Pular para o conteúdo

Εἰ πρεσβυτέρῳ πολιτευτέον

Plutarch · Parte 9

[9] οὐ μὴν ἀλλʼ ἔστω καὶ δοκείτω διατρεπτικὸς εἶναι λόγος πρὸς τὸν ἀρχόμενον ἐν πολιαῖς νεανιεύεσθαι λεγόμενος καὶ καθαπτόμενος ἐκ μακρᾶς οἰκουρίας; ὥσπερ νοσηλείας ἐξανισταμένου καὶ κινουμένου γέροντος ἐπὶ στρατηγίαν ἢ πραγματείαν,

μένʼ ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις·