Pular para o conteúdo

Εἰ πρεσβυτέρῳ πολιτευτέον

Plutarch · Parte 8

[8] μαρτυρεῖ δὲ καὶ τὸ λεχθὲν ὑπʼ Ἐπαμεινώνδα[66] τοῦ μεγάλου πρὸς τοὺς Θηβαίους, ὅτε χειμῶνος; ὄντος οἱ Ἀρκάδες παρεκάλουν αὐτοὺς ἐν ταῖς οἰκίαις διαιτᾶσθαι παρελθόντας εἰς τὴν πόλιν· οὐ γὰρ εἴασεν, ἀλλὰ “νῦν μέν” ἔφη “θαυμάζουσιν ὑμᾶς καὶ θεῶνται πρὸς τὰ ὅπλα γυμναζομένους καὶ παλαίοντας ἂν δὲ πρὸς τῷ πυρὶ καθημένους ὁρῶσι τὸν κύαμον κάπτοντας[67], οὐδὲν αὑτῶν ἡγήσονται διαφέρειν” οὕτω δὴ σεμνόν ἐστι θέαμα πρεσβύτης λέγων [788b] τι καὶ πράττων καὶ τιμώμενος, ὁ δʼ ἐν κλίνῃ διημερεύων ἢ καθήμενος ἐν γωνίᾳ στοᾶς φλυαρῶν καὶ ἀπομυττόμενος εὐκαταφρόνητος. τοῦτο δʼ ἀμέλει καὶ Ὅμηρος διδάσκει τοὺς ὀρθῶς ἀκούοντας· ὁ μὲν γὰρ Νέστωρ στρατευόμενος ἐν Τροίᾳ σεμνὸς ἦν καὶ πολυτίμητος, ὁ δὲ Πηλεὺς καὶ ὁ Λαέρτης οἰκουροῦντες ἀπερρίφησαν καὶ κατεφρονήθησαν. οὐδὲ γὰρ ἡ τοῦ φρονεῖν ἕξις ὁμοίως παραμένει τοῖς μεθεῖσιν αὑτούς, ἀλλʼ ὑπʼ ἀργίας ἐξανιεμένη καὶ ἀναλυομένη κατὰ μικρὸν ἀεί τινα ποθεῖ φροντίδος[68] μελέτην, τὸ λογιστικὸν καὶ πρακτικὸν ἐγειρούσης καὶ διακαθαιρούσης·

λάμπει γὰρ ἐν χρείαισιν, ὥσπερ εὐπρεπὴς χαλκός.