[71] “διὰ τί τῶν κυριττόντων βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τὸν ἐντυγχάνοντα χόρτον τῷ κέρατι προσδοῦσιν,”
ἢ διὰ κόρον καὶ πλησμονὴν ἐξυβρίζουσι καὶ βόες καὶ ἵπποι καὶ ὄνοι καὶ ἄνθρωποι; ὥς που καὶ Σοφοκλῆς πεποίηκε
σὺ δὲ σφαδᾴζεις πῶλος ὣς εὐφορβίᾳ,
γαστήρ τε γάρ σου καὶ γνάθος πλήρης πέλει. [141]