Pular para o conteúdo

Εἰ πρεσβυτέρῳ πολιτευτέον

Plutarch · Parte 788

[788c] οὐ γὰρ τόσον[69] σώματος ἀσθένεια κακὸν πρόσεστι ταῖς πολιτείαις τῶν παρʼ ἡλικίαν ἐπὶ τὸ βῆμα καὶ τὸ στρατήγιον βαδιζόντων, ὅσον ἔχουσιν ἀγαθὸν τὴν εὐλάβειαν καὶ τὴν φρόνησιν, καὶ τὸ μὴ φαινόμενον[70] ἀλλὰ τὰ μὲν ἐσφαλμένα τὰ δʼ ὑπὸ δόξης κενῆς προσπίπτειν πρὸς τὰ κοινὰ καὶ συνεφέλκεσθαι τὸν ὄχλον, ὥσπερ θάλατταν ὑπὸ πνευμάτων ἐκταραττόμενον, ἀλλὰ πράως τε χρῆσθαι[71] καὶ μετρίως τοῖς ἐντυγχάνουσιν. ὅθεν αἱ πόλεις, ὅταν πταίσωσιν ἢ φοβηθῶσι, πρεσβυτέρων ποθοῦσιν ἀρχὴν [788d] ἀνθρώπων· καὶ πολλάκις ἐξ ἀγροῦ κατάγουσαι γέροντα μὴ δεόμενον μηδὲ βουλόμενον ἠνάγκασαν ὥσπερ οἰάκων ἐφαψάμενον εἰς ἀσφαλὲς καταστῆσαι τὰ πράγματα, παρωσάμεναί τε[72] στρατηγοὺς καὶ δημαγωγοὺς βοᾶν μέγα καὶ λέγειν ἀπνευστὶ καὶ νὴ Δία τοῖς πολεμίοις[73] διαβάντας εὖ μάχεσθαι δυναμένους οἷον οἱ ῥήτορες Ἀθήνησι Τιμοθέῳ καὶ Ἰφικράτει Χάρητα τὸν Θεοχάρους ἐπαποδύοντες ἀκμάζοντα τῷ σώματι καὶ ῥωμαλέον ἠξίουν τοιοῦτον εἶναι τὸν τῶν Ἀθηναίων στρατηγόν, ὁ δὲ Τιμόθεος [788e] “οὐ μὰ τοὺς θεούς” εἶπεν “ἀλλὰ τοιοῦτον μὲν εἶναι[74] τὸν μέλλοντα τῷ στρατηγῷ τὰ στρώματα κομίζειν, τὸν δὲ στρατηγὸν “ἅμα πρόσω καὶ ὀπίσω” τῶν πραγμάτων ὁρῶντα καὶ μηδενὶ πάθει τοὺς περὶ τῶν συμφερόντων λογισμοὺς ἐπιταραττόμενον.” ὁ γὰρ Σοφοκλῆς[75] ἄσμενος ἔφη τὰ ἀφροδίσια γεγηρακὼς ἀποπεφευγέναι καθάπερ ἄγριον καὶ λυσσῶντα δεσπότην ἐν δὲ ταῖς πολιτείαις οὐχ ἕνα δεῖ δεσπότην, ἔρωτα παίδων ἢ γυναικῶν, ἀποφεύγειν, ἀλλὰ πολλοὺς[76] μανικωτέρους τούτου, φιλονεικίαν, φιλοδοξίαν, τὴν τοῦ πρῶτον εἶναι καὶ μέγιστον ἐπιθυμίαν, γονιμώτατον φθόνου νόσημα καὶ ζηλοτυπίας καὶ διχοστασίας [788f] ὧν τὰ μὲν ἀνίησι καὶ παραμβλύνει τὰ δʼ ὅλως ἀποσβέννυσι καὶ καταψύχει τὸ γῆρας, οὐ τοσοῦτον τῆς πρακτικῆς ὁρμῆς παραιρούμενον, ὅσον τῶν ἀκρατῶν καὶ διαπύρων ἀπερύκει παθῶν, ὥστε νήφοντα καὶ καθεστηκότα τὸν λογισμὸν ἐπάγειν ταῖς φροντίσιν.