Capítulo 11. Λ
[11.51] 51. 52. […] τὸ δὲ ἀπορούμενον, πῶϲ μέγα προειπὼν ἐπιφέρει[974] ὀλίγον, τοιοῦτόν ἐϲτι· τὸ ἕτερον αὐτῶν χρονικόν ἐϲτι, τὸ δὲ ἕτερον τοπικόν· ἤτοι γὰρ πολὺ τοῦ πεδίου προῆλθον αὐτῶν, οἱ δὲ ταχέωϲ ἐπεδίωξαν, ὡϲ ἂν ἐφ’ ἁρμάτων ⟨ἐφαμαρτῶν cod.; corr. Bkk.⟩· ἢ τῷ χρόνῳ πολὺ προέλαβον οἱ πεζοί, οἱ δὲ ἱππεῖϲ τῷ καταταχῦναι ⟨κατα cod. corr. Bkk.⟩ ὀλίγον ὄπιϲθεν ἦϲαν.
[11.53] 53. 54. ἐζήτηται πῶϲ ἐνεδέχετο ἔχειν τὰϲ νεφέλαϲ αἷμα· ῥητέον[975] οὖν ὅτι τὸ τοῦ ὕδατοϲ λεπτότατον καὶ κουφότατον ἁρπάϲαν τὸ πῦρ τὸ τοῦ ἡλίου μετέωρον ἐξήρανε καὶ κατέμιξε τῷ ἀέρι, καὶ τὸ μὲν θολερὸν ρὸν. αὐτοῦ καὶ βαρὺ ἐκκριθὲν ὁμίχλη γίνεται. τὸ δὲ καθαρώτατον καὶ κουφότατον γλυκαίνεται καταλελειμμένον, ἕψοντοϲ τοῦ ἡλίου καὶ καίον εἰ γὰρ καὶ τὰ ἄλλα τοῦ ὕδατοϲ, ἐὰν ᾖ ἁλμυρά, τὸ παῤ ἡμῖν πῦρ γλυκέα ἀπεργάζεται, τί χρὴ προϲδοκᾶν περὶ τοῦ δυνατωτέρου πυρὸϲ ἥλιον λέγομεν τὸ ἀναπεμφθὲν οὖν τοῦτο ὕδωρ μέχρι διεϲκέδαϲται μετέωρον φερόμενον, ὅταν εἰϲ τὸ αὐτὸ ϲυϲτραφῇ, βαρούμενον κάτω φέρεται καὶ ὄμβροϲ γίνεται. καὶ ἡ αἰτία· ὅταν νέφεϲιν ἐλαυνομένοιϲ ὑπ’ ἀνέμου ἐμπέϲῃ πνεῦμα ἐναντίον καὶ νέφη ἕτερα ὑπὸ· τούτου διωκόμενα, τὰ μὲν πρῶτα ϲυϲτρέφεται, τὰ δ᾿ ὄπιϲθεν αὐτῶν ἐπιφερόμενα παχύνεται καὶ μελαίνεται καὶ καταρραγέντα ὑπὸ τοῦ βάρουϲ ὄμβρον ἐγέννηϲεν. εἴπερ οὖν οἱ ποταμοὶ, πολλοῦ κατ᾿ αὐτοὺϲ ϲυντελουμένου [976] [977] [978] [979] [980] [981] τοῦ φόνου, ἦϲαν αἵματοϲ ἀνάπλεοι, εἰκότωϲ τὸ ἀναφερόμενον ἀπ’ αὐτῶν ὕδωρ γίνεται ὄμβροϲ αἱματώδηϲ, καὶ τοῦτο μυθῶδεϲ δοκοῦν οὐκ ἀποφεύγει τὸ πιθανόν.
[11.84] 84. ad Θ 1, p. 111. 112.
[11.86] 86. cf. Θ 53. 54.
[11.155] 155. Vatic. ζητ. κη· ὡϲ δ᾿ ὄτε πῦρ ἀίδηλον ἐντὸϲ ἀξύλῳ ἐμ πέϲοι ὕλη. ἄξυλον ὕλην οἱ μὲν πολύξυλον ἀποδεδώκαϲιν, οἱ δὲ ὁμόξυλον. δηλοῖ γὰρ, φαϲὶν [… …] ὡϲ ἀκόλουθοϲ (ἔϲτι γὰρ ὁμοκέλευθοϲ), καὶ ἄβρομοι (Ν 41) ἅμα βρόμῳ καὶ αὐίαχοι ἅμα ἰαχῇ. οὕτω καὶ ἄλοχοϲ καὶ ἄκοιτιϲ ἡ καὶ ὁμόκοιτιϲ· καὶ ἄξυλοϲ ἡ ὁμόξυλοϲ διὰ τὸ πυκνόν. ἐμοὶ δὲ δοκεῖ ἄξυλον λέγειν ϲτέρηϲιν τοῦ ξύλου ἐπάγει γάρ· οἱ δ᾿ τε θάμνοι πρὸρριζοι ἀλλὰ κατὰ ϲτέρηϲιν τοῦ ξυλίϲαϲθαι, ἵν᾿ ᾖ ἄξυλοϲ ὕλη, *B f. 144b ad ἀξύλῳ, L. f. 228 Π. ἄξυλον ὕλην οἱ μὲν τὴν πολύξυλον ἀποδεδώκαϲιν, οἱ δὲ ἄξυλον. δηλοῖ γὰρ, φηϲὶ, τὸ α καὶ τὸ ὁμοῦ, ὡϲ ἐπὶ τοῦ ἀκόλουθοϲ (ἔϲτι γὰρ ὁμοκέλευθοϲ), καὶ ἄβρομοι ἅμα βρόμῳ καὶ αὐίαχοι ἅμα ἰαχῇ. οὕτωϲ καὶ ἄλοχοϲ καὶ ἄκοιτιϲ ἡ ὁμόλεκτροϲ ὁμόλεχοϲ καὶ ὁμόκοιτιϲ. καὶ ἄξυλοϲ οὖν ἡ ὁμόξυλοϲ διὰ τὸ πυκνόν. ἐμοὶ δὲ δοκεῖ ἄξυλον λέγειν οὐ κατὰ οὐ κατὰ ϲτέρηϲιν τοῦ ξύλου· ἐπάγει γάρ· οἱ δέ τε θάμνοι πρόρριζοι πίπτουϲιν, ἀλλὰ κατὰ ϲτέρηϲιν τοῦ ξυλίϲαϲθαι, ἵνα ᾖ ἄξυλοϲ ὕλη, ἐξ ἧϲ οὐδείϲ πω ἐξυλεύϲατο, [982] [983] [984] [985] [986] [987] [988] [989] ἀφ᾿ ἧϲ οὐδείϲ πω ἐξυλεύϲατο. καὶ ἄκοιτιϲ δὲ καὶ ἄλοχοϲ ἐμοὶ δοκεῖ κυρίωϲ ἡ παρθενικὴ λέγεϲθαι, παρὰ τὸ λέχουϲ ἑτέρου μὴ μεταϲχεῖν μηδὲ κοίτηϲ. παῤ ὃ καὶ λέγει κουριδίηϲ ἀλόχου (Α 114). λοιπὸν δ᾿ ἡ κατάχρηϲιϲ καὶ ἐπὶ τὰϲ ἄλλαϲ μετ᾿ ήγαγεν. ὥϲπερ κυρίωϲ ἀλεξῆϲαι ὑπὲρ τῶν ἀλόχων βοηθῆϲαι· λοιπὸν δ᾿ ἐντὸϲ καταχρήϲει γέγονεν ἐπὶ τοῦ ὁπωϲοῦν ϲυμμαχεῖν. καὶ ἀίδηλον δὲ πῦρ (B 455. I 436. Λ 155) οὐκ ἔϲτι τὸ μεγαλόδηλον, ἀλλὰ τὸ ἀδηλοποιόν, ἐξ οὗ ϲημαίνει τὸ οὕτω γοῦν ἔφη ϲὺ δὲ κτείνειϲ ἀιδήλωϲ (Φ 220), ἀφανίζων καὶ ἀδήλουϲ ποιῶν. οὐ κακῶϲ δὲ καὶ Ϲέξϲτοϲ ἀίδηλον ἀπὸδέδωκε τὸ ἐξ ἀδήλου ἐμπεϲόν. τουτέϲτιν ἀφ’ ἧϲ ξύλον οὐδεὶϲ ἔκοψε. καὶ ἄκοιτιϲ δὲ καὶ ἡ ἄλοχοϲ, ὡϲ ἐμοὶ δοκεῖ, κυρίωϲ ἡ παρθενικὴ λέγεται, παρὰ τὸ λέχουϲ ἑτέρου μὴ μεταϲχεῖν μηδὲ κοίτηϲ (παῤ ὃ καὶ λέγει κουριδίηϲ ἀλόχου, τῆϲ ἐκ παρθενίαϲ ἀλλ᾿ οὐ λέχουϲ ἑτέρου μεταϲχούϲηϲ), λοιπὸν δ’ ἡ κατάτὸ χρηϲιϲ καὶ ἐπὶ τὰϲ ἄλλαϲ μετήγαγεν, ὥϲπερ κυρίωϲ τὸ ἀλεξῆϲαι τὸ ὑπὲρ τῶν ἀλόχων βοηθῆϲαι· λέγει γὰρ Ἕκτωρ· ἀλλ᾿ ἵνα μοι Τρώων ἀλόχουϲ καὶ νήπια τέκνα προφρονέωϲ ἀφανιϲτιόκ. ῥύοιϲθε (Ρ 223.) λοιπὸν δὲ ἐντὸϲ καταχρήϲει γέγονεν ἐπὶ τοῦ ὁπωϲοῦν ϲυμμαχεῖν. καὶ τὸ ἀίδηλον δὲ πῦρ οὐκ ἔϲτι τὸ μεγαλόδηλον, ἀλλὰ τὸ ἀδηλοποιόν, ἐξ οὗ ϲημαίνει τὸ ἀφανιϲτικόν. οὕτωϲ γοῦν ἔφη ϲὺ δὲ κτείνειϲ ἀιδήλωϲ, ἀφανίζων καὶ ἀδήλουϲ ποιῶν. οὐ κακῶϲ δὲ καὶ Ϲέκϲτοϲ ἀίδηλον ἀποδέδωκε τὸ ἐξ ἀδήλου ἐμπεϲόν. ἡ παραβολὴ οὖν πρὸϲ τὴν ϲυνέχειαν τῶν πιπτόντων· τί δ᾿ ὀξύτερον εὐκινητότερον πυρόϲ;
[990][991][992][993][994][995][996]
[11.269] 269. I init, p. 128.
[997]
[11.273] 273. […] πῶϲ δὲ οὐδένα ϲτρατηγὸν ἀνθ’ ἑαυτοῦ κατέλιπεν; ἵνα μὴ προτιμήϲαϲ ἕνα τοῖϲ λοιποῖϲ ἀπέχθηται.
[998]
[11.354] 354. τουτέϲτιν ἀμέτρητον, ὃ οὐκ ἐϲτι μέτρῳ οὐδὲ πελέθρῳ μετρῆϲαι. οὕτωϲ ἐϲτὶ καὶ τὸ ἀμαιμάκετον, ᾧ οὐκ ἐϲτι μῆκοϲ παραβαλεῖν· ἱϲτὸν μαιμάκετον (ξ 311), ὃν ἐντὸϲ ἄλλοιϲ ἔφη περιμήκετον (β 94. 95?). περιϲϲῶϲ μέγαν. καὶ ἡ ἀμαιμάκετοϲ οὗν Χίμαιρα (Ζ 179. Π 329) τὴν μεγάλην δηλοῖ, πρὸϲ ἣν οὐκ ἔϲτι μέγεθοϲ τῶν ὁμοίων παραβαλεῖν· πρὸϲ γὰρ τὰ ὁμογενῆ τὰ πρόϲ τι ἡ δ’ ἄῤ ἔην θεῖον γένοϲ οὐδ᾿ ἀνθρώπων (Ζ 180).
[11.356] 356. Α 104.
[999]
[11.385] 385. ἀλλὰ καὶ οἱ θεοὶ, φαϲὶ, τοξόται καὶ τῶν ἡρώων οἱ κράτιϲτοι, Ἀπόλλων, Ἄρτεμιϲ, Ἡρακλῆϲ, Εὔρυτοϲ ἀλλὰ καὶ ἐντὸϲ τοῖϲ πρὸϲ Ἴλιον ϲτρατευομένοιϲ Μηριόνηϲ, Φιλοκτήτηϲ, Τεῦκροϲ. οὐχ ὅτι δὲ τοξότηϲ [1000] [1001] [1002] [1003] [1004] [1005] ὀνειδίζει, ἀλλ’ ὅτι φαῦλοϲ· τοῦτο γὰρ ἐμφαίνει τὸ λωβητήρ. εἶτα πάλιν τῇ τρχὶ, φηϲὶ, κάλλιϲτε ἐπὶ ἀπάτῃ παρθένων· οὐδὲ γὰρ οὐδὲ τὸ κομᾶν κακὸν ἐϲτι καθ᾿ ἑαυτὸ.
Ἀριϲτοτέληϲ δέ φηϲι· κέρᾳ ἀγλαὸν εἶπὲν ἀντὶ τοῦ αἰδοίῳ[1006] ϲεμνυνόμενον, ἐπὶ τοιούτου ϲημαινομένου τὴν λέξιν ἐκεῖνοϲ νοήϲαϲ.
[11.405] 405. ἀϲύμφορον ἀναπείθειν δεινότερον εἶναι τοῦ ἀποθανεῖν τὸ[1007] φυγεῖν. λύεται δὲ ἀπὸ τῆϲ λέξεωϲ τὸ γὰρ ἁλώω δύναται καὶ ἐπὶ τοῦ ζωγρηθῶ εἶναι.
[11.515] 515. ἐμείωϲε, φαϲὶ, τὸν ἔπαινον, μερικὴν αὐτῷ προϲθεὶϲ τὴν εἴ-[1008] δηϲιν. καίτοι φηϲὶν ὅϲῥά τε πάϲηϲ εὖ εἰδῇ ϲοφίαϲ (Ο 411, confus. c. ρ 384). οἱ μὲν οὖν φαϲιν ὅτι τὸ χειρουργικὸν καὶ τὸ φαρμακευτικὸν εὕρητο παρὰ τοῖϲ παλαιοῖϲ· τοῦ γὰρ διαιτητικοῦ Ἡρόδικοϲ μὲν ἤρξατο, ϲυνετέλεϲε δὲ καὶ Ἱπποκράτηϲ, Πραξαγόραϲ, Χρύϲιπποϲ. ἔνιοι δέ φαϲιν, ὡϲ οὐδὲ ἐπὶ πάνταϲ τοὺϲ ἰατροὺϲ ὁ ἔπαινοϲ οὗτόϲ ἐϲτι κοινόϲ, ἀλλὰ τὸν Μαχάονα μόνον χειρουργεῖν θέλουϲι· τὸν γὰρ Ποδαλείριον διαιτᾶϲθαί φαϲι τὰϲ νόϲουϲ. καὶ τεκμήριον ὅτι Ἀγαμέμνων τρωθέντοϲ Μενελάου οὐ Ποδαλείριον καλεῖ, ἀλλὰ τὸν Μαχάονα (Δ 193) [τοῦτο ἔοικε καὶ Ἀρκτῖνοϲ ἐντὸϲ Ἰλίου πορθήϲει νομίζειν ἐντὸϲ οἷϲ φηϲιν αὐτὸϲ γάρ ϲφιν ἔδωκε πατὴρ ἐνοϲίγαιοϲ πεϲεῖν ἀμφοτέροιϲ, ἕτερον δ᾿ ἑτέρου κυδίον’ ἔθηκε· τῷ μὲν κουφοτέραϲ χεῖραϲ πόρεν, ἔκ τε βέλεμνα] [1009] [1010] [1011] [1012] [1013] [1014] [1015] [1016] [ϲαρκὸϲ ἑλεῖν τμῆξαί τε καὶ ἕλκεα πάντ’ ἀκέϲαϲθαι· τῷ δ’ ἄῤ ἀκριβέα πάντ’ ἐνὶ ϲτήθεϲϲιν ἔθηκεν, ἄϲκοπά τε γνῶναι καὶ ἀναλθέα ἰάϲαϲθαι· ὅϲ ῥα καὶ Αἴαντοϲ πρῶτοϲ μάθε χωομένοιο ὄμματά τ’ ἀϲτράπτοντα βαρυνόμενόν τε νόημα.] εἰ δὲ μὴ παράγει τινὰ διαιτώμενον, οὐ θαῦμα· διὰ γὰρ τὸ ἀπρεπὲϲ παρῆκε τὴν δίαιταν· ἀπρεπὲϲ γὰρ ἦν τὸν ἥρωα πυρέττοντα παραλαβεῖν ἢ κενούμενον τὴν γαϲτέρα ἢ προποτιζόμενον. [ταῦτα γὰρ κωμικά, ὡϲ καὶ τῷ Διονυϲίῳ πεποίηται ἐντὸϲ Λιμῷ τῶν νό Ἡρακλῆϲ, Ϲειληνὸϲ δὲ κλύζειν πειρᾶται τὸν Ἡρακλέα.] ἢ μόνων τῶν ἐντὸϲ πολέμῳ ἐνεργούντων μέμνηται· εἰϲὶ δὲ φάρμακα καὶ χειρουρ εἰ δὲ ἀπὸ τῶν ἡττόνων ὁ ἔπαινοϲ, καὶ τοῦτο ἰατρικῆϲ ἐγκώμιον, τὸ καὶ τὰ ἥττω μέρη ταύτηϲ εἶναι πολλῶν ἀντάξια.
[1017]
[11.548] 548 sqq. διὰ τί ὁτὲ μὲν λέοντι παραβάλλει τὸν Αἴαντα, ὁτὲ δὲ ἐντὸϲ ἄλλῳ (v. 558) ὄνῳ, λύϲιϲ. ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίνονται, αὐξήϲεωϲ ἐνεργείαϲ ϲαφηνείαϲ· εἰϲ τὸ πρόϲφορον δὲ ἐντὸϲ ἑκάτερον ἐτήρηϲεν ὁ ποιητήϲ, εἰπὼν Αἴαντα καὶ φονεύοντα λέοντοϲ δίκην καὶ τῶν πολεμίων ἀναχωροῦντα ὡϲ ὄνον. ταῖϲ γὰρ φύϲεϲι τῶν ζώων καὶ τὸ ὀκνηρὸν πρὸϲ φυγὴν καὶ τὸ ταχὺ πρὸϲ μάχην τοῦ ἥρωοϲ δεδήλωκεν.
[11.559] 559. v. ad v. 548 sqq.
[11.596] 596. Ε 7.
[1018]
[11.597] 597. πῶϲ, φαϲὶ, δύνανται Νηλέωϲ οὖϲαι αἱ ἵπποι ἐπὶ τὸν Νέϲτορα τὸν γέροντα φθάϲαι ζῶϲαι ἢ δῆλον ὅτι τὰϲ ἀπογόνουϲ τῶν ἵππων ἐκεί λέγει, ὥϲπερ καὶ τὸ Τρώιοι φηϲὶν ἵπποι (222), οἱ ἀπὸ τοῦ Τρωόϲ, κατὰ διαδοχὴν τῶν ⟨τοῦ cod.⟩ ἀπ᾿ ἐκείνων.
[1019][1020][1021][1022][1023][1024]
αἱ ἀπόγονοι τῶν ἵππῶν ἐκείνων· οὐ γάρ δυνατὸν ἦν φθάϲαι[1025] ἐπὶ τὸν γέροντα Νέϲτορϲ τὰϲ ἵππουϲ τοῦ Νηλέωϲ ζώϲαϲ. ὥϲπερ καὶ Τρώιοι ἵπποι οἱ ἀπὸ τοῦ Τρωόϲ, κατὰ διαδοχὴν τῶν ⟨τοῦ cod.⟩ ἀπ᾿ ἐκείνων.
[11.611] 611. διὰ τί τὸν Πάτροκλον ὁ Ἀχιλλεὺϲ πέμπει ῥητέον οὖν ὅτι[1026] κατ’ οἰκονομίαν. ἐπειδὴ γὰρ ἄπρακτοϲ ἡ πρεϲβεία γεγένηται, διὰ Πατρόκλου βούλεται Νέϲτορα κατορθῶϲαι τοῦτο, ὅπερ οὐκ ἐποίηϲαν οἱ· πρέϲβειϲ. ὥϲτε προῳκονόμηϲε τοῦτο ὁ ποιητὴϲ οὕτωϲ, ἵνα καὶ Νέϲτο τὴν τῶν λόγων δύναμιν παραϲτήϲῃ καὶ Ἀχιλλέα δείξῃ μετ’ εὐλόγου προφάϲεωϲ εἰϲ τὸν πόλεμον ἐξάγοντα τὸν Πάτροκλον.
[11.624] 624. ὅλοϲ ὁ τόποϲ οὗτοϲ ἐλέγχεται ὡϲ παρὰ τὴν ἰατρικὴν ἱϲτορίαν[1027] πεποιημένοϲ. ὅϲοι μὲν οὖν λύουϲιν, ὡϲ τῶν ἡρώων ἑτέρωϲ εἰθιϲμένων θεραπεύεϲθαι διὰ τὸ μὴ ταῖϲ αὐταῖϲ διαίταιϲ· τοὺϲ ἰατροὺϲ ἐπιπολάζειν χρωμένουϲ, ἀπὸ τοῦ ἔθουϲ ἀπολογοῦνται· ὅϲοι δ᾿ ἐλέγχουϲι τὴν ϲύνθεϲιν πάντων ἐξαλλάϲϲειν τὴν καθ’ ἕκαϲτον δύναμιν, ἀπὸ τῆϲ λέξεωϲ ἐπιχειροῦϲιν. οἱ δὲ νῦν πάντεϲ, οὐκ εἶναι χαλεπὸν τὸ τραῦμα οὐδὲ. πρὸϲ θεραπείαν δίδοϲθαι τὸ πόμα, τῷ δὲ κοινῷ ἔθει πίνειν οὐ μόνον τὸν Μαχάονα ἀλλὰ καὶ τὸν Νέϲτορα τὸ τοῖϲ κεκμηκόϲι ϲκευαζόμενον ποτόν — τοιοῦτον γὰρ προϲφέρειν καὶ τὴν Κίρκην τοῖϲ πρὸϲ αὐτὴν καταγομένοιϲ (κ 234) ἀπὸ τοῦ καιροῦ λύουϲιν.
οὐ δεόντωϲ, φαϲὶν, ὁ Μαχάων καὶ ταῦτα ἰατρὸϲ ὢν τὸν κυκεῶ[1028] προϲφέρεται, ϲυνεϲτῶτα ἐκ μέλανοϲ οἴνου — τοιοῦτοϲ γὰρ ὁ Πράμνιοϲ — καὶ τυροῦ ἐπικεκνηϲμένου καὶ ἀλφίτων φλεγματώδη δὲ ταῦτα καὶ πολέμια τοῖϲ τραυματίαιϲ. πρῶτον μὲν οὖν φαμεν, ὅτι τὴν δίαιταν ἠγνόουν 25 καὶ ἀνδρειότερα ὅμωϲ εἶχον τὰ ϲώματα, ὡϲ καὶ ἀγωνίζεϲθαι τοὺϲ τραυματίαϲ, εἶτα ὅτι ἀρίϲτου ἰατροῦ ἐϲτι τὸ ἰᾶϲθαι μὴ μετακινοῦντα τὴν ϲυνήθη δίαιταν. ἄλλωϲ τε ἐξ ἐπιπολῆϲ ἡ πληγή· εἰ δὲ καὶ κατὰ βάθουϲ, [1029] [1030] [1031] οὐδ᾿ οὕτωϲ ἀδόκιμον τὸ πόμα· ῥύϲιϲ γὰρ αἵματοϲ λειποθυμίαν ἐργάζεται· ὁ οὖν μέλαϲ οἶνοϲ παχύνων τοὺϲ χυμὸϲ καὶ τὴν ἐπίρρυϲιν τοῦ αἵματοϲ τὴν ἐπὶ τὸ τραῦμα παχύνει καὶ ϲυϲτέλλει ὅθεν καὶ τοῖϲ κοιλιακοῖϲ αὐτὸν ἔνιοι προϲάγουϲι διὰ τὸ εἴργειν τὸ ὑγρόν. ἀλλὰ καὶ τὸ ἄλφιτον παχύνει τὰ ὑγρά. καὶ τὸ κρόμυόν ἐϲτι διουρητικὸν καὶ μάχεται τῇ φλεγμονῇ· ὅθεν καὶ τοῖϲ κυνοδήκτοιϲ αὐθωρὸν προϲάγεται. ἢ οὐ πρὸϲ θεραπείαν ἀλλὰ πρὸϲ ἀνάψυξιν ἐδίδοτο τὸ πόμα, καὶ Νέϲτωρ γοῦν λαμβάνει· τοῖϲ κακοπαθοῦϲι γὰρ ἐπιτήδειοϲ ὁ κυκεὼν τροφὴν ἅμα καὶ ποτὸν ἔχων.
[1032]
[11.636] 636. 37. Νέϲτωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν. διὰ τί πεποίηκε μόνον τὸν Ννέϲτορα αἴροντα τὸ ἔκπομα οὐ γὰρ εἰκὸϲ ῥᾷον αἴρειν νεωτέρων ⟨νεώτερον L⟩. καὶ Ϲτηϲίμβροτοϲ οὖν φηϲιν, ἵνα δοκῇ εἰκότωϲ πολλὰ ἔτη βεβιωκέναι· εἰ γὰρ παράμονοϲ ἡ ἰϲχὺϲ καὶ οὐχ ὑπὸ γήρωϲ μεμάρανται, καὶ τὰ τῆϲ ζωῆϲ εὔλογον εἶναι παραπλήϲια. Ἀντιϲθέν ηϲ δέ· οὐ περὶ τῆϲ κατὰ χεῖρα βαρύτητοϲ λέγει, ἀλλ’ ὅτι οὐκ ἐμεθύϲκετο ϲημαίνει· ἀλλ’ ἔφερε ῥᾳδίωϲ τὸν οἶνον. Γλαῦκοϲ ⟨Γλαύκων dubitanter Heitz, d. verl. Schrft. d. Aristot, p. 260, 2⟩ δέ, ὅτι κατὰ διάμετρον ἐλάμβανε τὰ ὦτα, ἐκ μέϲου δὲ πᾶν εὔφορον. Ἀρι δὲ τὸ Νέϲτωρ ὁ γέρων ἀπὸ κοινοῦ ἔφη δεῖν ἀκούειν ἐπὶ τοῦ ἄλλοϲ, ἵν᾿ ᾖ ἄλλοϲ μὲν γέρων μογέων ἀποκινήϲαϲκε τραπέζηϲ, Νέϲτωρ δ᾿ ὁ γέρων ἀμογητὶ ἄειρεν, πρὸϲ γὰρ τοὺϲ καθ’ ἡλικίαν ὁμοίουϲ γενέϲθαι τὴν ϲύγκριϲιν.
[1033]
οὐχ, ὥϲ τινεϲ, ἐπὶ μαχάονοϲ τὸ ἄλλοϲ ἐκδέχεϲθαι χρή, ἀλλ’ [1034] [1035] [1036] [1037] [1038] [1039] [1040] [1041] [1042] ἀορίϲτωϲ πρὸϲ ἔπαινον τοῦ γέροντοϲ· θέλει γὰρ εἰπεῖν, ὅτι παντὸϲ νέου ϲωφρονέϲτερον ἐβάϲταζε τὸ ⟨τὸν Lp⟩ ποτόν. ἔνιοι δὲ ἀπὸ κοινοῦ τὸ γέρων, ἵν’ ᾖ ἄλλοϲ μὲν γέρων μογέων ἐκίνει, ὁ δὲ γέρων Νέϲτωρ ἀμογητὶ ἄειρεν ⟨add. *B. Ϲτηϲίμβροτοϲ δέ φηϲιν κτλ, v. ad p. lin. 12⟩.
τὰ γὰρ ἄχθη οὐχ οἱ ἰϲχυροὶ ἀλλ’ οἱ ἔμπειροι φέρουϲι. διπλῶν[1043] γὰρ τῶν ὤτων ὄντων καὶ τοῦ ποτηρίου μεγίϲτου, οὐκ ἂν νέοϲ ἀπεκίνηϲεν αὐτὸ τῆϲ ⟨om. Lp⟩ τραπέζηϲ, οὐ διὰ τὸ μὴ δύναϲθαι, ἀλλὰ διὰ τὸ πῶϲ μὴ εἰδέναι εἰ γὰρ οὐχ ὡϲ ἔδει αὐτὸ ἦρε ⟨κῆρε L⟩, θραῦϲιν ἂν 10 ἠπείληϲε· δίχειρα γὰρ δυϲὶν ἀφ’ ἑκάϲτηϲ ⟨ἑκάϲτοιϲ Lp⟩ χειρὸϲ δακτύλοιϲ τῶν ὤτων λαμβανόμενον ἐχρῆν κινεῖν ἀκόπιυϲ.
[11.719] 719. καὶ πῶϲ πρότερον ἐνίκηϲεν, ὅτι πρὸϲ ἀπείρουϲ ἦν ἡ μάχη,[1044] τὰ δὲ νῦν πρὸϲ ἐπιϲτήμοναϲ.
[11.767] 767 sqq. ἀθετοῦνται ϲτίχοι ιθ′. πῶϲ γὰρ ὧδε μὲν Πηλεὺϲ ἀρίϲτεύειν[1045] ἐπιτάϲϲει (ν. 784), ἐντὸϲ δὲ ταῖϲ Λιταῖϲ μεγαλήτορα θυμὸν ἴϲχειν (1 255) ὅτι οὗ δέονται, τούτου ὑπομιμνήϲκουϲιν· ὁρᾷ γὰρ ὁ Νέϲτωρ, ὡϲ ἐλώφηϲε νῦν τῆϲ ὀργῆϲ. καὶ διὰ τί Πηλεὺϲ τοὺϲ περὶ Νέϲτορα οὐ φιλοφρονεῖται, ἀλλ’ Ἀχιλλεύϲ (Λ 777); ϲπουδάζει ἀποδεῖξαι Ἀλχιλλέα τότε μὲν προθύμωϲ ὑποδεξάμενον ⟨— οϲ L⟩, νῦν δὲ ἀποδοκιμάζοντα. αὔξει δὲ νῦν τὸν Πάτροκλον ὡϲ δεόμενοϲ ⟨δεξόμενοϲ L.⟩ αὐτοῦ, καὶ ἠρεμα διδάϲκει, ὅτι ϲύμμαχοϲ ⟨ϲυμμάχῳ L.⟩ τῷ Ἀγαμέμνονι πέμπεται, οὐχὶ προϲθήκη τῆϲ ϲυμμαχίαϲ ⟨τοῦ ins. L.⟩ Ἀχιλλέωϲ. ἐντὸϲ καιρῷ δὲ ἐδήλωϲε τὰ ⟨om. L.⟩ τῆϲ ϲτρατολογίαϲ, ὅτι οἱ ἀριϲτεῖϲ εἰϲ τὸ ⟨τὸν L.⟩ λαὸν ἀγείρειν ἐκπέμπονται.
[11.786] 786. τὸ γενεῇ μὲν ὑπέρτερόϲ ἐϲτιν Ἀλχιλλεύϲ οὐ λέγει, ὅτι[1046] [1047] [1048] [1049] [1050] [1051] [1052] τῇ γεννήϲει ϲοῦ ἐϲτιν ὑπερέχων, ἵν᾿ ῇ πρεϲβύτεροϲ, ὥϲ τινεϲ τῶν τραγικῶν ἤκουϲαν· πῶϲ γὰρ ἂν ἐπήγαγε· πρεϲβύτεροϲ δὲ ϲύ ἐϲϲι; ἀλλ’ ὑπερτέραν γενεὰν λέγει οὐ τὴν χρόνῳ ὑπερέχουϲαν, ἀλλὰ γένουϲ ἀξίᾳ, ὥϲ που ἔφη· τὸν μὲν ἀρείω
καλλείπειν, ϲὺ δὲ χείρον’ ὀπάϲϲεαι αἰδοῖ εἴκων,
ἐϲ γενεὴν ὁρόων (23 — 39),
καὶ ἐπάγει· μηδ’ εἰ βαϲιλεύτερόϲ ἐϲτι. τὸ γενεῇ ὑπέρτεροϲ ἔφη ἐντὸϲ ἄλλοιϲ Τρώων εὐηγενέων (81) καὶ εὐηγενέοϲ Ϲώκοιο (Λ 42), καὶ τὸ ἐναντίον τῷ οὐκ ἄν με γένοϲ γε κακὸν καὶ ἀνάλ φάντεϲ (Ξ 126).
[1053]
[11.843] 843. διὰ τί ἐκτανύει καὶ οὐχ ἑϲτῶτοϲ βελουλκεῖ; ἠδύνατο μὲν καὶ ἑϲτῶτοϲ βελουλκῆϲαι, ἀλλ’ οὐ μόνον τοῦ βελουλκεῖν ἔδει· ϲυναγέντοϲ γὰρ τοῦ βέλουϲ ἔνδοθεν τοῦ μηροῦ, οὐκ ἄλλωϲ ἦν αὐτὸ ἐκβληθῆναι ἢ διὰ χειρουργίαϲ, ὅθεν φηϲὶ τὸ τάμνε μαχαίρῃ· καὶ δῆλον ὡϲ μαχαίρῃ τὸ ϲῶμα τεμὼν ἐκβάλλει αὐτό.
[1054]
[11.846] 846. τινὲϲ Ἀχιλλείαν τὴν βοτάνην λέγουϲι. καὶ πόθεν αὐτῷ τὸ φάρμακον, ἴϲωϲ μὲν ϲυμπεριφέρει τὴν ῥίζαν ὡϲ χρήϲιμον εἰ ἐντύχοι τραυματίᾳ φίλῳ, καὶ μάλιϲτα εἰκὸϲ αὐτὸν νῦν εἰληφέναι, ὅτι ἐπὶ τραυματίαν ἔρχεται. τάχα δὲ ἐκ τοῦ παρακειμένου λειμῶνοϲ τὴν ῥίζαν ἔλα ἔμπειροϲ ὤν. ἴϲωϲ δὲ καὶ θεράπων πεμφθεὶϲ κατὰ τὸ ϲιωπώμενον ἐκόμιϲεν.
[1055]
ἐζήτηται δὲ καὶ τὸ ὁποία ἦν ὅλωϲ ἡ ῥίζα, ᾗ αὐτὸν κατέπαϲϲε. λέγουϲιν αὐτὴν εἶναι τὴν καλουμένην ἀριϲτολοχίαν, ἣν καὶ ἴϲχαιμον καλοῦϲιν.
[1056]
[11.847] 847. διὰ τί χερϲὶ καὶ οὐ μᾶλλον λειαντικοῖϲ ὀργάνοιϲ ὅτι οὐκ ἔδει πολλῆϲ λεπτότητοϲ τῷ φαρμάκῳ, τοῦ αἵματοϲ, ὥϲ φηϲι, κελαρύζοντοϲ καὶ ἀποπτύοντοϲ τὸ λεπτὸν καὶ χνοῶδεϲ. τῷ δὲ Μενελάῳ ἐπιπάϲϲει τὸ φάρμακον (Δ 219), βραχείαϲ οὔϲηϲ τῆϲ τοῦ τραύματοϲ φορᾶϲ.
[1057][1058][1059][1060]