κυσὶ δὲ χρώμενοι προφυλάττουσιν, αἶγάς τε καὶ ὄϊς ἀμελγόμενα καὶ κειρόμένα νέμοντες. οὐ γὰρ ἀναιρεῖται τὸ ζῆν οὐδὲ βίος ἀπόλλυται τοῖς ἀνθρώποις, ἂν μὴ λοπάδας ἰχθύων μηδʼ ἥπατα χηνῶν ἔχωσι μηδὲ βοῦς μηδʼ ἐρίφους κατακόπτωσιν ἐπʼ εὐωχίᾳ, μηδʼ ἀλύοντες ἐν θεάτροις μηδὲ παίζοντες ἐν θήραις τὰ μὲν ἀναγκάζωσι τολμᾶν ἄκοντα καὶ μάχεσθαι, τὰ δὲ μηδʼ ἀμύνεσθαι πεφυκότα διαφθείρωσι. τὸν γὰρ παίζοντα καὶ παιζόμενον οἶμαι συμπαίζουσι δεῖν χρῆσθαι καὶ ἱλαροῖς, οὐχ ὥσπερ ὁ Βίων ἔλεγε [965b] τὰ παιδάρια παίζοντα τῶν βατράχων τοῖς λίθοις ἐφίεσθαι, τοὺς δὲ βατράχους μηκέτι παίζοντας ἀλλʼ ἀληθῶς ἀποθνήσκειν, οὕτω κυνηγεῖν καὶ ἁλιεύειν, ὀδυνωμένοις τερπομένους καὶ ἀποθνήσκουσι, τοῖς δʼ ἀπὸ σκύμνων καὶ νεοσσῶν ἐλεεινῶς ἀγομένοις. οὐ γὰρ οἱ χρώμενοι ζῴοις ἀδικοῦσιν, ἀλλʼ οἱ χρώμενοι βλαβερῶς καὶ ὀλιγώρως καὶ μετʼ ὠμότητος.