ἢ καὶ τοῦτο τῆς τῶν παλαιῶν ἐπιμελείας τεκμήριόν ἐστιν; ὁ γὰρ οἰκότριβος ἰδίου καταγνούς τινα μοχθηρίαν ἐκέλευε διπλοῦν ξύλον, ὃ ταῖς ἁμάξαις ὑφιστᾶσιν, ἀράμενον διὰ τῆς συνοικίας ἢ τῆς γειτνιάσεως διεξελθεῖν ὑπὸ πάντων ὁρώμενον, [280f] ὅπως ἀπιστοῖεν αὐτῷ καὶ φυλάττοιντο πρὸς τὸ λοιπὸν τὸ δὲ ξύλον ἡμεῖς μὲν στήριγμα, [140] Ῥωμαῖοι δὲ “φοῦρκαν” ὀνομάζουσι· διὸ καὶ “φουρκίφερ” ὁ τοῦτο περιενεγκὼν καλεῖται.