Pular para o conteúdo

Πότερα τῶν ζῴων φρονιμώτερα τὰ χερσαῖα ἢ τὰ ἔνυδρα

Plutarch · Parte 965-2

τουτονὶ τὸν ἡμέτερον ἡλικιώτην Ὀπτᾶτον, ὃς πολλοῖς μὲν ἐνάλου ὀρείου δὲ πολλοῖς ἄγρας ἀκροθινίοις ἀγλαΐσας τὴν Ἀγροτέραν ἅμα θεὸν καὶ [965d] Δίκτυνναν, ἐνταῦθα δῆλός ἐστι πρὸς ἡμᾶς βαδίζων, ὡς μηδετέροις προσθήσων ἑαυτόν· ἢ φαύλως εἰκάζομεν, ὦ φίλε Ὀπτᾶτε, κοινόν σε καὶ μέσον ἔσεσθαι τῶν νεανίσκων βραβευτήν; ΟΠΤΑΤΟΣ. πάνυ μὲν οὖν ὀρθῶς ὑπονοεῖς, ὦ Αὐτόβουλε· πάλαι γὰρ ὁ Σόλωνος ἐκλέλοιπε νόμος, τοὺς ἐν στάσει μηδετέρῳ μέρει προσγενομένους κολάζων. ΑΥΤ.. δεῦρο δὴ καθίζου πρὸς ἡμᾶς, ὅπως, εἰ δεήσει μάρτυρος, μὴ τοῖς Ἀριστοτέλους πράγματα [965e] βιβλίοις παρέχωμεν, ἀλλὰ σοὶ διʼ ἐμπειρίαν ἑπόμενοι τοῖς λεγομένοις ἀληθῶς τὴν ψῆφον ἐπιφέρωμεν.ς ΣΩΚΛ. εἶεν, ὦ ἄνδρες νέοι, γέγονέ τις ὑμῖν ὁμολογία περὶ τάξεως; ΦΑΙΔΙΜΟΣ. γέγονεν, ὦ Σώκλαρε, πολλὴν παρασχοῦσα φιλονεικίαν εἶτα κατʼ Εὐριπίδην

ὁ τῆς τύχης παῖς; κλῆρος ἐπὶ τούτῳ ταγείς

τὰ χερσαῖα προεισάγει δίκαια τῶν ἐνάλων. ΣΩΚΛ. καιρὸς; οὖν, ὦ Ἀριστότιμε, σοὶ μὲν ἤδη λέγειν ἡμῖν δʼ ἀκούειν.