἷ, εἶτα ἡ δ’ ἄμμορόϲ ἐϲτι λοετρῶν Ὠκεανοῖο, κατὰ λέξιν ἡ λύϲιϲ ὑπάρχει. [ἀπρεπὲϲ δὲ δοκεῖ τὸ τῶν παρὰ θεοὺϲ τὰ πλεῖϲτα παρ’ Ὁμήρῳ λελέχθαι. ὧν ἡ λύϲιϲ κατὰ τὸ πλεῖϲτον ἀπὸ ἔθουϲ λαμβάνεται· ἐξ ἔθουϲ γάρ τινοϲ τοῖϲ ποιηταῖϲ παρακεχώρηται καὶ τοῖϲ ζωγράφοιϲ καὶ τοῖϲ πλάϲταιϲ ἀνθρωποπαθείαϲ τῶν θεῶν διατυποῦν καὶ μάχαϲ αὐτῶν πρὸϲ ἀλλήλουϲ καὶ θητείαϲ καὶ ἀλλοιώϲειϲ διαμυθολογεῖν.]

[18.490] 490. γ 7.

[1439]

[18.509] 509 sqq. πολλῆϲ ταραχῆϲ πλήρη ἔδοξεν εἶναι τὰ ἔπη ταῦτα·

τὴν δ’ ἑτέρην πόλιν ἀμφὶ δύο ϲτρα τοὶ εἵατο λαῶν,
510 τε ύχεϲι λαμ πόμενοι, δίχα δέ ϲφιϲιν ἥνδανε βουλή,
ἠὲ διαπορα θέειν ἢ ἄνδιχα πάντα δάϲαϲθαι,
κτῆϲιν ὅϲην πτολίεθρον ἐπήρατον ἐντὸϲ ἐέργει.
οἱ δ’ οὔπω πείθον το, λόχ ῳ δ’ ὑπεθωρήϲϲοντο.
τεῖχοϲ μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπιο τέκνα
515 ῥύα τ’ ἐφεϲταότεϲ, μετὰ δ’ ἀνέρεϲ οὓϲ ἔχε γῆραϲ.
οἱ δ’ ἴϲαν, ἦρχε δ’ ἄρα ϲφιν Ἄρηϲ καὶ Παλλὰϲ Ἀθήνη
ἄμφω χρυϲείω, χρύϲειο δὲ εἵματα ἕϲθην,
καλὼ καὶ μεγάλω ϲὺν τεύχεϲιν ὥϲ τε θεαώπερ,
ἀμφὶ ϲ ἀριζήλω, λαοὶ δ’ ὑπολίζονεϲ ἦϲαν.
520 οἱ δ’ ὃ τε δή ῥ’ ἵκανον, ὅθι ϲφίϲιν εἶκε λοχῆϲαι
ἐντὸϲ ποταμ ῷ, ὅθι τ’ ἀρδμὸϲ ἔην πάντεϲϲι βοτοῖϲιν,
ἔν θ’ ἄρα τοίγ’ ἵζοντ’ εἰλυμένοι αἴθοπι χαλκῷ.
τοῖϲι δ’ ἐπειτ’ ἀπάνευθε δύω ϲκοποὶ εἵατολαῶν,

[1440] [1441] [1442] [1443]

δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικαϲ βοῦϲ.
οἱ δὲ τάχα προγένοντο , δύω δ’ ἅμ’ ἕπον τὸ νομῆεϲ 525
τερπόμενοι ϲύριγξι, δόλον δ’ οὔτι προνόηϲαν.
οἱ μὲν τὰ προιδόντεϲ ἐπέδραμον, ὦκα δ’ ἔπ
τάμνοντ’ ἀμφὶ βοῶν ἀγέλαϲ καὶ πώεα καλὰ
ἀργεννῶν ὀίων, κτεῖνον δ’ ἐπιμηλοβοτῆραϲ.`
οἱ δ’ ὡϲ οὖν ἐπύθοντο πολὺν κέλα δον περὶ βουϲὶν 530
ἱράων προ πάροιθε καθήμενοι, αὐτίκ’ ἐφ’ ἵππων
βάντεϲ ἀερϲιπόδων μετεκίαθον, αἶψα δ’ ἵκοντο.
ϲτηϲάμενοι δ’ ἐμάχοντο μάχην ποταμοῖο παρ’ ὄχθαϲ,
βάλλον δ’ ἀλλήλουϲ χαλκήρεϲιν ἐγχείῃϲι

καὶ τὰ ἑξῆϲ. ταράϲϲει γὰρ τοὺϲ πολλούϲ οἱ δύο ϲτρατοὶ ἆρὰ γε πολέμιοί εἰϲι τῶν κατοικούντων καὶ ἀλλήλοιϲ φίλοι, ἢ εἰϲ μὲν τῶν ἐκ τῆϲ πόλεωϲ, ὁ δ’ ἕτεροϲ πολέμιοϲ καὶ πρὸϲ τίναϲ διχονοοῦϲιν, ἆρά γε πρὸϲ ἀλλήλουϲ ἢ πρὸϲ τοὺϲ ἔνδον καὶ ἐπὶ τίνων τὸ οἱ δ’ οὔπω πείθοντο (v. 513 ); ἆρά γε τῶν εἴϲω ἢ τοῦ ἑτέρου ϲτρατοῦ καὶ πάλιν ἐπὶ τίνοϲ τὸ λόχῳ δ’ ὑπεθωρήϲϲοντο (v. 513). ἆρά γε ὁ ἕτεροϲ τῶν ϲτρατῶν ἢ οἱ ἔνδον καὶ τίνων οἱ ϲκοποί καὶ τίνων ἡ λεία πῶϲ τε, εἰ τῶν ἐνδον ἡ λεία, ὁ λόχοϲ παρ’ αὐτῶν καὶ τίνεϲ οἱ ἐπεξιόντεϲ ἆρα οἱ δύο ϲτρατοὶ ἢ οἱ ἕτεροι ὅλωϲ τε τίϲ ἡ διατύπωϲιϲ τῆϲ πλάϲεωϲ;

ἐντὸϲ τῷ δευτέρῳ τῶν ἐξηγητικῶν φηϲιν Ἀλέξανδρϲ ὁ Κοτυαεύϲ, ὅτι δύο ϲτρατοὶ περιεκάθηντο τὴν πόλιν πολέμιοι, ἢ πορθεῖν ἀξιοῦντεϲ αὐτὴν ἢ τὰ ἡμίϲη λαβόντεϲ ἀπιέναι· οἱ δ’ ἔνδον ὄντεϲ οὐκ ἐδέχοντο τὴν πρόκληϲιν. „οἱ οὖν πολέμιοι,“ φηϲὶν,,ἐνέδραν τινὰ ἐποιήϲαντο τοῖϲ ποιμνίοιϲ καὶ τοῖϲ βουκολίοιϲ, ἃ ἦν κτήματα τῶν ἐντὸϲ τῆ πόλει. εἶτα ἀξιοῖ τὸ μὲν οἱ δ’ οὔπω πείθοντο (v.513) ἀκούειν περὶ τῶν ἐντὸϲ τῆ πόλει, τὸ δὲ λόχῳ δ’ ὑπε θωρήϲϲοντο περὶ τῶν πολεμίων, καὶ τὸ οἱ δ’ ἴϲαν (v. 516) περὶ τῶν πολεμίων τῶν εἰϲ τὴν ἐνέδραν ἀπιόντων· οἱ δὲ ϲκοποὶ τῶν πολεμίων εἰϲί· τὸ δὲ οἱ δ’ ὡϲ οὖν ἐπύθοντο πολὺν κέλαδον περὶ βουϲὶν (v. 530) ἐπὶ τῶν ἐντὸϲ [1444] [1445] [1446] τῆ πόλει ἀκούει· ἐκαθέζοντο γὰρ ἐντὸϲ ἐκκληϲίᾳ βουλευόμενοι, τὰ τείχη φρουρεῖν παραδόντεϲ τῇ ἀπολέμῳ ἡλικίᾳ· τὸ γὰρ ἱρά ων προπάροιθε κα θήμενοι (ν. 53) ϲημαίνει τῶν ἐκκληϲιῶν, ἐντὸϲ αἷϲ εἴρουϲι καὶ ἐκκληϲιάζουϲιν. ὅτε δ᾿ αὐτοῖϲ ἐμηνύθη τὰ κατὰ τὰ ποίμνια, ἐπιτρέχουϲι, καὶ ἐξελθόντεϲ ϲυμβάλλουϲι μάχην.

εἶχε δ᾿ ἂν πιθανότητα ἡ διατύπωϲιϲ, εἰ μὴ πρῶτον μὲν βεβιαϲμένη ἡ ἀπόδοϲιϲ ἦν τοῦ τοιούτου ϲτίχου· οἱ δ᾿ οὔπω πείθοντο, λόχ ῳ δ᾿ ὑπεθωρήϲϲοντο. τὸ μὲν γὰρ οἱ δ᾿ οὔπω πείθοντο ἀξιοῖ περὶ τῶν ἔνδον ἀκούειν, τὸ δὲ λόχῳ δ᾿ ὑπεθμρήϲϲον το περὶ τῶν ἐκτόϲ, ἵν ἦ τὸ οἱ δ᾿ οὔπων πείθοντο ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν εἰϲ λόχον ἐθωρήϲϲοντο οἱ τὰϲ προκλήϲειϲ ποιούμενοι. [τὸ δὲ οἱ δ᾿ πὔπω πείθοντο ἂν ἀκούωϲιν ἀντὶ τοῦ μὴ πειθομένων αὐτῶν, βίαιον.] πάλιν δὲ μεταξὺ τοῦ λόχῳ δ᾿ ὑπεθωρήϲϲον το καὶ τοῦ οἱ δ᾿ ἴϲον ἐμβεβλῆϲθαι φάϲκειν περὶ τῶν ἐνδον, ὅτι οἱ ἀπόλεμοι ἐτειχοφυλάκουν ὑπ᾿ ἀϲθενείαϲ, ἔϲτιν ἐλεγχόντων τὸν ποιητὴν μὴ δυνάμενον φράζειν ἀταράχωϲ. πάντωϲ δὲ καὶ ὁ λόχοϲ οὐκ ἐκ πάντων ἦν τῶν ἐντὸϲ τοῖϲ δύο ϲτρατοπέδοιϲ, ἀλλὰ τινῶν· πῶϲ οὖν ὑπεξίαϲιν οἱ ἐντὸϲ τῇ πόλει, φανερῶϲ τε καὶ ἀδεῶϲ τῶν πολιορκούντων κωλυόντων;

ἀμείνουϲ οὖν οἱ οὕτω διατυπώϲαντεϲ τὸ πλάϲμα· δύο ϲτρατοὶ ἐπελθόντεϲ πόλει τὴν λείαν περιήλαϲαν, καὶ τὴν πόλιν πολιορκοῦντεϲ ἀξιοῦϲι τῶν ἐντὸϲ αὐτῇ κτημάτων λαβεῖν τὸ ἥμιϲυ ἐφ᾿ ᾧ τε καταθέϲθαι τὸν πόλεμον. οἱ δ᾿ ἐντὸϲ τῆ πόλει οὐκ ἐπείθοντο, ἀλλ᾿ ἐνεδρεύϲοντεϲ ἐπὶ πότον ἐρχόμενα τὰ τετράποδα ἀπήλαϲαν. οἱ πολέμιοι δὲ ϲτρατοί, καίπερ ἐκκληϲιάζοντεϲ, ἐπεὶ ἐπύθοντο τοῦτο, τῶν ἵππων ἐπιβάντεϲ ἐπῆλθον αὐτοῖϲ. ὅτι γὰρ αὐτοί εἰϲι (λέγω δὲ οἱ ϲτρατοί) ἐκκληϲιάζοντεϲ, δεδήλωκε περὶ αὐτῶν εἰπών δίχα δέ ϲφιϲιν ἥνδανε βουλή [1447] [1448] (v. 510). ἀκολούθωϲ δὲ εἴρηται ἐπὶ τῶν ἐντόϲ, ὅτι οὐκ ἐπείθοντο μέν γε, εἰϲ δὲ λόχον καθωπλίζοντο, παραδόντεϲ τοῖϲ ἀϲτρατεύτοιϲ τὴν φρουρὰν τῶν τειχῶν. καὶ τὸ οἱ δ’ ἴϲαν ἐπὶ τῶν ἐκ τῆϲ πόλεωϲ ἀκολούθωϲ ἐπῆκται, λάθρα ἐξιόντων αὐτῶν, καὶ ὅθεν οὐκ ἦν προϲδοκῆϲαι τοῖϲ ἔξω ἀνοχὰϲ ἔχουϲι τοῦ πολέμου καὶ ἐκκληϲιάζουϲιν. αὐτῶν τε οἱ ϲκοποὶ τῶν εἰϲ τὸν λόχον ἐξελθόντων. καὶ οἱ τερπόμενοι ταῖϲ ϲύριγξι νομεῖϲ εἰ μὲν τῶν πολεμίων εἶεν, ἔχει λόγον, εἰ δὲ τῶν ἐντὸϲ τῇ πόλει, παράλογον· οὐ γὰρ οἱ τῶν πολιορκουμένων ἐτέρποντο, ἀλλ’ οἱ τῶν πολιορκούντων. καὶ λοιπὸν ἀκολούθωϲ ἀπελθόντων τῶν ϲτρατῶν, περικάθηται μὲν οὐδεὶϲ τὴν πόλιν, μάχη δὲ περὶ τὸν λόχον γίνεται.

ἄλλοι δὲ ἠξίουν τῶν δύο ϲτρατῶν τὸν μὲν φίλιον εἶναι τῶν ἔνδον τὸν δὲ πολέμιον, καὶ τὸν μὲν πολέμιον ἑλεῖν βούλεϲθαι τὴν πόλιν, τὸν δὲ φίλιον ἀξιοῦντα τὰ ἡμίϲη δοῦναι τῶν ἐντὸϲ τῆ πόλει κτημάτων, τούϲ δὲ πολεμίουϲ μήπω πείθεϲθαι ἀλλὰ βουλεύεϲθαι· ὧν βουλευομένων, λόχον αὐτῶν [τῆ πόλει] ϲυϲτῆϲαι τοὺϲ τῶν ἔνδον φίλουϲ ϲτρατιώταϲ. τετάρακται δὲ καὶ ἡ τοιαύτη ἐκδοχή, ὡϲ ἐπιόντι ϲοι κατ’ αὐτὰ τὰ ἔπη ἔϲται δῆλον, ὥϲτε ἡ δευτέρα ἀπόδοϲιϲ ἔχει τὰ τῆϲ Ὁμηδιανοίαϲ.

ἐκεῖνο μέντοι παρελθεῖν οὐκ ἄξιον, ὅτι οἱ περὶ Παρμενίϲκον ϲτίζειν ἠξίουν ἐπὶ τοῦ

τεῖχοϲ μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
ῥύατ’ ἐφεϲταότεϲ μετὰ δ’ ἀνέρεϲ οὓϲ ἔχε γῆραϲ

(v. 514. 15) μετὰ τὸ ῥύατο, εἶτα ϲυνῆπτον τὸ ἑξῆϲ· ἐφεϲταότεϲ [1449] [1450] [1451] [1452] μετὰ δ’ ἀνέρεϲ Οὓϲ ἔχε γῆραϲ.,,ἐὰν γὰρ τοῖϲ ἄνω,“ φαϲὶ,,,ϲυνάψωμεν, ϲολοικιϲμὸϲ ἔϲται, ἐπεὶ θηλυκὸν πρόκειται καὶ οὐδέτερον, τὸ δὲ ἑϲταότεϲ ἀρϲενικόν. ἐδυνάμην οὖν φάναι πρὸϲ αὐτούϲ, ὅτι καὶ οὕτωϲ Ὅμηροϲ πολλὰ ϲχηματίζει· καὶ αὐτὸϲ γὰρ λέγει κλυτὸϲ Ἱπποδάμεια (B 742) καὶ θῆλυϲ ἀυτμή (? ζ 122) καὶ ὁλοώτατοϲ ὀδμή (δ 442) καὶ ὄπα χάλκεον (C 222) καὶ ἁλὸϲ πολιοῖο (Υ 229 ), καὶ ἐπὶ δυικῶν· οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ ( Θ 455). ἄλλωϲ τε ἐντὸϲ τοῖϲ τέκνοιϲ καὶ οἱ ἄρϲενέϲ εἰϲι· τί οὖν κωλύει πρὸϲ τὸ ϲημαινόμενον ἀπηντηκέναι, ὡϲ ἐπ’ ἄλλων μυρίων οἷον· νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη, τὸ μὲν οὔπ οτ’ ἐρωεῖ (μ 74)· πρὸϲ γὰρ τὸ νέφοϲ ἡ ἀπόδοϲιϲ. πάλιν ἠδ’ ἐπὶ δεξιὰ ἠδ’ ἐ π’ ἀριϲτερὰ νωμῆϲαι βῶν ἀζαλέην, τὸ μοί ἐϲτι ταλαύρινον πολεμίζειν (H 238) πρὸϲ γὰρ τὸ ϲάκοϲ ἡ ἀναφορά. καὶ εἰπὼν ἐπ’ εἰροπόκοιϲ ὀίεϲϲιν ἐπάγει τὰ δ’ ἐρῆμα φοβεῖται (Θ 137. 140) πρὸϲ γὰρ τὰ πρόβατα τὸ ϲχῆμα. καὶ ἐνταῦθα οὖν πρὸϲ τοὺϲ παῖδαϲ φαίη ἄν τιϲ εἶναι τὴν ἀναφοράν. ἐντὸϲ δὲ τοῖϲ ὑποκειμένοιϲ καὶ δύο ϲχήματα ἔμιξεν, ἐπὶ τοῦ

διάνδιχ’ ἅπαντα δάϲαϲθαι
κτῆϲιν ὅϲην πτολίεθρον ἐπήρατον ἐντὸϲ ἐέργει

( C 511. 12) τὸ γὰρ ἅπαντα πρὸϲ τὰ κτήματα ἀναφέρεται, τὸ δὲ ὅϲην πρὸϲ τὴν κτῆϲιν. ἐμοὶ δὲ δοκεῖ παραπλήϲιόν τι νῦν κἀνθάδε [1453] [1454] [1455] [1456] [1457] πεπονθέναι τὴν φράϲιν τῷ λεγομένῳ Ἀλκμανικῷ ϲχήματι, ὅπερ ἐϲτὶ τοιοῦτον· ἔνθα μὲν εἰϲ Ἀχέροντο Πυριφλεγέ Θων τε ῥέουϲι Κώκυτόϲ τε (κ 513). εἰ δέ κ’ Ἄρηϲ ἄρχωϲι μάχηϲ ἢ Φοῖβοϲ Ἀπόλλων ( γ 138). ὥϲπερ γὰρ ἐντὸϲ τούτοιϲ ἐντὸϲ μέϲῳ κεῖται ὃ ἔδει ἐπάγεϲθαι, οὕτω καὶ ἐπὶ τῶν νῦν ζητουμένων. εἰ γοῦν τὸ ἐφεϲταότεϲ ἐπαγάγωμεν τῷ μετὰ δ’ ἀνέρεϲ οὓϲ ἔχε γῆραϲ, οὐδ’ ἄν ἔτι ζητοῖτο· μόνῳ δὲ τούτῳ διαφέρει τοῦ Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο μὲν τοῖϲ παρ’ ἀριθμὸν ϲχήμαϲιν ὑποπίπτει, τοῦτο δὲ τοῖϲ παρὰ γένοϲ, ὑπερβατῷ δὲ ἀμφότερα λύεται.

[18.515] 515. ad v. 509 sqq., p. 229, 2 et p. 230, 21.

[18.572] 572. ad N 443.

[18.591] 591. 92. πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶϲ ὁ θεὸϲ τὸν ἄνθρωπον[1458] μιμεῖται. καὶ οἱ μὲν ψιλοῦϲι τὸ οἶον, ϲυνάπτοντεϲ αὐτὸ ἴκελον, μιμητὴν τῶν ἔργων Ἡφαίϲτου ποιοῦντεϲ τὸν Δαίδαλον, ἵν ’. ᾖ· τούτῳ μόνον ὁ Δαίδαλοϲ ἐποίηϲεν ὅμοιον χορόν, ὁ δὲ Ἥφαιϲτοϲ δηλονότι πολλὰ τοιαῦτα εἰργάϲατο. ἢ τάχα ἔξεϲτιν ἐκεῖνο φάϲκειν, ὅτι ἐπεὶ πρώην διακεχωριϲμένωϲ ἐχόρευον ἄνδρεϲ τε καὶ γυναῖκεϲ, οἱ μετὰ Θηϲέωϲ ϲωθέντεϲ ἐκ τοῦ λαβυρίνθου ἠίθεοι παρθένοιϲ ἀναμὶξ ἐχόρευϲαν, περ ὁ θεὸϲ ἐμιμήϲατο, οὐ τὴν τέχνην Δαιδάλου. ἴϲωϲ δὲ καὶ διδάϲκει ὁ ποιητήϲ μιμεῖϲθαι τὰ χηρϲτά, εἰ καὶ ἐξ εὐτελῶν εἶεν.

[18.609] 609. διὰ τί μὴ πλείονα περὶ τοῦ θώρακοϲ φράζει, φαμὲν ὅτι ἔφθη[1459] [1460] [1461] [1462] [1463] [1464] ἐκφράϲαι τὸν Ἀγαμέμνονοϲ θώρακα (Λ 19 sqq.), ὃϲ καὶ αὐτὸϲ ἡφαιϲτότευκτοϲ ἦν, καὶ νῦν οὐ φράζει, ὡϲ καὶ τὴν Πατρόκλου πυρὰν δεινολογήϲαϲ (Ψ 164 sqq.) τὴν Ἕκτοροϲ παρέδραμεν.