Capítulo 12. Μ
[12.10] 10 sqq. Ὄφρα μὲν Ἕκτωρ ζωὸϲ ἔην καὶ μήνι’ Ἀχιλλεύϲ,[1061]
καὶ Πριάμο ιο ἄνακτοϲ ἀπόρθητοϲ πόλιϲ ἔπλε,
τόφρα δὲ καὶ μέγα τεῖχοϲ Ἀχαιῶν ἔμπεδον ἦεν.
ἀπορίαν εἰκότωϲ παρέϲχε τὰ ἔπη ταῦτα, ἃ περὶ τοῦ τείχουϲ τῶν Ἀχαι ῶν ὁ ποιητὴϲ ἀναπεφώνηκεν. τὸ γὰρ τεῖχοϲ τῶν Ἀχαιῶν οὐκ ἔμενεν ἔμπεδον ἐφ’ ὅϲον ὁ μὲν Ἕκτωρ ἔζη καὶ ἐμήνιεν Ἀχιλλεὺϲ, ἡ δὲ τοῦ Πριάμου πόλιϲ ἀνάλωτοϲ ἔμενε, μετὰ δὲ τὴν ἄλωϲιν Ἰλίου καὶ τὸν ἀπόπλουν τῶν Ἀχαιῶν τότε κατηρείφθη· ἔτι γὰρ τοῦ πολέμου ϲυνεϲτῶτοϲ 345, Π. εϲτῶτοϲ καὶ Ἀχιλλέωϲ μηνίοντοϲ, Ἕκτοροϲ δὲ περιόντοϲ καὶ ἀριϲτεύοντοϲ, ὑπὸ τῶν Πρώων τὸ τεῖχοϲ τῶν Ἀλχαιῶν κατηρείφθη καὶ διοδεύ γέγονε τοῖϲ πολεμίοιϲ· ὁ μὲν γὰρ Ϲαρπηδὼν τὰϲ ἐπάλξειϲ αὐτοῦ καὶ μέροϲ τι καταβέβληκεν, ὁ δὲ Ἕκτωρ τοὺϲ ὀχῆαϲ αὐτοῦ καὶ τὰϲ πύ διέρρηξεν, ὁ δὲ Ἀπόλλων ϲχεδὸν ὅλον αὐτὸ διέλυϲε. φηϲὶ γὰρ ἐπὶ μὲν Ϲαρπηδόνοϲ·
Ϲαρπηδὼν ὼν δ’ ἄῤ ἔπαλζιν ἐλ. ὼν χερϲὶ ϲτιβαρῇϲιν
ἕλχ᾿ , ἡ δ᾿ ἕϲπετο πᾶϲα διαμπερέϲ, αὐτὰρ ὕπερθε
τεῖχοϲ ἐγυμνώθη, πολέεϲϲι δὲ θῆκε κέλευθον
(Ν 397 — 99),
ἐπὶ δὲ τοῦ Ἕκτοροϲ·
ὣϲ Ἕκτωρ ἰθὺϲ ϲανίδων φέρε λᾶαν ἀείραϲ,
αἵ ῥα πύλαϲ εἴρυντο πύκα ϲτιβαρ ῶϲ ἀραρυίαϲ
ϲτῆ δὲ μάλ᾿ ἐγγὺϲ ἰὼν καὶ ἐρειϲάμενοϲ βάλε μέϲϲαϲ,
εὖ διαβάϲ, ἵνα μή οἱ ἀφαυρότερον βέλοϲ εἴη,
ῥῆξε δ’ ἀπ᾿ ἀμφοτέρουϲ θαιρούϲ· πέϲε δὲ λίθοϲ εἴϲω
βριθοϲύνῃ, μέγα δ’ ἀμφὶ πύλαι μύκον, οὐδ’ ἄῤ ὀχῆεϲ
ἐϲχεθέτην, ϲανίδεϲ δὲ διέτμαγεν ἄλλυδιϲ ἄλλη
λᾶοϲ ὑπαὶ ῥιπῆϲ. ὁ δ᾿ ἄῤ ἔϲθορε φαίδιμοϲ Ἕκτωρ,
κέκλετο δὲ Τρώεϲϲιν, ἑλιξάμενοϲ καθ' ὅμιλον,
τεῖχοϲ ὑπερβ αίνειν· τοὶ δ᾿ ὀτρύνοντοϲ ἄκουϲαν·
αὐτίκα δ’ οἱ μὲν τεῖχοϲ ὑπέρβαϲαν, οἱ δὲ κατ᾿ αὐτὰϲ
ποιητὰϲ ἐϲέχυντο πύλαϲ (Μ 453. 54; 5 — 62: 67 —70).
ἐπὶ δὲ τοῦ Ἀπόλλωνοϲ καὶ τῶν Πρώων·
τῇ ῥ’ οἵγε προχέοντο φαλαγγηδόν, πρὸ δ’ Ἀπόλλων
[1062]
αἰγίδ’ ἔχων ἐρίτιμον, ἔρειπε δὲ τεῖχοϲ Ἀχαι ῶν
ῥεῖα μάλ’, ὡϲ ὅτε τιϲ ψάμαθον παῖϲ ἄγχι θαλάϲϲηϲ
ἢ ἀθύρματα νηπιέῃϲιν
ἂψ αὖτιϲ ϲυνέχευε ποϲὶ καἰ χερϲὶν ἀθύρων.
ὥϲ ῥα ϲύ, ἤιε Φοῖβ ε, πολὺν κάματον καὶ ὀϊζὺν
ϲύγχεαϲ Ἀργείων (Ο 360 —66).
οἱ δὲ Πανέλληνεϲ τοῖϲ γεγενημένοιϲ μαρτυροῦντέϲ φαϲι ϲυμφώνωϲ·
τεῖχοϲ μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν,
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔϲεϲθαι,
οἱ δ’ ἐπὶ νηυϲὶ θοῇϲι μάχήν ἀλίαϲτον ἔχουϲι (Ξ 55 — 57).
τὸ καταρριφὲν οὖν τεῖχοϲ οὐχ ὑπὸ ἀνθρώπων μόνων ἀλλὰ καὶ θεῶν ἐντὸϲ τῷ τῆϲ μήνιδοϲ χρόνῳ, τοῦτο λέγειν ἀϲφαλὲϲ καὶ ἀρηρὸϲ ἐντὸϲ τῷ τοῦ πολέμου καιρῷ διαμεμενηκέναι μέχρι πορθήϲεωϲ Ἰλίου ἄπορον. εἰϲ λύϲιν οἱ μὲν οὖν γραμματικοὶ κατὰ τοῦ πλείϲτου μέρουϲ ἀξιοῦϲι λέγειν ἔμπεδον· ὀλίγον γὰρ εἶναι τὸ ϲαλευθὲν ὑπὸ τῶν Τρώων. ἀγνοοῦϲι δὲ οὗτοι, ὅτι τινὰ, κἂν ἐκ μέρουϲ πάθῃ, οὔτ᾿ ἔμπεδά ἐϲτιν οὔτ᾿ ἀρη καὶ ἀμφορεὺϲ διατρηθείϲ, κἂν ϲχεδὸν ὅλον τὸ κύτοϲ ἄθραυϲτον ᾖ, οὐκέτι ἐϲτὶν ἔμπεδοϲ ἀμφορεύϲ ἀλλ’ ὄϲτρακον. καὶ τεῖχοϲ, ὃ μηκέθ᾿ οἷον φυλάϲϲειν τοὺϲ τειχίϲανταϲ, οὐκέτ᾿ ἂν εἴη ἔμπεδον τεῖχοϲ ἀλλὰ ϲωρὸϲ λίθων. μήποτ’ οὖν ἡ ἔμπεδον λέξιϲ οὐκ εἴληπται νῦν μεταφορικῶϲ ἐντὸϲ ἴϲῳ τῷ ἀϲφαλὲϲ καὶ ἀρηρόϲ, οὐδέ ἐϲτιν ὅμοιον τῷ οὐδέ μοι ἦτορ ἔμπεδον ἀλλ’ ἀλαλύκτημαι (Κ 93) οὐδὲ τῷ τοὶ δ’ ἄῤ ἔϲαν δίδυμοι, ὁ μὲν ἔμπεδον ἡνιόχευεν (Ψ 641), ἀλλὰ κυρίωϲ νῦν ἐξενήνεκται, τὸ πέδον ἐχούϲηϲ ἐντεταγμένον τῆϲ λέξεωϲ, ὥϲτε ϲημαίνοι ἂν τὸ ἐντὸϲ τῷ πεδίῳ κείμενον καὶ μὴ ἁλίπλοον· ἀντέθηκε γὰρ τὸ ἔμπεδον τῷ ἁλιπλόῳ, τὸ ἐντὸϲ τῷ πεδίῳ πρὸϲ τὸ αὖθιϲ ἁλίπλουν γενόμενον· οὐ γὰρ ἔφη· τόφρα δὲ καὶ μέγα τεῖχοϲ ἀπόρθητον ἦν καὶ ἄθραυ ἀλλ’ ἔμπεδον, καὶ πάλιν· oὔτι πολὺν χρόνον ἔμπεδον ἦεν M 9). τί οὖν πάϲχει ὕϲτερον, τῶν ποταμῶν πάντων, φηϲὶν,
ὁμόϲε ϲτόμα τ᾿ ἔτραπε Φοῖβοϲ Ἀπόλλων,
ἐννῆμαρ δ᾿ ἐϲ τεῖχοϲ ἵει ῥόον· ὗε δ᾿ ἄρα Ζεὺϲ
[1063] [1064]
ϲυνεχέϲ, ὄφρα κε θᾶϲϲον ἁλίπλοα τείχεα θείη.
αὐτὸϲ δ’ ἐννοϲίγαιοϲ ἔχων χείρεϲϲι τρίαιναν
ἡγεῖτ’, ἐκ δ’ ἄρα πάντα θεμείλια κύμαϲι πέμπε,
φιτρῶν καὶ λαῶν, τὰ θέϲαν μογέοντεϲ Ἀχαιοί,
λεῖα δ’ ἐποίηϲεν παῤ ἀγάρροον Ἑλλήϲποντον
(Μ 24 — 30).
ὥϲτε εἰ καὶ πεπτωκὸϲ ἦν τὸ τεῖχοϲ, ἀλλ’ ἐπὶ τῷ πέδῳ ἦν τὰ πτώματα καὶ τὰ θεμέλια· ὕϲτερον δὲ πάντα δι’ ὕδατόϲ φηϲιν εἰϲ θάλαϲϲαν ἐξενεχθῆναι. ϲυνεϲτώϲηϲ δὲ τῆϲ πόλεωϲ οὐδὲν τοῦ τείχουϲ ἁλίπλουν γέγονεν, οὐδ’ ὅτε Ξάνθοϲ ἐπλημμύρει κατ’ Ἀχιλλέωϲ. καὶ τὸ κατὰ μεταφορὰν δ’ ἔμπεδον, τὸ ϲημαῖνον τὸ ἀκίνητον, ἀπὸ τῶν ἐντὸϲ τῶ πέδῳ μενόντων ἀκινήτων λέγεται. τὸ δὲ τεῖχοϲ καθ’ αὑτὸ μὲν ἐκινήθη, ἐκ μέντοι τοῦ πεδίου οὐ κατηνέχθη εἰϲ θάλαϲϲαν, ὅπερ φηϲὶν αὐτὸ ὕϲτερον παθεῖν. διὰ τί ϲχεδὸν ὅλου καταλυθέντοϲ τοῦ τείχουϲ ἐντὸϲ τῷ πολέμῳ,[1065] πρῶτον μὲν ὑπὸ Ϲαρπηδόνοϲ·
Ϲαρπηδὼν δ’ ἄῤ ἔπαλξιν ἑλὼν χερϲὶ ϲτιβαρῇϲιν
ἕλχ᾿ , ἡ δ’ ἕϲπετο πᾶϲα διαμπερέϲ, αὐτὰρ ὕπερθε
τεῖχοϲ ἐγυμνώθη (Μ 397 — 99).
μετὰ δὲ ταῦτα ὑπὸ τοῦ Ἀπόλλωνοϲ·
προπάροιθε δὲ Φοῖβοϲ Ἀπόλλων
[ῥεῖ᾿ ὄχθαϲ] καπέτοιο βαθείηϲ ποϲϲὶν ἐρείπων
ἐϲ μέϲϲον κατέβαλλε, γεφύρωϲεν δὲ κέλευθον
(0 35 — 57). καὶ μετ’ ὀλίγον πάλιν·
ἔρειπε δὲ τεῖχοϲ Ἀχαιῶν
ῥεῖα μάλ᾿ , ὡϲ ὅτε τιϲ ψάμαθον πάιϲ ἄγχι θαλάϲϲηϲ·
ὥϲ ῥαϲύ, ἤιε Φοῖβε, πολὺν κάματον καὶ ὀϊζὺν
ϲύγχεαϲ Ἀργείων (361. 62. 65. 66)
πῶϲ οὖν, πεπτωκότοϲ τοῦ μέρουϲ τοῦ τείχουϲ, φηϲὶν ὁ ποιητήϲ·
ὄφρα μὲν Ἕκτωρ ζωὸϲ ἔην καὶ μήνι᾿ Ἀχιλλεύϲ,
τόφρα δὲ καὶ μέγα τεῖχοϲ Ἀχαιῶν ἔμπεδον ἦεν,
ὅτε δὲ, φηϲὶν, ἑάλω ἡ πόλιϲ,
Ἀργεῖοι δ’ ἐντὸϲ νηυϲὶ φίλην ἐϲ πατρίδ᾿ ἔβηϲαν·
δὴ τότε μητιόωντο Ποϲειδάων καὶ Ἀπόλλων
τεῖχοϲ ἀμαλδῦναι (Μ 10) — 12. 16— 18);
ῥητέον οὖν ὅτι ἔμπεδον οὐ τὸ ἑδραῖον καθὰ νῦν ϲημαίνει ἡ λέξιϲ, ἀλλὰ κυρίωϲ τὸ ἐντὸϲ τῷ πεδίῳ· καὶ πεπτωκὸϲ δὲ τὸ τεῖχοϲ ἐντὸϲ τῷ πεδίῳ [1066] [1067] ἔκειτο. οὐκ εἰϲ πτῶϲιν οὖν τινα ἡ ἀναβολή, ἀλλ’ εἴϲ τε τὴν τοῦ παν πτῶϲιν καὶ εἰϲ τὴν ἐκ τοῦ πεδίου ἐκβολήν. τὸ γὰρ ἐπάγγελμα· ὄφρα κε θᾶϲϲον ἁλίπλοα τείχεα θείη·
καὶ πάντα τὰ θεμέλια κύμαϲι πέμπε,
λεῖα δ' ἐποίηϲεν παῤ ἀγάρροον Ἑλλήϲ πόντον,
αὖτιϲ δ’ ἠιόνα μεγάλην ψαμάθοιϲι κάλυψε,
τεῖχοϲ ἀμαλδύναϲ (Μ 26 —32).
ἀντίκειται οὖν τὸ ἀμαλδῦναι τὸ τεῖχοϲ, ὅπερ ἐϲτὶν ἀφανίϲαι ἐκ τοῦ τόπου ἐντὸϲ ᾧ ἦν, τῷ ἔμπεδον εἶναι. οὐκ ἂν οὖν τὸ ἔμπεδον ϲημαίνοι τὸ ὀρθὸν ὅλον καὶ ἀκίνητον, ἀλλὰ μόνον τὸ πεδίῳ κείμενον. οὕτω καὶ Ἄρατοϲ ἐπὶ τῶν φυτῶν τῷ ἔμπεδον κέχρηται, εἰπών (phaen. v. 13) ὄφῤ ἔμπεδα πάντα φύωνται, ἀντὶ τοῦ ἐντὸϲ πεδίῳ καὶ τῇ γῇ κείμενα.
[1068]
[12.25] 25. διὰ τί τὸ τεῖχοϲ οἱ μὲν Ἀχαιοὶ μιᾷ ἡμέρᾳ ἐποίηϲαν, ὁ δὲ ἐννῆμαρ· Ἀππόλλων καὶ ὁ Ποϲειδῶν ἐννέα ἡμέραιϲ κατέβαλον; ἄλογον γὰρ τὸ μὲν χαλεπώτερον ῥᾳδίωϲ τοὺϲ ἀνθρώπουϲ ποιῆϲαι, τὸ δὲ ῥᾷον, τὸ καταβαλεῖν τοῦ οἰκοδομῆϲαι, τοὺϲ θεοὺϲ μόλιϲ· ῥητέον δέ· οὐκ εἰϲ τὸ καταβαλεῖν ταῖϲ ἐννέα ἡμέραιϲ κέχρηται, ἀλλ’ εἰϲ τὸ ἁλίπλοα γενέϲθαι, καὶ τὰ θεμέλια καὶ εἰϲ τὴν θάλαϲϲαν κατενεχθῆναι
φιτρῶν καὶ λάων, τὰ θέϲαν μογέοντεϲ Ἀλχαιοί (v. 29),
καὶ ἔτι λειῶϲαί τε τὸν τόπον καὶ
αὖθιϲ δ᾿ ἠιόνα μεγάλην ψαμάθοιϲι καλύψαι (v. 31),
οὐ μὴν τὰ πρὸϲ τὸ καταβαλεῖν ϲυνηρτημένα εἰϲ τὸ τέλειον τοῦ ἀφανιϲμοῦ καὶ τῆϲ ἠιόνοϲ τὴν εἰϲ τὸ ἐξ ἀρχῆϲ ἀποκατάϲταϲιν. ἅμα δὲ καὶ τῷ ποιητῇ ἡ μὲν τῶν Ἀχαιῶν τειχοποιία οὐ παρεῖχε τὴν διατριβήν· οὐ γὰρ εὐπρεπὲϲ τοὺϲ ἀριϲτέαϲ ποιῆϲαι λιθοφοροῦνταϲ· ἡ δὲ τῶν θεῶν μεγαλοπρεπήϲ· τοῖϲ γὰρ ποταμοῖϲ καὶ τῇ τριαίνῃ διέλυον τὸ τεῖχοϲ. Καλλίϲτρατοϲ δὲ ἠξίου ἓν δ’ ἦμαρ ἐϲτεῖχοϲ γράφειν, δαϲύνονταϲ τὸ ἕν, ἐπεὶ μηδέποτε καθ’ ἑαυτὸ τὸ ἐννῆμαρ ὁ ποιητὴϲ εἴρηκεν, ἀλλὰ πάντωϲ ἐπάγων τὴν δεκάτην· ἐννῆμαρ μὲν ἀνὰ ϲτρατόν, τῇ δεκάτῃ τε (Α 53. 54).
[1069]
ἄλογον τοὺϲ μὲν ἀνθρώπουϲ ποιῆϲαι ⟨om. B⟩ μιᾷ ἡμέρᾳ τὸP τεῖχοϲ, τοὺϲ δὲ θεοὺϲ ἐννέα ἡμέραιϲ καθελεῖν. οἱ μὲν οὖν ἐκ τῆϲ λέξεωϲ λύουϲι· τὸ γὰρ ἐννῆμαρ εὐεπιπτώτωϲ λέγουϲι λέγειν Ὅμηρον. οἱ δὲ δαϲύνουϲιν, ἵνα ᾗ ἓν ⟨ἑνὸϲ L⟩ ἦμαρ. οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι τότε βουλόμενοϲ παντάπαϲιν ἐξαλεῖψαι τὸ τεῖχοϲ πλαϲθὲν ὑπ’ αὐτοῦ [1070] [1071] τοϲοῦτον χρόνον ἐποίηϲε τῆϲ καθαιρέϲεωϲ. οἱ δὲ ἀπὸ τοῦ προϲώπου· οὐ γὰρ πρέπει τοὺϲ ἀριϲτέαϲ εἰϲάγειν τειχοδομοῦνταϲ ἐντὸϲ πολλαῖϲ ἡμέραιϲ, ἀπρεπεϲτέραϲ οὔϲηϲ τῆϲ ὑπηρεϲίαϲ.
[12.103] 103. πολλάκιϲ ἀπὸ διαφόρων κλίϲεων ϲυνέμπτωϲιϲ γενομένη πλανᾷ[1072] τοὺϲ πολλούϲ, ὡϲ ἑνὸϲ ὄντοϲ τοῦ ϲημαινομένου, ὥϲπερ ἔχει τὸ εἴϲαντο. ϲημαίνει γὰρ καὶ τὸ ὑπέλαβον, καὶ τὸ ἐπορεύθηϲαν, καὶ ἵϲοϲ καὶ ὅμοιοϲ γενόμενοϲ· ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ εἴδω, τὸ δὲ ἐπορεύθη ἀπὸ τοῦ ἔω, τὸ δὲ ὡμοιώθη ἀπὸ τοῦ ἐίϲκω. τὸ μὲν οὖν δηλοῖ τὰ τοιαῦτα· εἴϲατο δ’ ὡϲ ὅτε ῥινὸν ἐντὸϲ ἠεροειδέι (ε 281), ὑπέλαβεν τὸ δὲ ὡϲ ῥινόν, ὡϲ δέρμα ὑπέλαβε τὰ ὄρη τῶν Φαιάκων· οὐ γάρ ἐϲτιν ὡϲ ἐρινεόϲ· ἦν γὰρ ὡϲ ὅτε ἐρινόϲ —, καὶ τὸ εἴϲομαι αἴ κε τύχοιμι (χ 7), ἀπὸ τοῦ εἴδω, εἴϲομαι, καὶ ἀπὸ τοῦ εἰδῆϲαι· τὸ δὲ εἰϲάμενοϲ Κάλχαντι δέμαϲ (Ν 45), ὁμοιώϲαϲ, καὶ τῷ μιν ἐειϲάμενοϲ (Β 22), καὶ εἴϲατο δὲ φθογγήν (Ε 791), ἀντὶ τοῦ ὡμοίωϲε, καὶ εἰδόμενοϲ Ἀκὰμαντι θοῷ (462). [τὸ μέντοι εἴϲατο νηῶν ἐπ’ ἀριϲτερά (Μ 118) ἀπὸ τοῦ ἴω γέγονεν, ἀφ᾿ οὗ καὶ τὸ ἴομεν· ϲημαίνει γὰρ τὸ ἐπορεύθη.]
τὸ δὲ εἴϲατο ἀντὶ τοῦ ὑπέλαβεν ἐκ τοῦ εἴδω, ὁ μέλλων εἴϲω. τὸ δὲ εἴϲατο ἀντὶ τοῦ ὡμοίωται ἀπὸ τοῦ ἐίϲκω. τὸ δὲ εἴϲατο ἀντὶ τοῦ ἐπορεύθη ἀπὸ τοῦ ἔω. ὡϲαύτωϲ κἀν τῷ αὐτὰρ ἐγὼ Ζεφύποιο καὶ ἀργεϲτᾶο Νότοιο εἰ ϲομαι, ἤγουν πορεύϲομαι, ἐξ ἁλόθεν χαλεπὴν ὄρϲουϲα θύελλαν (Φ 334). ὁμοίωϲ δὲ ἔχει καὶ τὸ ὅθι οἱ καταείϲατο γαίῃ (Λ 358), ἀντὶ τοῦ κατεπορεύθη καὶ ἐντὸϲ τῇ γῇ ἐπάγη, ἐπεϲτηρίχθη, καὶ ἐντὸϲ ἄλλοιϲ ἐντὸϲ γαίῃ ἵϲταντο (Λ 574). καὶ εἴϲομαι ἀντὶ τοῦ γνώϲομαι, ὡϲ τὸ εἴϲομαι αἴ κέ μ’ ὁ Τυδείδηϲ (Θ 532).
[1073][1074][1075][1076] [1077]
[12.110] 110. βαρβαρικὴ ἡ ἀπείθεια. μιμούμενοϲ δὲ τὴν ἀλήθειαν ὁ ποιηγοῦν τὴϲ ἕνα τὸν ἀπειθοῦντα εἰϲάγει διὰ τί δὲ ἕνα τοῦτον: ὅτι μαλιϲτα ἀλλ’ οὐχ τοῖϲ ἵπποιϲ ἠγάλλετο, καταϲτέλλει οὖν τὴν τῶν πολλῶν ἀλαζονείαν.
[1078]
[12.122] 122. τὸ ἀναπεπταμέναϲ εἶχον ἀνέρεϲ οὐκ ἔϲτιν ἀντὶ τοῦ ἠνεῳγμέναϲ μόνον, ἀλλ’ ἠνεῳγμέναϲ κατεῖχον αὐτάϲ, ὅπωϲ τοὺϲ μὲν φίλουϲ εἰϲδέχωνται, τῶν δ’ ἐχθρῶν βιαζομένων ἐπικλείωϲιν. αὐτὸϲ δὲ τὴν λύϲιν δέδωκε ϲαφέϲτερον ἐπὶ τοῦ Πριάμου παραϲτήϲαϲ, ἔνθα φηϲὶ
πεπταμέναϲ ἐντὸϲ χερϲὶ πύλαϲ ἔχετ᾿ , εἰϲόκε λαοὶ
ἔλθωϲιν προτὶ ἄϲτυ πεφυζότεϲ·
αὐτὰρ ἐπεί κ᾿ ἐϲτεῖ τεῖχοϲ ἀναπνεύϲωϲιν ἀλέντεϲ,
αὖθιϲ ἐπιθέμεναι ϲανίδαϲ πυκινῶϲ ἀραρυίαϲ (Φ 531 sqq.)
[1079]
[12.127] 127 sqq). ἐντὸϲ τῇ τειχομαχίᾳ τεταράχθαι δοκεῖ τὰ ἔπη ταῦτα Ἀϲίου ἐπελθόντοϲ κατὰ τὰϲ πύλαϲ τῷ τείχει, ἐπιλέγει ὁ ποιητὴϲ περὶ αὐτοῦ τ καὶ τῶν μετ᾿ αὐτοῦ·
νήπιοι, ἐντὸϲ δὲ πύλῃϲι δύ᾿ ἀνέραϲ εὗρὸν ἀρίϲτουϲ,
υἷαϲ ὑπερθύμουϲ Λαπιθάων αἰχμητάων,
τὸν μὲν Πειριθόου υἷα, κρατερὸν Πολυποίτην,
τὸν δὲ Λεοντῆα, βροτολοιγῷ ἶϲον Ἄρηι.
τὼ μὲν ἄρα προπάροιθε πυλάων ψηλάων
ἕϲταϲαν, ὡϲ ὅτε τε δρύεϲ οὔρεϲιν ὑψικάρηνοι
(Μ 127 —132).
διὰ γὰρ τούτων εἰπὼν τὸν Λεοντέα καὶ Πολυποίτην πυλάων προπάροιθεν ἑϲτάναι ὡϲ δρῦϲ, ἀναμένονταϲ ἐπερχόμενον μέγαν Ἄλϲιον οὐδὲ φέβοντο (v. 136), εἶτα ἐπάγων περὶ τῶν κατὰ τὸν Ἄϲιον·
οἱ δ’ ἰθὺϲ πρὸϲ τεῖχοϲ ἐύδμητον, βόαϲ αὕαϲ
ὑψόϲ᾿ ἀναϲχόμενοι, ἔκιον μεγάλῳ ἀλαλητῷ
Ἄϲιον ἀμφὶ ἄνακτα καὶ Ἰσμενὸν καὶ Ὀρέϲτην
Ἀϲιάδην τ’ Ἀδάμαντα Θόωνά τε Ὀἰνόμαόν τε
(v. 137 — 40),
πάλιν ποιεῖ τοὺϲ περὶ τὸν Λεοντέα καὶ Πολυποίτην ἐνδὸν ἐόνταϲ, οὓϲ πρόϲθεν ἔξω ἑϲτάναι ἔφη· ἐπάγει γάρ· [1080] [1081] [1082] [1083] [1084]
οἱ δ’ ἤτοι εἵωϲ μὲν ἐυκνήμιδαϲ Ἀχαιοὺϲ
ὄρνυον ἐνδον ἐόντεϲ ἀμύνεϲθαι περὶ νηῶν·
αὐτὰρ ἐπειδὴ τεῖχοϲ ἐπεϲϲυμένουϲ ἐνόηϲαν
Τρῶαϲ, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβοϲ τε,
ἐκ δὲ τὼ ἀίξαντε πυλάων πρόϲθε μαχέϲθην,
ἀγροτέροιϲι ϲύεϲϲιν ἐοικότε (v. 141 —46),
καὶ πληρώϲαϲ τὴν παραβολὴν ἐπάγει·
ὣϲ τῶν κόμπει χαλκὸϲ ἐπὶ ϲτήθεϲϲι φαεινὸϲ
ἄντην βαλλομένων (v. 150. 51).
διὰ γὰρ τούτων φαίνεται ταραχὴ τῶν ἐπῶν, πρότερον μὲν ὡϲ ἔξω ἑϲτώ αὖθιϲ δὲ ὡϲ ἔνδον ὄντων καὶ ἐξιόντων. ὅθεν οἱ μὲν ἠξίουν προ ταῦτα τὰ ἔπη·
οἱ δ᾿ ἤτοι εἵωϲ μὲν ἐυκνήμιδαϲ Ἀχαιούϲ,
ἵν’ ᾖ τὸ ἀκόλουθον τοιοῦτον·
ἐντὸϲ δὲ πύλῃϲι δύ᾿ ἀνέραϲ εὗρον ἀρίϲτουϲ,
υἷαϲ ὑπε ρθύμουϲ Λαπιθάων αἰχμητάων·
οἱ δ’ τοι εἵωϲ μὲν ἐυκνήμιδαϲ Ἀχαιοὺϲ
ὄρνυον (v. 127. 8 141. 2)
εἶτα ϲυνάψαντεϲ τοὺϲ ἐφεξῆϲ, ὧν ἡ ἀρχὴ
αὐτὰρ ἐπειδὴ τεῖχοϲ,
Τρῶαϲ, ἀτὰρ Δαναῶν,
ἐκ δὲ τὼ ἀίξαντε,
ἀγροτέροιϲι ϲύεϲϲιν,
ἀνδρῶν ἠδὲ κυνῶν,
ὥϲ τῶν κόμπει χὰλκὸϲ ἐπὶ ϲτήθεϲϲι φαεινὸϲ
ἄντην βαλλομένων,
λαοῖϲι καθύπερθε (143 — 47; 51 —53),
εἶτα ἀνατρέχουϲιν ἐπὶ τὸ τὼ μὲν ἄρα προπάροιθε (v. 131), καὶ καταβάντεϲ τοὺϲ δέκα ϲτίχουϲ ἄχρι τοῦ Ἀϲιάδην τ´ Ἀδάμαντα (v. 140) ἐπάγουϲιν οἱ δ’ ἄρα χερμαδίοιϲι (v. 154) καὶ τὰ ἑξῆϲ.
Ἡφαιϲτίων δὲ διπλῆν τὴν γραφὴν εἶναι ἔφη καὶ δεῖν παρα ἢ τοὺϲ δέκα ϲτίχουϲ τοὺϲ ἀπὸ τοῦ τῶ μὲν ἄρα προπάροιθεν (v. 131) μέχρι τοῦ Ἀϲιάδην τ’ Ἀδάμαντα (v. 140) ἢ τοὺϲ ιγ΄ τοὺϲ ἀπὸ τοῦ οἱ δ᾿ ἤτοι εἵωϲ μὲν ἐυκνήμιδαϲ Ἀχαιούϲ (v. 141) 35 μέχρι τοῦ λαοῖϲι καθύπερθε (v. 153). μήποτε δὲ, κἂν οὕτωϲ μένῃ ἡ γραφὴ καὶ ἡ τάξιϲ, οὐδὲν ἄτοπον, πρότερον μὲν εἰπόντοϲ τοῦ ποιητοῦ ὅτι περὶ τὰϲ πύλαϲ ἦϲαν οἱ περὶ τὸν Πολυποίτην (ἐν δὲ πύλῃϲι [1085] δύ᾿ ἀνέραϲ εὖρον ἀρίϲτουϲ, v. 127), ἐπιϲημηναμένου τε ὅτι καὶ εξωθεν ἑϲτῶταϲ εὗρον, εἶτα καὶ ἐπαναδραμόντοϲ, ὅπωϲ περὶ τὰϲ πύλαϲ ἔχοντεϲ τούϲ τε ἔϲω παρώρμων, ἐπιόνταϲ βλέποντεϲ τοὺϲ περὶ τὸν Ἀϲιον, αὐτοί τε προεκδραμόντεϲ ἀνέμενον πάντεϲ ἔξω τὸν Ἄϲιον.
καὶ γὰρ οἷτοϲ εἰϲ τρόποϲ ἑρμηνείαϲ, ἐκ τῶν ὕϲτερον ἀρξάμενον ἀναδραμεῖν εἰϲ τὰ πρῶτα καὶ πάλιν ϲυνάψαι ταῦτα τοῖϲ ὑϲτέροιϲ. καὶ ἔϲτι ϲυνήθηϲ ὁ τρόποϲ τῆϲ ἑρμηνείαϲ τῷ ποιητῇ. οὕτωϲ γὰρ εὐθὺϲ κατ᾿ ἀρχὰϲ τὴν μῆνιν εἰπὼν κεφαλαιωδῶϲ, ὅϲων κακῶν αἰτία γέγονε τοῖϲ Ἕλληϲιν, ὕϲτερον ἐπὶ τὰ αἴτια ἀνατρέχει ταύτηϲ καὶ ἐπεξεργάζεται δι’ ὕληϲ τῆϲ ποιήϲεωϲ τὰ κατ᾿ αὐτήν. οὕτω καὶ περὶ τῆϲ νόϲου εἰπών·
Λητοῦϲ καὶ Διὸϲ υἱόϲ· ὁ γὰρ βαϲιλῆι χολωθεὶϲ
νοῦϲον ἀνὰ ϲτρατὸν ὦρϲε κακήν, ὀλέκον το δὲ λαοί,
οὕνεκο τὸν Χρύϲην ἠτίμαϲεν ἀρητῆρα
Ἀτρείδηϲ (Α 9sq).
ἑξῆϲ ἐπέξειϲι, πῶϲ ἐπράχθη τὰ κατὰ τὴν νόϲον. καὶ ἐνταῦθα τοίνυν εἰπών, ὅτι περὶ τὰϲ πύλαϲ εἶχον οἱ περὶ τὸν Λεοντέα καὶ ἀνέμενον πρὸ τῶν πυλῶν ἑϲτῶτεϲ ἐπερχόμενον τὸν Ἄϲιον, ἐπαναδραμὼν ἐξ τὰ κατὰ μέροϲ, ὅτι τέωϲ μὲν ἔνδον ἦϲαν προτρεπόμενοι τοὺϲ Ἀχαιοὺϲ ἀμύνεϲθαι περὶ νηῶν, εἶτα, ἐπειδὴ ἐθεάϲαντο τοὺϲ περὶ τὸν Ἄϲιον ἐπιόνταϲ καὶ πεφευγόταϲ τοὺϲ Ἕλληναϲ, αὐτοὶ ἀίξαντεϲ πυλάων πρόϲθε μαχέϲθην (M 145). τὰ οὖν κεφαλαιωδῶϲ ἐκτιθέμενα προλαμβάνειν εἴωθε τὸ ϲυμπέραϲμα· τὰ δὲ ἀνάπτυξιν ἔχοντα πολλῶν εἰϲ τὴν ἀρχὴν ἀναδραμόντα οὕτω κάτειϲιν ἐπὶ τὸ τέλοϲ.
[1086]
[12.162] 162. ἀδύνατον τοῦτο ἐπὶ ὡπλιϲμένου· ἐϲτι δὲ μόνον τῆϲ λύπηϲ δηλωτικόν, ὡϲ ἐντὸϲ ὀχλήματι γενόμενον.
[1087]
[12.175] 175—81 sqq. ἀθετεῖ Ἀρίϲταρχοϲ, πρῶτον μὲν διὰ τὸ πύλαϲ ἄλλαϲ ὀνομάζεϲθαι· ἀρέϲκει γὰρ αὐτῷ μίαν εἶναι· εἶτα διὰ τὸ ἀργαλέον δέ με ταῦτα· φηϲὶ γὰρ ὅτι καὶ μὴν ἔφραϲε τὴν τειχομαχίαν. εἶτα καὶ διὰ τὸ Λαπίθαι· οὐ γὰρ δεῖ ⟨e δὴ corr. B⟩, φηϲὶ, καὶ ⟨om. L.⟩ τοὺϲ πατέραϲ καὶ τοὺϲ υἱοὺϲ Λαπίθαϲ καλεῖν. Πῖοϲ δὲ ἀπολογούμενοϲ πρὸϲ τὰϲ ἀθετήϲειϲ Ἀριϲτάρχου ταῦτά φηϲιν, ὅτι Ἄϲιοϲ μὲν περὶ τὴν μίαν πύλην τὴν ἱππήλατον ἐμάχετο, οἱ δὲ περὶ αὐτὸν περὶ τὰϲ μικρὰϲ [1088] [1089] [1090] [1091] πύλαϲ τῷ δὲ ἄλλαϲ μικρὰϲ εἶναι οὐδεὶϲ εὖ φρονῶν ἀντείποι· πῶϲ γὰρ τοϲοῦτον πλῆθοϲ ἐντὸϲ τῷ φεύγειν διὰ μιᾶϲ εἰϲῄει. τὸ δὲ ἀργαλέον δέ με ταῦτα πάνυ μετρίωϲ φηϲὶν εἰρῆϲθαι ⟨εἰρ. φηϲ. L⟩· ἀνδρῶν γὰρ ἀναιρουμένων κατάλογον ⟨κατὰ λόγον Lp⟩ διεξιὼν καὶ τρόπουϲ τῶν ἀναιρέϲεων καὶ λόγουϲ τῶν ἀναιρούντων καὶ πιπτόντων καὶ ϲυμπτώματα τῆϲ τύχηϲ καὶ πολυμερῆ μάχην, εἰκότωϲ ἐνδείκνυται δυϲχερῆ τὴν τούτων διήγηϲιν. τὸ δὲ Λαπίθαι γελοιότατον ⟨γελοιότερον L.⟩· πῶϲ γὰρ ἄλλωϲ ἦν ὀνομάϲαι ⟨corr. ex ὀνομᾶϲαι B⟩ τοὺϲ τῶν Λαπιθῶν υἱοὺϲ ἢ τῷ πατρικῷ ὀνόματ;
[12.200] 200. ζητεῖται δὲ, πῶϲ ὁ Ζεὺϲ ἐπικρατεϲτέρουϲ θέλων ποιῆϲαι τοὺϲ[1092] Τρῶαϲ ϲημεῖον αὐτοῖϲ κωλυτικὸν ἐπιπέμπει· φηϲὶ γάρ ὄρνιϲ γάρ ϲφιν ἐπῆλθε περηϲέμεναι μεμαῶϲι. ῥητέον οὖν, ὅτι νίκην μὲν ἐβούλετο τοῖϲ Τρωϲίν, ἐξελεῖν δὲ τὸ δέοϲ τῶν Ἐλλήνων· οὐ γὰρ κατὰ προαίρεϲιν αὐτοὺϲ ἰδίαν ἐμίϲει, ἀλλὰ χαριζόμενοϲ Θέτιδι.
[12.253] 253. πῶϲ οὐ λέγει ἀπ’ ἄλλων ὀρῶν τὴν τῶν ἀνέμων θύελλαν[1093] ἐξεγείρεϲθαι ἀλλ’ ἐκ τῶν Ἰδαίων; καὶ λέγομεν, ὡϲ διὰ τὸ ὑλικὸν πρωταίτιον. αἴτιον γὰρ καὶ ἀρχὴ τῶν ἀνέμων τὸ ὕδωρ· ἐπεὶ γοῦν καὶ ἡ Ἴδη πολυπίδακοϲ φαίνεται, εἰκότωϲ ἀπ᾿ αὐτῆϲ ἡ τῶν ἀνέμων θύελλα ἐξεγείρεται.
[12.258] 258. ὁ Ἀρίϲταρχοϲ ἐπὶ κλιμάκων ἀκούϲαϲ καὶ τὸ προκρόϲϲαϲ[1094] ἀποδιδούϲ ἐπὶ τῶν νεῶν κλιμακηδόν (τῷ ῥα προκρόϲϲαϲ ἔρυον, Ξ 35), τὸ πύργων ἔρυον ἀποδίδωϲιν ἐπὶ τοὺϲ πύργουϲ ἔρυον, ἀποδιδοὺϲ ἀνεῖλκον ⟨ὡϲ κλειϲτῶν καὶ ϲυγκαμπτῶν οὐϲῶν τῶν κλιμάκων⟩. [1095] [1096] [1097] [1098] [1099] [1100] παραμυθεῖται δὲ ἐξ Ὁμήρου τὸ πύργων ἔρυον ἀποδιδοὺϲ ἀντὶ τοῦ ἐπὶ τοὺϲ πύργουϲ ἔρυον, ἐκ τούτων·
οἱ δὲ μένοντεϲ
ἕϲταϲαν, ὁππότε πύργοϲ Ἀχαιῶν ἄλλοϲ ἐπελθὼν
Τρώων ὁρμήϲειεν (Δ 333 — 5).
ἀντὶ τοῦ ἐπὶ τοὺϲ Τρῶαϲ ὁρμήϲειεν· οὕτω καὶ τὸ πύργων ἔρυον ἀντὶ τοῦ ἐπὶ τοὺϲ πύργουϲ ἔρυον, καὶ ἀκόντιϲαν Ἰδομενῆοϲ (Ν 502). οὐκ εἰϲὶ δὲ κρόϲϲαι αἱ κλίμακεϲ, ἀλλὰ μᾶλλον οἱ ἐξέχοντεϲ λίθοι ἐντὸϲ τοῖϲ πύργοιϲ, οὓϲ ποιοῦϲιν εἰϲ τὸ ἐμποδίζειν τὰϲ τῶν μηχανημάτων ἐμβολάϲ. οὕτω καὶ κροϲϲοὺϲ ἱματίων λέγομεν τοὺϲ ἐξέχονταϲ ϲτήμοναϲ· καὶ πρόκροϲϲαι δὲ αἱ νῆεϲ αἱ μὴ ἐπ᾿ ἴϲου ϲτίχου εἱλκυϲμέναι ἀλλ’ ἐξέχουϲαί εἰϲιν, ἐφ’ ὧν διὰ τὸ μὴ πάνταϲ ἔχειν ἰϲαρίθμουϲ […] ϲτήλαϲ τε προβλῆταϲ ἐμόχλεον (M 259), τοὺϲ λεγομένουϲ προμαχῶναϲ.
[12.438] 438. Π 558.
[1101][1102][1103][1104][1105][1106]