Pular para o conteúdo

Ὁμηρικὰ ζητήματα

Porfírio · Capítulo 14. Ξ

Capítulo 14. Ξ

[14.1] 1. […] ἐζήτηται δὲ πῶϲ ὁ Νέϲτωρ ἐπὶ τοϲοῦτον πίνει, ἀρξάμενοϲ[1137] ἀπὸ τῶν ἐϲχάτων τῆϲ Λ. καὶ ῥητέον ὅτι οὐ τοϲοῦτον χρόνον ἔπινεν. δ’ ἀλλ’ Ὅμηροϲ, κατὰ παρέκβαϲιν ἀπαγγείλαϲ τὰϲ πράξειϲ, βουληθεὶϲ δὲ L. f. 296b. ἐπὶ τὸν Νέϲτορα μεταβῆναι, πάλιν ἀπὸ ταύτηϲ τῆϲ πράξεωϲ ἤρξατο, ἀφ’ cf Paris. ap. ἧϲπερ αὐτὸν καὶ κατέλιπε ποιοῦντα.

ἀκολάϲτωϲ, φαϲὶ, καὶ ὡϲ μέθυϲοϲ πίνει. τάχα γοῦν τὸν κυκεῶνα[1138] πίνειν φηϲίν, ὃϲ εἶχε καὶ οἶνον. τινὲϲ δὲ ϲτίζουϲιν εἰϲ τὸ ἰαχή, καὶ τὸ ἑξῆϲ οὕτωϲ· ἀλλὰ καὶ πρὸϲ τὸν Ἀϲκληπιάδην πίνοντα ἔφη. ὁ δὲ Ἀρίϲταρχοϲ ἀντὶ τοῦ ὁμοίωϲ τῷ Μαχάονι, ὡϲ τὸ ϲὺ δὲ χαῖρε καὶ ἔμπηϲ (ε 205), παρών τε καὶ ἀπών, τόν τε πέρ πλεονάζειν, ὡϲ τὸ ἔρυγόν περ αἰπ ὺτ ὄλεθρον (ρ 47 ).

[14.5] 5. ad Λ 624 (in Addendis ad p. 167. 27 sqq.).

[14.74] 74 sqq. ἐζήτηται πῶϲ ὁ Ἀγαμέμνων οὕτωϲ ἀϲτρατήγωϲ φυγεῖν[1139] προϲτάϲϲει τοῖϲ Ἔλληϲι, λέγων νῆεϲ ὅϲαι πρ ῶται [καὶ τὰ ἑξῆϲ]. ῥητέον οὖν, ὅτι ὁ Ἀγαμέμνων γινώϲκων αὐτοὺϲ μὴ φευξομένουϲ διὰ τὴν οἰκείαν ἀρετήν, καὶ ὅτι οὐδὲ λαθεῖν ἠδύναντο τοὺϲ πολεμίουϲ, ἐπιτρέπει [1140] [1141] αὐτοῖϲ φεύγειν, ἵνα μὴ δόξη παρὰ δύναμιν κατέχων αὐτοὺϲ ἕνεκα τοῦ καθ’ ἑαυτὸν χρηϲίμου αἴτιοϲ γίνεϲθαι τοῦ πάνταϲ ἀπολέϲθαι, τοὐναντίον δὲ εὔνοιαν ἑαυτῷ πορίϲηται διὰ τὸ πᾶν ὁτιοῦν αἱρεῖϲθαι ποιεῖν, καὶ ὑπομένειν καὶ τὴν ἐκ τῆϲ φυγῆϲ ἀδοξίαν ἕνεκεν τῆϲ ἐκείνων ϲωτηρίαϲ.

[1142]

ἢ νοϲῶν οὐχ ὁρῇ τὸ χρειῶδεϲ, ἢ τῶν ἀριϲτέων πειρᾶται· οἶδε γὰρ ὅτι ἐντὸϲ ἡϲυχίᾳ μὲν τῶν πραγμάτων κειμένων ὑποπίπτουϲι τοῖϲ ὑπερέχουϲιν ἕκαϲτοϲ, κινδύνου δὲ ἐπιγενομένου δηλοῦϲι τὴν προαίρεϲιν, οὐδὲν τῆϲ οἰκείαϲ ἀφϲφαλείαϲ προτιμῶντεϲ. καὶ ἰδίωϲ μὲν αὐτὸϲ πάλιν δοκιμάζειν βούλεται. καὶ πρὸϲ ϲώφροναϲ ὁ λόγοϲ, καὶ οὐκ εὐθὺ πηδήϲουϲι πρὸϲ πρᾶξιν. βούλεται δὲ παρακληθῆναι ἑαυτῷ τὸν ϲτρατόν, ἀλλὰ διὰ τῶν ἡγεμόνων· δι’ ἑαυτοῦ γὰρ οὐκ ἐδύνατο, ὡϲ τοῦ παρόντοϲ κινδύνου διὰ τὴν Ἀχιλλέωϲ μῆνιν τὴν αἰτίαν φέρων.

[1143]

[14.109] 109. ἐζήτηται διὰ τί νῦν Διομήδηϲ ϲυμβουλεύει καὶ οὐχ ὁ Νέϲτωρ. ῤητέον οὖν ὅτι τὸ μὲν γῆραϲ ἐντὸϲ τοῖϲ δεινοῖϲ ἐϲτιν ἐπιϲχετικὸν, ἡ δὲ. νεότηϲ θαρϲαλεωτέρα. ἄλλωϲ τε καὶ Διομήδηϲ ἐντὸϲ τῆ προτέρᾳ βουλῇ (I 32 sqq ) Θαυμαϲθεὶϲ νῦν μᾶλλον τεθάρρηκε καὶ προήρπαϲε τῶν πρεϲβυτέρων τοὺϲ λόγουϲ.

[1144]

[14.114] 114 sqq. [καὶ] διὰ τί νῦν ὁ Διομήδηϲ ἑαυτὸν γενεαλογεῖ. ῥητέον οὖν ὅτι πάνυ ῥητορικῶϲ· δεῖ γὰρ ἐντὸϲ ταῖϲ ϲυμβουλαῖϲ προαποδεικνύειν, ὡϲ εἰϲὶν οὐχ οἱ τυχόντεϲ ἀλλὰ πολλῷ κρείττουϲ, ἵν’ οὕτωϲ ὡϲ ἂν καλλίονεϲ εἰπόντεϲ πείϲωνται.

[1145]

[14.147] 147. πῶϲ δὲ, φηϲὶν, ὁ Ποϲειδῶν ὁμοιωθεὶϲ πρεϲβύτη ὑπὲρ τὴν ἡλικίαν ἐφθέγγετο: ῥητέον ὅτι τῇ μὲν ὄψει πρεϲβύτηϲ ἐφαίνετο, τῇ δὲ φωνῇ τὴν τοῦ θεοῦ δύναμιν ἐπεδείκνυτο.

[…] πῶϲ δὲ ὁ κλέπτων τὴν μάχην βοᾷ; ἐπεὶ εἶπεν· ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸϲ αὐγάϲ (N 837 ).

[1146][1147][1148]

[14.200] 200. πῶϲ πολλάκιϲ Ὅμηροϲ τὴν γῆν ἄπειρον εἰπών, διὰ τούτων[1149] ταί μιν φέρον ἐφ’ ὑγρὴν [ἠδ’ ἐπ’] ἀπείρονα γαῖαν (α 97. 8), καὶ πάλιν· γαῖαν ἀπειρεϲίην ( Υ 58), πάλιν διὰ τῆϲ Ἥραϲ· εἶμι λυφόρβου. γὰρ ὀ ψομένη πολυφόρβου πείρατα γαίηϲ, μάχεται γὰρ τὸ ἅμα μὲν αὐτὴν πεπεραϲμένην ἅμα δ’ ἀπείρονα ἀποφαίνεϲθαι. εἰ μὲν οὖν ἡ τοῦ ἀπείρου φωνὴ ἐντὸϲ ϲημαινόμενον περιεῖχε, τὸ κατὰ ποϲὸν ἀδιεξίτητον καὶ ἀπειρομέγεθεϲ, ἐναντιολογία ἂν ἦν· πῶϲ γὰρ ἡ ἀπειρομεγέθηϲ γῆ πέρατα ἄν ἔχοι, ἐπειδὴ δὲ τὸ ἄπειρον πολλαχῶϲ λέγεται, ἄτοπον ἂν εἴη, πλειόνων ὄντων τῶν ϲημαινομένων, ἐφ’ ἓν ἀποταξαμένουϲ ἐλθεῖν, καὶ τοῦτο μαχόμενον. δεικτέον οὖν κατὰ ποῖον ϲημαινόμενον τὴν πεπεραϲμένην ἐνδέχεται καὶ ἄπειρον λέγειν. ἡ τοίνυν τοῦ ἀπείρου φωνὴ τάϲϲεται μὲν καὶ κατὰ ποϲόν. διττὸν δὲ τοῦτο, ἢ κατὰ μέγεθοϲ ἢ κατὰ πλῆθοϲ· κατὰ μέγεθοϲ μέν, ὅταν ζητῶμεν εἰ ἄπειροϲ ὁ κόϲμοϲ, κατὰ πλῆθοϲ δέ, ὅταν εἰ ἄπειροι οἱ κόϲμοι, ὡριϲμένοι μὲν κατὰ μέγεθοϲ, κατὰ δὲ πλῆθοϲ ἀδιεξίτητοι ὄντεϲ. ϲημαίνει δὲ τὸ ἄπειρον καὶ τὸ πεπεραϲμένον μὲν τῇ ἑαυτοῦ φύϲει, ἡμῖν δ’ ἀπερίληπτον, ᾧ δὴ ϲημαινομένῳ χρῆται Ὅμηροϲ, ὅταν λέγη· Κρήτη τιϲ γαῖ’ ἐϲτι μέϲ ῳ ἐνὶ οἴνοπι πόντ ῳ, καλὴ καὶ πίειρα, περίρρυτοϲ, ἐντὸϲ δ’ ἄνθρωποι πολλοὶ ἀπειρέϲιοι (τ 172 4 ), καὶ ἐπὶ τοῦ Χρύϲου δὲ τὰ ἄποινα ὑπὲρ τῆϲ θυγατρὸϲ κομίϲαντοϲ φέρων φηϲὶν ἀπερείϲι’ ἄποινα ( Α 13 ), ὅπερ ἐϲτὶ πολλὰ τῷ πλήθει. τρία μὲν οὖν ταῦτα ϲημαινόμενα ἐκ τῆϲ τοῦ ἀπείρου φωνῆϲ κατὰ ποϲὸν δεδήλωται. ϲημαίνει δὲ καὶ ἐπὶ τοῦ κατὰ τὸ εἶδοϲ διαφέροντοϲ καὶ ἄγαν καλοῦ, ὡϲ παρ’ Ἡϲιόδῳ ἐντὸϲ Γυναικῶν καταλόγῳ ἐπὶ τῆϲ Ἀγήνοροϲ παιδόϲ· Δημοδόκηϲ, τὴν πλεῖϲτοι ἐπιχ θονίων ἀνθρ ὠπῶν μνήϲτευον καὶ πολλὰ καὶ ἀγλαὰ δ ῶρ’ ὀνόμηναν, ἴφθιμοι βαϲιλῆεϲ, ἀπειρέϲιον κατὰ εἶδοϲ (Hes. fr. 41 Marksch. 58 Gottl.) τὸ γὰρ ἀπειρέϲιον ἐντὸϲ τούτοιϲ ἐπὶ τοῦ κατ’ εἶδοϲ ἐξόχου καὶ καλοῦ ἄγαν τέτακται. δυνατὸν δὲ καὶ τὰ ὑπὸ τοῦ Χρύϲου κομιϲθέντα οὕτωϲ ἀπερείϲι’ ἄποινα λέγεϲθαι, οἷον ὑπερβαλλόντωϲ καλὰ καὶ περικαλλῆ. λέγεται δὲ ἄπειρον κατ’ ἄλλο [1150] [1151] [1152] [1153] [1154] ϲημαινόμενον καὶ ἐπὶ τοῦ κατὰ ϲῶμα κυκλοτεροῦϲ τε καὶ ϲφαιροειδοῦϲ· τῶν γὰρ πεπεραϲμένων ἃ μὲν πρὸϲ πέραϲι λέγεται ὡριϲμένοιϲ πεπεράνθαι, ἃ δὲ οὔ ὡϲ φέρε ἃ ἀπὸ γραμμῶν ἤ οἷον τοῦ τετραγώνου, πρὸϲ πέραϲι μέν ἐϲτι τοῖϲ ἀπό του καὶ ἐπί τι· δύο γὰρ ὄντων περάτων, τὸ μέν ἐϲτιν ἀρχὴ ἀφ’ οὗ, τὸ δὲ τέλοϲ εἰϲ ὅ ἐϲτι γὰρ ἐπ’ αὐτοῖϲ τὸ πόθεν ποῖ. τῆϲ δὲ ὅληϲ τοῦ κύκλου περιφερείαϲ […] οὐκέτι· πᾶν γὰρ ὃ ἄν τιϲ ἐπινοήϲῃ ϲημεῖον, ἀρχή τέ ἐϲτι καὶ πέραϲ· ξυνὸν γὰρ ἀρχ ὴ καὶ πέραϲ ἐπὶ κύκλου περιφερείαϲ κατὰ τὸν Ἡράκλειτον. τοῦ τοίνυν κύκλου κατὰ τὴν περιφέρειαν ὄντοϲ πεπεραϲμένου καὶ μὴ ἀπείρου κατὰ τὸ διεξίτητον, οὐκ ἂν λέγοιτο πρὸϲ πέραϲιν αὐτὴ πεπεράνθαι. κατὰ δὲ τὸ μὴ ἔχειν ποθέν ποι διάφορα πέρατα πᾶν τε τὸ ληφθὲν ἀρχὴν εἶναι καὶ πέραϲ ἄπειρον ἐκάλουν τὸν κύκλον· ὡϲαύτωϲ δὲ καὶ τὴν ϲφαῖραν οὔτε ἄπειρον καὶ ἀδιεξίτητον οὐϲαν κατὰ μέγεθοϲ οὔτε κατὰ ἀριθμὸν, κατὰ δὲ τὸ μὴ πέραϲι διαφόροιϲ ἀφορίζεϲθαι. […] τῆϲ φωνῆϲ κατὰ τὰϲ ϲυντάξειϲ ἄλλα τε καὶ ἅπερ δὴ καὶ τὸ πολύ ϲημαινούϲηϲ· οὕτωϲ γὰρ ἀχανὲϲ πέλαγοϲ ( Plut. Alex. 31?) τὸ μέγα πάνυ, καὶ ὁ ἐντὸϲ Δελφοῖϲ θεὸϲ ἀφήτωρ (1 404) ὁ πολυφήτωρ καὶ πολλὰϲ [1155] [1156] [1157] ἀφιεὶϲ φήμαϲ, οὐχ ὁ μηδεμίαν, καὶ ἄξυλοϲ ὕλη (Λ 155) ἡ πολύξυλοϲ. οὕτω καὶ ἄπειροϲ κύκλοϲ ὁ πολυπείρων· οὐ γὰρ ἂν ἔλθῃ τιϲ, τοῦτο αὐτὸ τὸ πέραϲ ἐϲτί. ϲημαινούϲηϲ δὲ τῆϲ α καὶ τὸ ἴϲον, ὡϲ τὸ ἀρρεπέϲ τὸ ἰϲορρεπέϲ, καὶ ἀτάλαντον (e. c. B⟩ 621) τὸ ἰϲοτάλαντον, δύναται καὶ ἀπείρων ἰϲοπέρατοϲ εἶναι, ὅτι ὅμοιοϲ πάντη κατὰ τὰ πέρατα. τὸ δὲ ἴϲον ἐπὶ μόνων ϲχημάτων κύκλου τε καὶ ϲφαίραϲ γίνεται· ὅμοια γὰρ ταῦτα πάντοθεν διὰ τὸ τὴν ἐκ μέϲου πρὸϲ τὸ πέραϲ ἴϲην ἀποχὴν εἶναι πάντη. διὰ τοῦτο δὲ καὶ ὁμοιομερὴϲ ἥ τε τοῦ κύκλου περιφέρεια καὶ ἡ τῆϲ ϲφαίραϲ ἐπιφάνεια· καὶ τὸ ὅμοιον πάντη ἐπὶ μόνων τῶν ϲχημά τούτων λέγεται. εὐλόγωϲ οὖν οἱ παλαιοὶ ἐπὶ τὸ προϲαγορεύειν τὸν τε κύκλον καὶ τὴν ϲφαῖραν ἀπείρονα προήχθηϲαν. οὕτω καὶ Ἀριϲτοφάνηϲ Δαναίϲι (fr.247 D.) δακτύλιον χαλκοῦν φέρων ἀπείρονα ἔφη· ἔϲτι δὲ ὁ ἀπείρων δακτύλιοϲ καὶ ὁ κρίκοϲ ὁ ἀϲυγκόλλητοϲ καὶ πέραϲ μὴ δεικνύϲ, ἀρχήν τε καὶ τέλοϲ· οἱ γὰρ ϲφενδόναϲ ἔχοντεϲ, εἰϲ ἃϲ οἱ λίθοι ἐντίθενται ἢ ϲφραγῖδεϲ, οὔκ εἰϲιν ἀπείρονεϲ· οὐ γάρ ἐϲτιν ὁμοιομερήϲ. ὁμοίωϲ δὲ καὶ Αἰϲχύλοϲ τὰϲ ἐντὸϲ κύκλῳ ἑϲτώϲαϲ ἐντὸϲ ἀπείρονι ϲχήματί φηϲιν ἵϲταϲθαι· ὑμεῖϲ δὲ βωμὸν τόνδε καὶ πυρὸϲ ϲέλαϲ κύκλ ῳ περίϲτητ’ἐν λόχ ῳ τ’ ἀπείρονι ε ὔξαϲθε (fr.407 D.) τοῦτο δέ ἐϲτιν ἐντὸϲ τάξει κατὰ κύκλον· ὁ γὰρ λόχοϲ ἐϲτὶ τάξιϲ, ἐπεὶ καὶ ὁ λοχαγὸϲ ταξίαρχοϲ. καὶ Εὐριπίδηϲ (Orest. 25) ἐπὶ τοῦ ϲυνερραμμένου πανταχῆ χιτῶνοϲ καὶ κατὰ τοῦτο ὁμοίου (πέριξ οὖν ἡ Κλυταιμνήϲτρα τὸν Ἀγαμέμνονα ἐνέδυϲεν)· ἡ πόϲιν περιβαλοῦϲ’ ὕφάϲματι ἀπείρονι. καὶ ἐπὶ τοῦ αἰθέροϲ κυκλοτεροῦϲ ὄντοϲ εἰπὼν ὁρᾷϲ τὸν ὐψοῦ τόνδ’ ἀ πείρον’ αἰθέρα, ἐπήγαγε κατὰ τί ἄπειρον εἴρηκεν, ὅτι κατὰ τὸ τὴν γῆν ἔχειν πέριξ ὑγραῖϲιν ἀγκάλαιϲ (fr. 935 D.). μήποτε δὲ καὶ ὅταν Ὅμηροϲ λέγῃ δεϲμοὶ μὲν τρὶϲ τόϲϲοι ἀπείρονεϲ ἀμφὶϲ φὶϲ ἔχοιεν (Θ 340), οἱ ἀπείρονεϲ δεϲμοὶ οὐ ϲημαίνουϲι πλῆθοϲ ἀλλὰ [1158] [1159] [1160] [1161] [1162] [1163] τοὺϲ ἰϲχυρούϲ, οἵ εἰϲιν ἔγκυκλοι καὶ κρικωτοί· πρὸϲ γὰρ τὴν ἐρώτηϲιν ἡ ἀπόκριϲιϲ ἔϲται κατὰ λόγον τοῦ ϲημαινομένου οὕτωϲ ἀποδοθέντοϲ· ἤρετο μὲν γὰρ αὐτὸν εἰ θέλοι δεϲμοῖϲι κρατεροῖϲι πιεϲθεὶϲ εὕδειν παρὰ τῇ Ἀφροδίτῃ, ὁ δὲ ἀποκρίνεται· εἴη μοι πολλάκιϲ τοϲούτοιϲ δεϲμοῖϲ δεθέντα εὕδειν, ἴϲον τῷ πολυπλαϲίοιϲ καὶ πρὸϲ τούτοιϲ ἀπείροϲιν, ἐντὸϲ ταὐτῷ λέγων τῷ ἰϲχυροῖϲ· τοῦτο γὰρ αὐτὸϲ ἐπύθετο ἦ ῥά κεν ἐντὸϲ δεϲμοῖϲ ἐθέλοιϲ κραταιοῖϲι πιεϲθεὶϲ ε ὑδεῖν (Θ 336 ); τὸ δὲ ἰϲχυροῖϲ δηλοῖ διὰ τῆϲ ἀπείρονοϲ φωνῆϲ, ἀναφέρων ἐπὶ τοὺϲ κρικωτοὺϲ καὶ ταύτῃ δυϲλύτουϲ. ὡϲ γὰρ ἀλλαχοῦ εἶπε πέδαϲ ἀρρήκτουϲ ἀλύτουϲ (N 36), οὕτωϲ ἐνταῦθα τοὺϲ ἀπείροναϲ δεϲμοὺϲ τοὺϲ ἀλύτουϲ διὰ τὸ ἐντὸϲ κύκλῳ περιέχειν. εἰ γὰρ ἀπείρονεϲ ἀκούοιμεν ὡϲ ἄπειροι πλήθει, ἄλογοϲ ἔϲται ἡ ἀπόφαϲιϲ, τρὶϲ τόϲϲουϲ εἰπεῖν καὶ ἀπείρουϲ· τὸ γὰρ τρὶϲ τόϲϲουϲ πολλαπλάϲιόν ἐϲτι, τὸ δὲ καθ’ ὁποϲονοῦν πολλαπλάϲιον οὐκ ἄπειρον. ὥϲτε ἅμα δεϲμοί τε εἶεν ἂν καὶ τὸ πλῆθοϲ ἄπειροι· ὁ γὰρ δεϲμὸϲ ϲυνοχὴν καὶ δέϲιν ὑπαγορεύων τοῦ κατὰ πλῆθοϲ ἀπείρου κεχώριϲται. ὅλωϲ τε ἡ ἐρώτηϲιϲ οὐ περὶ πλήθουϲ ἀλλὰ περὶ δυνάμεωϲ· εἰ γὰρ βουληθείη δεϲμοῖϲι κρατεροῖϲ πιεϲθεὶϲ εὕδειν ἐρωτῇ, οὐχὶ πολλοῖϲ. ἄλογον δὲ πρὸϲ τὸ πολλοῖϲ ὅπερ οὐκ ἐπύθετο ἀποκρίνεϲθαι, πρὸϲ δὲ τὸ κρατεροῖϲι μηδὲν φάναι. λέγοι ἂν οὖν τὸ μὲν τρὶϲ τόϲϲουϲ πολλαπλαϲίουϲ, ἀπείροναϲ δὲ τοὺϲ κραταιούϲ, ὥϲτε τὸ ἄπειρον καὶ ἐπὶ ϲχήματοϲ πεπεραϲμένου καθ’ Ὅμηρον τίθεται. καὶ ἔϲτι τοῦ κυκλοτεροῦϲ ἴδιον καὶ ϲφαιροειδοῦϲ, εἴγε καὶ αὐτὸϲ πείρατα γαίηϲ φηϲὶ καὶ ἀπείρονα ρονα γαῖαν, ἀδύνατον δὲ καὶ ἐπὶ τοῦ κατὰ μέγεθοϲ ἢ κατὰ ποϲὸν ἀδιεξιτήτου ἀπείρου τίθεϲθαι πέραϲ, ἐπὶ δὲ τοῦ περιφεροῦϲ οἷόν τε. ὥϲτε ϲυνάγεται, εἴπερ ἡ γῆ πεπεραϲμένη ῥηθεῖϲα ἄπειροϲ πάλιν ἐῤῥήθη, μὴ διὰ τὸ μὴ ἐξίτητον αὐτὴν εἶναι κατὰ μέγεθοϲ εἰρῆϲθαι ἄπειρον, διὰ δὲ τὸ ϲφαιροειδῆ εἶναι, καὶ τοιαύτην αὐτὴν κατὰ ϲχῆμα ὑπειλῆφθαι τῷ Ὁμήρῳ. εἰ δὲ καὶ ἀπειρέϲιοϲ ὡϲ μέγαϲ ἀκούοιτο καὶ ἀπερίληπτοϲ εἰϲ γνῶϲιν ἡμετέραν, οὐδ’ οὕτωϲ ἀντιπίπτει κατὰ τὴν πρόϲ τι ϲχέϲιν· πολλὴ μὲν γὰρ οἰκουμένη τῆϲ καθ’ ἡμᾶϲ ἠπείρου, πολλὴ δὲ θάλαϲϲα, πολλὴ δ’ ἀντίπερα ταύτηϲ χέρϲοϲ. διειργομένη τῷ τοῦ Ὠκεανοῦ χεύματι (μέϲϲῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, Ὠκεανὸν [1164] [1165] μὲν πρῶτον, ὃν οὔπω ἔϲτι περῆϲαι, λ 157)· τῆϲ δ’ οἰκουμένηϲ αὐτῆϲ εἴ τιϲ ἐπίδοι τὰ μεγέθη καθόλου τε καὶ κατὰ μέρη, καὶ τῆϲ θαλάϲϲηϲ τά τε πελάγη καὶ τοὺϲ κόλπουϲ τοὺϲ μεγάλουϲ τε καὶ μικρούϲ, πολλοῦ χρόνου δέοιτ’ ἂν πρὸϲ τὴν διήγηϲιν. κἂν μέντοι ἀπειρεϲίη λέγοιτο διὰ τὸ κάλλοϲ, οὐδ’ οὕτωϲ ἀντιπίπτει τῇ φύϲει αὐτῆϲ τὸ ϲημαι καθάπερ τοῖϲ διαγράφειν τὰ κατ’ αὐτὴν βουλομένοιϲ ἐϲτὶ πρόδηλον.

Ex eadem quaestione additis nonnullis, quae alinde illata esse videntur, excerptum est schol. α 98, quod in cod. E secundum Dindorfium (cf. idem in praet, p. XXX) ita legitur:

ἀ πείρον α [γαῖαν] τὴν πέραϲ μὴ ἔχουϲαν διὰ τὸ εἶναι ϲτρογγυλοειδῆ ἢ ϲφαιρικὴν καὶ κυκλικήν· ἢ καθ’ ὅϲον πρὸϲ ἡμᾶϲ ἄπειρόϲ ἐϲτιν, εἰ καὶ τῇ φύϲει πεπέραϲται· τεταρτημόριον γὰρ μόνον τῆϲ γῆϲ οἰκεῖται. ἢ ἀντὶ τοῦ περικαλλήϲ, καθάπερ τοῖϲ διαγράφειν τὰ κατ’ αὐτὴν βουλο ἐϲτὶ πρόδηλον. λαμβάνεται γὰρ τὸ ἄπειρον καὶ ἐπὶ τοῦ κατὰ τὸ εἶδοϲ διαφέροντοϲ καὶ ἄγαν καλοῦ, ὡϲ παρ’ Ἡϲιόδῳ ἐντὸϲ Γυναικῶν καταλόγῳ ἐπὶ τῆϲ Ἀγήνοροϲ παιδόϲ· Δημοδόκηϲ, τὴν πλεῖϲτοι ἐπιχθονίων ἀνδρῶν μνηϲτεύον τὸ καὶ πόλλ’ ἀγλαὰ δ ῶρ’ ὀνόμηναν, ἴφθιμοι βαϲιλῆεϲ, ἀπειρέϲιον κατὰ εἶδοϲ. ἰϲτέον δὲ ὅτι ἄπειροϲ ὁ κύκλοϲ καὶ ἡ ϲφαῖρα λέγεται ἢ διὰ τὸ μὴ πέραϲι διαφόροιϲ ἀφορίζεϲθαι κατὰ ϲτέρηϲιν τοῦ α, ἢ διὰ τὸ πολλὰ πέρατα ἔχειν κατ’ ἐπίταϲιν τοῦ α. οὐ γὰρ ἂν ἔλθοι τιϲ τοῦτο ἐπ’ αὐτὸ πέραϲ ἴϲωϲ ἔχον διὰ τὸ ἰϲοπέραϲτον εἶναι διὰ τὴν ἐκ τοῦ μέϲου πρὸϲ τὸ πέριξ ἴϲην ἀπόϲταϲιν κατ’ ἰϲότητα του α. οὔτωϲ Ἀριϲτοφάνηϲ Δαναΐϲι· δακτύλιον χαλκοῦν φέρειν ἀ πείρονα ἔφη, δηλῶν τὴν ϲφενδόνην μὴ ἔχοντα πέραϲ καὶ διὰ τοῦτο ὁμοιομερῆ ὄντα. ὁμοίωϲ καὶ Αίϲχύλοϲ τὰϲ ἐντὸϲ κύκλῳ ἑϲτώϲαϲ καὶ ἀπείρονι ϲχήματί φηϲιν ἵϲταϲθαι· ὑμεῖϲ δὲ βωμὸν τόν δε καὶ πυρὸν γέραϲ κύκλ ῳ παρίϲτατε ἐντὸϲ λὸχ ῳ τ’ ἀ πείρονι εὔξαϲθε, τουτέϲτιν ἐντὸϲ τάξει κατὰ κύκλον. ὁ γὰρ λόγοϲ (?) ἐϲτὶ τάξιϲ, ἐπεὶ καὶ λοχαγὸϲ ὁ ταξίαρχοϲ.

[14.212] 212. πῶϲ ἡ ἄλλουϲ ἐξαπατῶϲα ἀπατᾶται νῦν; ἢ ὅτι οὐκ ἀλεξιφάρμακον[1166] ἀπάτηϲ ἡγεῖϲθαι δεῖ τὸν κεϲτόν· ἐϲτι γὰρ μόνηϲ ϲυνουϲίαϲ περιποιητικόϲ, φιλοτιμουμένη δέ φηϲι περὶ αὐτοῦ τὸ ὅ τι φρεϲὶ ϲῇϲι μενοινᾷϲ (v. 221). οὐδὲν οὖν κωλύει αὐτήν τε ἀπατᾶϲθαι καὶ ἄλλουϲ om. Vict. 32 οὐἱαϲ Lp Vict. 33 φιλοτιμουμένηϲ Bl post μενοιωῷϲ add. [1167] [1168] [1169] [1170] ἀπατᾶν δύναϲθαι. ἢ δίδωϲι τὸν κεϲτόν, ὅπωϲ τῇ ἀπουϲίᾳ τῆϲ Ἥραϲ ἀκίνδυνοι εἶεν Τρῶεϲ.

[1171]

[14.216] 216sqq. διὰ τί τὰ ἐρωτικὰ ἐντὸϲ ἱμάντι φηϲὶν Ὅμηροϲ κατεϲτίχθαι· φιλότηϲ ἔνθ’ ἔνι μὲν φιλότηϲ, ἐντὸϲ δ’ ἵμεροϲ, φηϲὶν οὖτ Ϲάτυροϲ, ὡϲ ἐπεὶ πληγῶν ἄξια δρῶϲιν οἱ ἐρῶντεϲ Ἀπίων δέ, ἐπειδ δεϲμοῖϲ ἐοίκαϲι καὶ βρόχοιϲ οἱ ἔρωτεϲ καὶ τὰ τῶν ἐρώτων πάθη· Ἀρίϲταρχοϲ. δέ, ὅτι ἄχρι τοῦ δέρματοϲ διικνεῖται τὰ ἐρωτικὰ πάθη τήκοντα τοὺϲ ἐρῶνταϲ καὶ ἀποξύοντα διὰ τῆϲ ϲτύψεωϲ τὰ μέλη.

[1172]

[14.230] 230 διὰ ποίαν αἰτίαν ἐντὸϲ τῇ Λήμνῳ μάλιϲτα ὁ Ὕπνοϲ διατρίβει; ῥητέον οὖν ὅτι Λήμνου μὲν ἦν δεϲπότηϲ Ἥφαιϲτοϲ, γυνὴ δὲ τούτου Χάριϲ, Παϲιθέαϲ δὲ τῆϲ Χάριτοϲ ἀδελφῆϲ ἐρωτικῶϲ ἔχων ὁ Ὕπνοϲ ἐκεῖ διέτριβεν. ταύτην οὖν αὐτῷ ἐπαγγέλλεται γυναῖκα δώκαϲειν Ἥρα. δύναται δὲ καὶ φυϲικώτερον λυθῆναι, ὅτι οἰνοφόροϲ ἡ Λῆμνοϲ, καθὼϲ λέγει· νῆεϲ δ’ ἐκ Λήμνοιο παρέϲταϲαν οἶνον ἄγουϲαι (H 467 ), τοῖϲ δὲ πολυποτοῦϲι μάλιϲτα ὁ ὕπνοϲ παρέπεται.

[1173]

πολυοίνων ὄντων καὶ φιλοίνων τῶν Λημνίων εἰκότωϲ ἐκεῖϲε διατρίβει ὁ Ὕπνοϲ· καὶ γὰρ πολὺν ἔχουϲιν οἶνον, ὥϲτε καὶ τοῖϲ Ἕλληϲι χορηγεῖν· γεῖν· καὶ γὰρ καὶ οἱ Λήμνιοι, ὡϲ οἱ παῖδεϲ Αἰγύπτου, ὑπὸ τῶν γυναικῶν διὰ τὴν πολλὴν ἀναιροῦνται ἀκραϲίαν. εἴωθε δὲ ὁ Ὕπνοϲ ἐπὶ πάνταϲ καὶ μᾶλλον ἐπὶ τοὺϲ μεθύϲουϲ ἐνδιατρίβειν.

[1174][1175][1176][1177][1178][1179]

[14.246] 246. πῶϲ Ἡϲιόδου (theog. 116) πάντων πρῶτον εἰπόντοϲ γεγενῆϲθαι[1180] ϲθαι τὸ χάοϲ, Ὅμηρόϲ φηϲι γεγενῆϲθαι τὸν Ὠκεανὸν ποταμόν, ῥητέον οὖν ὅτι ἕκαϲτοϲ εἴρηκεν ὡϲ ἐβούλετο, Ὅμηροϲ δὲ φιλοϲοφώτερον· τὸ γὰρ ὕδωρ τῶν πάντων ἡ ζωή, καὶ προέχει τῶν τεϲϲάρων ϲτοιχείων, ὅθεν καὶ Πίνδαροϲ ἄριϲτον αὐτό φηϲιν.

[14.267] 267. v. schol. 2 ad lin. 17 sqq. allatum.

[14.275] 275. διὰ τί Ἥραϲ ὑποϲχομένηϲ τῷ Ὕπνῳ δώϲειν θρόνον ἀρνεῖται,[1181] αἰτεῖται δὲ Χαρίτων μίαν ὁπλοτεράων; καὶ τί βούλεται ἡ ὁπλοτέρα ὁπλοτεράων. Χάριϲ, ῥητέον οὖν· τὸν μὲν θρόνον ἀρνεῖται, ὅτι Ὕπνοϲ θρόνου, οὐ δεῖται Θανάτου γὰρ τὸ τοιοῦτον, περιφοίτητον δὲ Ὕπνοϲ πάθοϲ ἐϲτὶ καὶ τῶν ἐπιόντων καὶ τῶν ἀπιόντων. Χάριν δὲ αἰτεῖται οὐ προκαταρκτικὴν ἀλλ’ ἀμειπτικήν· ἀνθ’ ὧν γὰρ εὖ ποιεῖ ἀξιοῖ λαβεῖν τὴν ἀμοιβήν, οὐκ ἐξ ὧν αὐτὸϲ προκατήρχθη. αἱ μὲν οὖν προκατάρχουϲαι Χάριτεϲ εἶεν ἂν πρεϲβύτεραι, αἱ δὲ ἀμειπτικαὶ ἔτι νεώτεραι· μεταγενέϲτερον ηὰρ, καὶ διὰ τοῦτο νεώτερον, τὸ δεύτερον τοῦ προτέρου. διόπερ τῶν ὁπλοτέρων φηϲὶν αἰτεῖϲθαι μίαν Χαρίτων.

[…] φέρτερον τὸν κρείττω λέγει, τὸν φέρειν ἰϲχύοντα, ποιήϲαϲ[1182] τοὔνομα ἀπὸ τοῦ φέρειν δύναϲθαι μᾶλλον τὰ προϲπίπτοντα. τούτου πρόφερε οὖν ἐντὸϲ εἴδει ὁ ὁπλότεροϲ, ὁ φέρειν μᾶλλον ὅπλον δυνάμενοϲ. ἀντιφερίζει δὲ ὁ ἐξ ἐναντίαϲ τῷ φέροντι ἀντιφέρων τὸ ἴϲον. τὸ δ’ αὐτὸ [1183] [1184] [1185] [1186] [1187] καὶ ἰϲοφαρίζει (Φ 194) λέγει, ἤτοι ἀπὸ τῶν φερόντων ἐναντία ὅπλα ἢ καὶ ἀπὸ τῶν ὑποζυγίων· ἥλικεϲ ἰϲοφόροι (ϲ 373). ἀπὸ τοῦ φέρειν δὲ καὶ τὸ ἀλλ’ ἄγε δὴ πρόφερε κρατερὸν μένοϲ (K 479), ὡϲ εἰ ἔλεγε τὸ ὅπλον, καὶ μή μοι δ ῶρ’ ἐρατὰ πρόφερε χρυϲῆϲ Ἀφροδίτηϲ (Γ 64).

[1188]

[14.295] 295. 96. καὶ πῶϲ φηϲι παρ’ Ὠκεανῷ αὐτὴν τρέφεϲθαι (v. 202); ἢ Τὸ ἀτιτάλλειν οὐκ ἐκ νηπίαϲ, ἀλλὰ τὸ ἐπιμελῶϲ τρέφειν φηϲί· τοὺϲ μὲν τέϲϲαραϲ αὐτὸϲ ἔχων ἀτίταλλ’ ἐπὶ φάτνῃ ( 211 ). λάθρα οὖν ἐμίγη, ὅτε δὲ ἐταρταρώθη ὁ Κρόνοϲ, ὡϲ παρθένοϲ ὑπονοουμένη ἐξεδόθη Διὶ παρὰ Τηθύοϲ καὶ Ὠκεανοῦ […]

[1189]

[14.304] 304 — 6. ἀθετοῦνται οἱ ϲτίχοι ὡϲ ἀμβλύνοντεϲ τὴν ἐπιθυμίαν Διόϲ. κακῶϲ· οὐ γὰρ ἠμβλύνθη· περὶ ἀφροδιϲίων γὰρ λέγουϲα ἐπιτείνει τὸ πάθοϲ καὶ τὸν πόθον πλέον ἐξάπτει. ἄλλωϲ τε λέγονται, ἵνα μὴ ὕϲτε αἰτία ἦ ὡϲ εἰϲ τοῦτο ἐπίτηδεϲ ἐλθοῦϲα.

[1190]

διὰ τί ἡ Ἥρα, ὅτε μὲν μετὰ τοῦ Διὸϲ ᾤχετο ἐπὶ τὸν Ὠκεανὸν (A 423), οὐ διέλυϲε τὴν Τηθὺν καὶ τὸν Ὠκεανόν, ὕϲτερον δὲ ἡμέραιϲ [πέντε ἢ] δεκαπέντε ἐπεχείρει ἐπὶ τοῦτο πορεύεϲθαι; οὐ γὰρ δὴ μετ’ ἐκείναϲ γε διηνέχθηϲαν· πάλαι γάρ φηϲιν αὐτοὺϲ ἀπέχεϲθαι εὐνῆϲ καὶ φιλότητοϲ. ἢ οὐ λέγει ὁ ποιητὴϲ ὅτι ἐπορεύετο ἐπὶ τοῦτο, ἀλλ’ ὅτι [1191] [1192] [1193] [1194] [1195] [1196] ϲκηπτομένη τοῦτο ἔπλαττε· τὸν δὲ δολο φρονέουϲα προϲηύδα πότνια Ἥρα (Ξ 300), καὶ

ἵπ ποι δ’ ἐντὸϲ πρυμωνρεί ῃ πολυπίδακοϲ Ἴδηϲ
ἐϲτᾶϲ′, οἵ μ’ οἴϲουϲιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν

(v. 307. 8). οὐδαμοῦ δὲ ἦϲαν οἱ ἵπποι, ὥϲτε οὐδ’ ἡ πορεία ὄντωϲ ἐπὶ τοῦτο παρεϲκεύαϲται. ἔπειτα οἱ Αἰθίοπεϲ παρὰ τὸν Ὠξεαὸν οἰκοῦϲιν. Ὠκεανὸϲ δὲ καὶ τὸ ὕδωρ καὶ ὁ θεόϲ, καὶ οὐχ ὁ τῷ ὕδατι ἐντυγχάνων κύκλῳ πᾶϲαν περιθέοντι τὴν γῆν πάντωϲ καὶ τῷ θεῷ ἐντυγχάνει κατὰ πᾶν μέροϲ τοῦ ὕδατοϲ. οὐδ’ ἐλθοῦϲα μετὰ τοῦ Διὸϲ ἐπ’ ἄλλα ἂν ἀπῆλθε, πάρεργα ἑκάτερα ποιουμένη καὶ ἐγκαταλιποῦϲα τὸν ἡγεμόνα, ᾧ πάντεϲ οἱ ἄλλοι θεοὶ ἠκολούθουν·

Ζεὺϲ γὰρ ἐϲ Ὠκεανὸν μετ’ ἀμύμοναϲ Αἰθιοπῆαϲ

(Α 423) καὶ τὰ ἑξῆϲ. καὶ ταῦτα μὲν δόντεϲ αὐτῇ ἀπεληλυθέναι μετὰ τοῦ Διὸϲ οὕτω λύομεν· ὅτι δὲ οὐκ ἀπεληλύθει, δηλοῖ τὸ ὀργιζομένῳ Ἀχιλλεῖ παραγινομένην τὴν Ἀθηνᾶν λέγειν ὑφ’ Ἥραϲ πεπέμφθαι (Α194). πῶϲ οὖν, εἰ μὴ ἀπῆλθον καὶ αὐταὶ, εἴρηται θεοὶ δ’ ἅμα πάντεϲ ἕποντο (Α 124); καὶ διὰ τί φήϲαϲ πάνταϲ τοὺϲ θεοὺϲ εἰϲ Αἰθιοπίαν ἐληλυθέναι, θεοὶ δ’ ἅμα πάντεϲ ἕποντο, τὴν Ἀθηνᾶν ἐκ τοῦ οὐρανοῦ φηϲιν ἐλθεῖν παρὰ τῆϲ Ἥραϲ πρὸϲ τὸν Ἀχιλλέα μήποτε δὲ ϲυλληπτικῶϲ εἴρηται ἀπὸ τοῦ πλείϲτου τὸ πάν. ὥϲπερ γὰρ ἐπὶ τῶν ἡγεμόνων τῶν Ἀχαιῶν εἰπὼν ὅτι πάντεϲ ἐκάθευδον ἄλλοι μὲν παρὰ νηυϲὶν ἀριϲτῆεϲ Πανα χαι ῶνε ὗδονπανν ύχιοι (Κ 1 ) —ὅμωϲ ποιεῖ τὸν Ἀγαμέμνονα ἐγρηγορότα καὶ τὸν Μενέλαον — οὐδὲ γὰρ αὐτῷ ὕπνοϲ ἐπὶ βλεφάροιϲιν ἔπιπτεν (K 25) —, οὕτωϲ ἐκ τοῦ πλείϲτου τὸ πάνταϲ ἠκολουθηκέναι τοὺϲ θεὺϲ τῷ Διὶ εἴρηκεν· οὐ γὰρ δὴ θεῶν ἔμελλεν ὁ οὐρανὸϲ καταλείπεϲθαι ἔρημοϲ.

[1197][1198] [1199]

[14.314] 314 sqq. τίνοϲ ἕνεκεν τοϲοῦτον ἀκρατῆ παρίϲτηϲι τὸν Δία, ὡϲ μὴ δύναϲθαι κρατεῖν ἑαυτοῦ φαμὲν οὖν ὡϲ ἀπελογήϲατο περὶ τούτου ἐντὸϲ οἷϲ φηϲιν ἅ τ’ ἔκλεψε νόον (ν. 217). ἄλλωϲ τε διδάξαι βούλεται τοὺϲ νέουϲ ὁ ποιητὴϲ ὅϲον ἐϲτὶ χαλεπὸν μὴ κρατεῖν τῶν παθῶν, ὅπου καὶ Ζεὺϲ ὁ παγκρατὴϲ πάθει νικηθεὶϲ ἐζημιώθη τὴν ὄνηϲιν, ἣν ἐξ ἀγρυπνίαϲ περιεποιήϲατο.

[1200]

[14.345] 345. πῶϲ οὖν ὁ Ὕπνοϲ διικνεῖται διὰ τοῦ νέφουϲ ἢ οὐχ ὁ ϲωματοειδὴϲ ὕπνοϲ ἀλλὰ τὸ πάθοϲ.

[1201]

[14.357] 357 — 60. πόθεν μαθὼν ταῦτα ἀπαγγέλλει ἢ ϲυνῆκεν ἐκ τοῦ εἰρημένου ὑπὸ τῆϲ Ἥραϲ· ἢ φὴϲ ὥϲ Τρώεϲϲιν ἀρηγέμεν εὐρύοπα Ζ ῆν’ (v. 265);

[1202]

οὐκ ἀναγκαίωϲ, φαϲὶ, τὸ ἀπόρρητον ἐξήνεγκεν. ἢ πρὸϲ τὸ θαρραλεώτερον ποιῆϲαι Ποϲειδῶνα τὴν τέχνην τῆϲ Ἥραϲ ἐδήλωϲεν.

[1203]

[14.134] 134. ἐναντίον δοκεῖ τὸ ἅμα μὲν φάναι Ξάνθου δινήεντοϲ, ὃν ἀ θάνατοϲ τέκετο Ζεύϲ, ἅμα δὲ ἐπὶ τοῦ Ὠκεανοῦ φάναι (Φ 196)

ἐξ οὗ περ πάντεϲ ποταμοὶ καὶ πᾶϲα θάλαϲϲα.

[1204] [1205] [1206] [1207] [1208] [1209] [1210] λύοιτο δ’ ἂν ἐκ τῆϲ λέξεωϲ καθ’ ἑκάτερα· καὶ γὰρ τὸ πάντεϲ δύναται λέγειν ἀντὶ τοῦ πλείουϲ, καὶ ποταμὸϲ ὁμωνύμωϲ λέγεται ὅ τε θεὸϲ καὶ. τὸ ῥεῦμα, ὥϲτε τὸν μὲν θεὸν ἐκ Διὸϲ εἶναι, τὸ δὲ ῥεῦμα ἐξ Ὠκεανοῦ· λέγεται γὰρ ὁ Ζεὺϲ πατὴρ ἀνδρῶν τε θεῶν τε.

πῶϲ ποτὲ μὲν λέγει· τῷ oὐδὲ κρείων Ἀχελώιοϲ ἰϲοφαρίζει[1211] ζει […] ἐξ οὗπερ πάντεϲ ποταμοί (Φ 194— 6), ἑτέρωθι δὲ Ξάνθου δινήεντοϲ, ὃν ἀθάνατοϲ τέκετο Ζεύϲ; ἡ δὲ λύϲιϲ ἐκ τοῦ προϲώπου· τὸ μὲν γὰρ ἐκ Διὸϲ εἶναι ὁ ποιητὴϲ λέγει, ἐξ Ὠκεανοῦ δὲ ὁ Ἀχιλλεύϲ. οὐδὲν οὖν ἄτοπον ἐντὸϲ διαφόροιϲ προϲώποιϲ διαφωνίαν ϲυνίϲταϲθαι.

πῶϲ μετέπειτά φηϲιν ἐπὶ τοῦ Ὠκεανοῦ ἐξ οὗ περ πάντεϲ ποταμοί,[1212] νῦν δὲ Διὸϲ τὸν Ξάνθον γενεαλογεῖ ῥητέον δὲ ὅτι τοῦ μὲν ὡϲ θεοῦ τιμωμένου πατὴρ ὁ Ζεύϲ, τοῦ δὲ ῥεύματοϲ χορηγὸϲ Ὠκεανόϲ, ἐξ οὗ περ πάντεϲ ποταμοί […] πατὴρ ἀνδρῶν τειεῶντε. ἢ διὰ τὸ πλέων χειμάρρων εἶναι τὸν Ξάνθον Διὸϲ αὐτόν φηϲι. φηϲὶ [1213] [1214] [1215] [1216] [1217] [1218] [1219] γοῦν ὀρόθυνον ἐναύλουϲ ( Φ 312) ὃν ῥά τ’ ἔναυλοϲ ἀποέρϲῃ (Φ 283).

[1220]

διὰ τί, πάντων τῶν ποταμῶν ῥεόντων ἐξ Ὠκεανοῦ, μόνον τὸν Ξάνθον ὁ ποιητήϲ φηϲιν ὃν ἀθάνατοϲ τέκετο Ζεύϲ; πῶϲ οὖν καὶ Ὠκεανοῦ καὶ Διὸϲ παῖϲ; ῥητέον οὖν ὅτι εἰκότωϲ ἂν καὶ Διὸϲ καλοῖτο παῖϲ, εἴγε οἱ ὄμβροι μὲν ἐκ Διόϲ, ὄμβρῳ δὲ οὗτοϲ αὔξεται […]