Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 113

[113] “διὰ τί τοῖς ἱερεῦσι τούτοις ἀρχὴν οὐκ ἐφεῖτο λαβεῖν οὐδὲ μετελθεῖν, ἀλλὰ ῥαβδούχῳ τε χρῶνται καὶ δίφρον ἡγεμονικὸν ἐπὶ τιμῇ καὶ παραμυθίᾳ τοῦ μὴ ἄρχειν ἔχουσι;”

πότερον, ὡς ἐνιαχοῦ τῆς Ἑλλάδος ἀντίρροπον ἦν τὸ τῆς ἱερωσύνης ἀξίωμα πρὸς τὸ τῆς βασιλείας, καὶ μὴ τοὺς [222] τυχόντας ἱερεῖς ἀπεδείκνυσαν;