Pular para o conteúdo

Πότερα τῶν ζῴων φρονιμώτερα τὰ χερσαῖα ἢ τὰ ἔνυδρα

Plutarch · Parte 8

[8] ΣΩΚΛ.. ἐπίσχες, ὦ Αὐτόβουλε, καὶ παραβαλοῦ τὸ θυρίον τῆς κατηγορίας· ἐγγὺς γὰρ οἵδε προσιόντες πολλοὶ καὶ θηρατικοὶ πάντες, οὓς οὔτε μεταθεῖναι ῥᾴδιον οὔτε λυπεῖν ἀναγκαῖον. [965c] ΑΥΤ. Ὀρθῶς παραινεῖς· ἀλλʼ Εὐβίωτον μὲν εὖ οἶδα καὶ τὸν ἐμὸν ἀνεψιὸν Ἀρίστωνα, τούς τε Διονυσίου παῖδας ἀπὸ Δελφῶν, Αἰακίδην καὶ Ἀριστότιμον τοῦτον, εἶτα Νίκανδρον τὸν Εὐθυδάμου, χερσαίας “δαήμονας” ἄγρας ὡς Ὅμηρος ἔφη, καὶ διὰ τοῦτʼ Ἀριστοτίμου γενησομένους· ὥσπερ αὖ πάλιν τούσδε τοὺς νησιώτας καὶ παραλίους, Ἡρακλέωνα τὸν Μεγαρόθεν καὶ Φιλόστρατον τὸν Εὐβοέα, “τοῖσι θαλάσσια ἔργα μέμηλε,” Φαίδιμος ἔχων περὶ αὑτὸν βαδίζει.

Τυδείδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη,