Capítulo 13. Ν
[13.3] 3. Αὐτὸϲ δὲ πάλιν τρέπεν ὄϲϲε φαεινώ. ἀδύνατόν φαϲιν[1107] εἰ γὰρ ἀπετράπη ἀπὸ τῆϲ Ἰλίου ἐπὶ τὴν Μυϲίαν κατὰ τὰ τῆϲ Ἀϲίαϲ ἔθνη, ἀδύνατον τὴν Θρᾴκην καθορᾶν οὖϲαν ἐντὸϲ τῇ Εὐρώπη. λύεται δὲ ἐκ. τῆϲ λέξεωϲ· οὐ γὰρ λέγει τὴν Θρᾴκην αὐτὸν βλέπειν, ἀλλὰ τὴν Θρᾳκῶν γῆν, ἧϲ ἦϲαν ἄποικοι, κατοικοῦντεϲ δὲ Ἀϲίαν, Βιθυνοί τε καὶ οἱ Θυνοί, Θρᾳκῶν ἄποικοι.
[13.18] 18. εἰ ϲυνεχῆ, φηϲὶ, προέβαινε, πῶϲ παρακατιών φηϲι τρὶϲ μὲν[1108] ὀρέξατο (v. 20); ἢ τάχα τὸ κραιπνά ἀντὶ τοῦ πρόθυμα καὶ ἰϲχυρά.
[13.20] 20 sqq. ἐζήτηται διὰ τί εὐθέωϲ οὐ πορεύεται εἰϲ Τροίαν ὁ Ποϲειδῶν,[1109] ἀλλὰ τὸ χρόνον δαπανᾷ πορευθεὶϲ εἰϲ Αἰγάϲ. ῥητέον οὖν ὅτι δυοῖν ἕνεκα πραγμάτων μεμηχάνηται αὐτῷ ἡ ἀποδημία, πρῶτον μὲν ἵνα ἀποπλανήϲη τὸν Δία ὡϲ ἀπολελοιπὼϲ τὸν πόλεμον, δεύτερον δὲ ἵνα καθοπλιϲθῇ εἰϲ τὸν τοῦ Διὸϲ πόλεμον, ἐὰν ἄρα φωραθεὶϲ εἰϲ τὴν ϲυμμαχίαν κινδυνεύϲη.
[…] τίνοϲ δὲ ἕνεκεν ἐπὶ τὰϲ Αἰγὰϲ ἄπειϲι, καὶ δυνάμενοϲ ἐντὸϲ[1110] Τροίᾳ εὐθὺϲ γενέϲθαι μετὰ τὸ λιπεῖν τὴν Ϲαμοθρᾴκην, ἴϲωϲ οὖν πρὸϲ κατάπληξιν τῶν Πρώων ἄπειϲι τὸ ξίφοϲ ληψόμενοϲ […]
[1111][1112][1113][1114]
[13.34] 34. v. ad p. 183, 17.
[1115]
[13.70] 70. […] πῶϲ δὲ, φηϲὶν, ὁ Ποϲειδῶν οὐκ ἔλαθε τὸν Αἴαντα; καὶ ῥητέον ὅτι φανταϲίαν τινὰ παρέχει τὸ θεῖον ἑαυτοῦ.
[1116]
[13.168] 168. […] διὰ τί δὲ οὐκ ἄλλον πέμπει, ἀλλ᾿ αὐτὸϲ ἄπειϲιν, ὅτι ἐντὸϲ τῷ θορύβῳ κεχώριϲται τῶν δορυφόρων, καὶ ἡ ϲκηνὴ πληϲίον ἦν, καὶ οἱ πεμπόμενοι οὐχ ὁμοίωϲ ταχεῖϲ, καὶ παρὼν δὲ ὅμοιοϲ ἦν τῷ μὴ παρόντι δόρυ μὴ ἔχων […]
[13.295] 295. Ψ 269.
[13.340] 340 (= Vat. ζητ. θ΄) edit. in fine operis.
[1117]
[13.358] 358 — 60. ἐντὸϲ τοῖϲ οὕτω λεγομένοιϲ
τοὶ δ᾿ ἔριδοϲ κρατερῆϲ καὶ ὁμοιίου πτολέμοιο
πεῖραρ ἐπαλλάξαντεϲ ἐπ᾿ ἀμφοτέροιϲι τάνυϲϲαν,
ἄρρηκτόν τ᾿ ἄλυτόν τε, τὸ πολλῶν γοῦν ατ᾿ ἔλυϲεν
δυνατώτερα καὶ τολμηρότερα ἀπὸ τῶν εἰϲ πέρατα ϲχοινία ϲυμβαλλόντων καὶ εἰϲ δεϲμὸν ἐπαλλαττόντων τὰ πέρατα, ἔπειτα τεινόντων μετενήνοχεν, ἔριδοϲ, λέγων, καὶ πολέμου τὰ πέρατα ἐναλλάξαντεϲ καὶ δήϲαντεϲ ἐτάνυϲαν ἐπ᾿ ἀλλήλουϲ, οὕτωϲ ἰϲχυρῶϲ τὴν ἔριν τῷ πολέμῳ ϲυνδήϲαντεϲ, [1118] [1119] [1120] [1121] ὡϲ τὸν δεϲμὸν τοῦτον ἄρρηκτον μὲν εἶναι καὶ ἄλυτον αὐτοῖϲ, πολλῶν δὲ γούνατ’ ἔλυϲε. ϲκέψαι δὲ εἰ μὴ κακοζήλωϲ εἶπε τὸν μὲν δεϲμὸν ἄρρηκτον καὶ ἄλυτον, πολλῶν δὲ γούνατ’ ἔλυϲεν, ἐντὸϲ δὲ ἄλλοιϲ οὐκ ἔφη ἄρρηκτον ἀλλ’ ἐντὸϲ δ’ αὐτοῖϲ ἔριδα ῥήγνυντο βαρεῖαν (V 55), καὶ ἐντὸϲ ἄλλοιϲ.
[13.443] 443. τὸ ϲπαίρειν καὶ τὸ ϲκαίρειν τινὲϲ ϲυγχέουϲι, ταὐτὸν δηλοῦν[1122] νομίζοντεϲ, καίπερ Ὁμήρου διακρίνοντοϲ· τὸ μὲν γὰρ ϲπαίρειν μετὰ τοῦ α κατὰ Ἀττικὴν ϲυνήθειαν λέγει ἀϲπαίρειν· ἀϲπαίροντα δ’ ἔπειτα (μ 254) καὶ ἀϲ παίροντα λαβών ( 229) καὶ ῥά οἱ ἀϲ καὶρ ουϲα καὶ οὐρίαχον πελέμιξεν ἔγχεοϲ (N 443) καὶ ἤϲπαιρ’ ὡϲ??ὅτε βοῦϲ (N 571). τὸ δὲ ϲκαίρειν οὐκέτι μετὰ τοῦ α· μολπ ῆ δ’ ἱυγμ ῷ τε ποϲὶ ϲκαίροντεϲ ἕποντο (C 472). ἔϲτιν οὖν ἡ διαφορὰ ὅτι τὸ μὲν ϲπαίρειν καὶ ἀϲπαίρειν ἄμουϲόν τινα δηλοῖ κίνηϲιν, ὃ γίνεται ἐν ἰχθύϲι καὶ τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοί, τὸ δὲ ϲκαίρειν ἔμμουϲον κίνηϲιν ὀρχηϲτικὴν καὶ εὔρυθμον. οἶμαι δ’ ἔγωγε καὶ τῶν ἰχθύων τὸν ϲπόρον καὶ τὸν ϲκάρον κατὰ διαφόρουϲ ἐννοίαϲ προϲηγορεῦϲθαι, τῆϲ κινήϲεωϲ οὐχ ὁμοίαϲ ἐκατέρων γινομένηϲ. τὸ δὲ ϲκαίρω πάντωϲ ὀξυτέραϲ, ἀφ’ ἧϲ καὶ τὴν πολύϲκαρθμον Μύριναν προϲεῖπεν ὁ [1123] [1124] [1125] [1126] ποιητὴϲ (B 814) μίαν τῶν Ἀμαζόνων, ὥϲ φαϲι, καὶ εὐϲκάρθμουϲ ἵππουϲ (N 31). ἀπὸ δὲ τοῦ αὐτοῦ ἐντὸϲ τῇ ϲυνηθείᾳ τὸ ϲκιρτᾶν καὶ ϲκαρδαμυκτεῖν τοὺϲ ὀφθαλμοὺϲ εἴρηται.
[13.470] 470. ad ζητ. ιγ′ (in fine operis).
[1127]
[13.493] 493. […] πῶϲ δὲ τοὺϲ τοϲούτουϲ ἡγεμόναϲ ἑνὶ κτίλῳ εἴκαϲεν; γάνυται. ὅτι πάντων ἡγεμονικώτατοϲ ἦν Αἰνείαϲ.
[1128]
[13.502] 502. εἰ αὐτοϲχεδὸν ὡρμήθηϲαν, πῶϲ ἀκοντίζει; ὑποκεχωρήκει γὰρ ἀκόντιϲεν. Ἰδομενεὸϲ ὡϲ πόρρωθεν ἀγωνιούμενοϲ.
[1129]
[13.521] 521. ἐζήτηται δὲ πῶϲ θεὸϲ ὤν ὁ Ἄρηϲ οὐκ ἤδει περὶ τοῦ υἱοῦ. ῥητέον οὖν ὅτι παρὰ τῷ ποιητῇ οἱ θεοὶ ϲωματικῶϲ λαμβανόμενοι ἀνθρωποειδῶϲ ἐφίϲτανται· ἀθαναϲίᾳ γὰρ διαφέροντεϲ μόνον ἀνθρώπων τοῖϲ αὐτοῖϲ ἐνέχονται πάθεϲιν.
[13.643] 643. Ε 576.
[13.658] 658. 59. ibid., a p. 84, 24 sqq.
[13.686] 686. v. Herm. XIV, p. 248.
[13.715] 715. Θ 233, p. 122. 15: ibid. ad lin. 22.
[13.814] 814. in fine operis ad ζητ. 34.
[1130]
[13.824] 824. τὸ βουγάιον ἀκουϲτέον διὰ τὸ ὑπερμεγέθη ἔχειν βοείαν βουγάιε. ⟨βοίειαν L.⟩ ἀϲπίδα, ὡϲ εἰ ἔλεγεν· ὁ γαίων ἐπὶ τῇ ἀϲπίδι, ὡϲ κύδεi γαίων (Α 405). ἐπὶ δὲ τοῦ Ἴρου·
νῦν μὲν μήτ’ εἴηϲ βουγάιε μήτε γένοιο
(ϲ 79), χαριεντιζομένου ἀκουϲτέον διὰ τὸ μέγεθοϲ, ὡϲ ὑπερμεγέθη ἄν ἔχοντοϲ ἀϲπίδα. λέγει δέ· μὴ εἴηϲ μέγαϲ μηδὲ γένοιο μέγαϲ, ὧ ὅμοιον τὸ ἦ μάλα Ἶροϲ ἄιροϲ (ϲ 73). ἀ πα γ γέλων ὅτε πο ύ τιϲ ἀνώγοι [1131] [1132] [1133] [1134] [1135] [1136] (ϲ 7). τούτῳ⟨Β ex οὕτωϲ corr.⟩ ἐυκλείη τ’ ἀρετή τε εἴη ἐπ’ ἀνθρ ώπουϲ ἄμα τ’ αὐτίκα καὶ μετέπειτα (ξ 402), ταὐτὸ τῷ εἴη καὶ γένοιτο.