Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 290-3

[290e] “διὰ τίνα δʼ αἰτίαν οὐδὲ κιττοῦ θιγεῖν ἐφεῖτο [216] τῷ ἱερεῖ τοῦ Διός, οὐδʼ ὁδὸν διελθεῖν ἀναδενδράδος ἄνωθεν διατεταμένης;”

ἢ τοῦτο μὲν ὅμοιόν ἐστι τῷ “μὴ ἐσθίειν ἐπὶ δίφρου, [217] ” “μηδʼ ἐπὶ χοίνικος καθῆσθαι,” “μηδὲ σάρον ὑπερβαίνειν,” οὐ ταῦτα τῶν Πυθαγορικῶν δεδιότων καὶ φυλαττομένων ἀλλʼ ἕτερα τούτοις ἀπαγορευόντων; καὶ γὰρ τὸ ὑπʼ ἄμπελον ὑποπορεύεσθαι τὴν ἀναφορὰν ἐπὶ τὸν οἶνον εἶχεν, ὡς οὐ θεμιτὸν τῷ ἱερεῖ μεθύσκεσθαι. τῶν γὰρ μεθυσκομένων ὑπὲρ κεφαλῆς ὁ οἶνός ἐστι καὶ πιέζονται [290f] καὶ ταπεινοῦνται, δέον ὑπερτέρους εἶναι καὶ κρατεῖν ἀεὶ τῆς ἡδονῆς ταύτης ἀλλὰ μὴ κρατεῖσθαι.