Pular para o conteúdo

Ἀίτια Ῥωμαϊκά

Plutarch · Parte 291-2

ἢ μᾶλλον ὅτι τῶν μὲν ἱερέων ὡρισμένας πράξεις ἐχόντων τῶν δʼ ἀρχόντων [223] ἀτάκτους καὶ ἀορίστους [291c] οὐκ ἦν δυνατὸν εἰς ἓν ἅμα τῶν καιρῶν συμπεσόντων ἑκατέρῳ παρεῖναι τὸν αὐτόν, ἀλλʼ ἔδει θάτερα πολλάκις ἀμφοτέρων ἐπειγόντων ἀπολείποντα νῦν μὲν ἀσεβεῖν [224] τοὺς θεούς, νῦν δὲ βλάπτειν τοὺς πολίτας;

ἢ [225] ταῖς ἀνθρωπίναις ἐνορῶντες ἀρχαῖς οὐκ ἐλάττονα τῆς ἐξουσίας τὴν ἀνάγκην προσοῦσαν, καὶ τὸν ἄρχοντα δήμου, καθάπερ Ἱπποκράτης ἔφη τὸν ἰατρόν, δεινὰ μὲν ὁρῶντα δεινῶν [226] δʼ ἁπτόμενον, ἐπʼ ἀλλοτρίοις δὲ κακοῖς ἰδίας λύπας καρπούμενον, οὐχ ὅσιον ἡγοῦντο θύειν θεοῖς καὶ ἱερῶν κατάρχεσθαι γενόμενον ἐν καταδίκαις καὶ θανατώσεσι πολιτῶν, πολλάκις δὲ καὶ συγγενῶν καὶ οἰκείων, οἷα καὶ Βρούτῳ συνέτυχε;