Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 291

τὸν δὲ κιττὸν πότερον ὡς ἄκαρπον καὶ ἄχρηστον ἀνθρώποις, ἀδρανῆ δὲ καὶ διʼ ἀσθένειαν ἑτέρων ὀχούντων δεόμενον, σκιᾷ δὲ καὶ χλωρότητος ὄψει γοητεύοντα τοὺς πολλούς, οὐκ ᾤοντο δεῖν ἀσύμβολον ἐν ταῖς οἰκίαις μάτην ἐντρέφεσθαι καὶ περιπλέκεσθαι, βλαβερὸν ὄντα τοῖς προσδεχομένοις [291a] φυτοῖς; ἢ ὡς [218] τῆς γῆς ἐχόμενον; διὸ τῶν μὲν ὀλυμπίων ἱερῶν εἴργεται, καὶ οὔτʼ ἐν Ἥρας Ἀθήνησιν οὔτε Θήβησιν ἐν Ἀφροδίτης ἴδοι τις ἂν κιττόν· Ἀγριωνίοις [219] δὲ καὶ Νυκτελίοις, ὧν τὰ πολλὰ διὰ σκότους δρᾶται, πάρεστιν.

ἢ καὶ τοῦτο συμβολικὴ θιάσων καὶ βακχευμάτων ἀπαγόρευσις ἦν; αἱ γὰρ ἔνοχοι τοῖς βακχικοῖς πάθεσι γυναῖκες εὐθὺς ἐπὶ τὸν κιττὸν φέρονται, καὶ σπαράττουσι δραττόμεναι ταῖς χερσὶ καὶ διεσθίουσαι τοῖς στόμασιν ὥστε μὴ παντελῶς ἀπιθάνους εἶναι τοὺς λέγοντας ὅτι καὶ πνεῦμα [291b] μανίας ἔχων ἐγερτικὸν καὶ παρακινητικὸν ἐξίστησι καὶ ταράττει, [220] καὶ ὅλως ἄοινον ἐπάγει μέθην καὶ χαρὰν [221] τοῖς ἐπισφαλῶς πρὸς ἐνθουσιασμὸν ἔχουσι.