Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 281

διὸ καὶ Μᾶρκον Κράσσον οἱ Ῥωμαῖοι χόρτον ἔχειν ἔφασαν ἐφυλάττοντο γάρ αὐτὸν οἱ τοὺς ἄλλους ἐν [281a] τῇ πολιτείᾳ σπαράττοντες ὡς ἀμυντικὸν καὶ δυσεπιχείρητον. οὐ μὴν ἀλλʼ ὕστερον ἐλέχθη πάλιν, ὅτι Κράσσου Καῖσαρ ἀφῃρήκει τὸν χόρτον ἀντέστη γὰρ αὐτῷ πρῶτος ἐν τῇ πολιτείᾳ καὶ κατεφρόνησε.