Pular para o conteúdo

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Plutarch · Parte 407-2

χρώμενος δὲ θνητοῖς ὑπηρέταις καὶ προφήταις, ὧν κήδεσθαι προσήκει καὶ φυλάττειν, ὅπως; ὑπʼ ἀνθρώπων οὐκ ἀπολοῦνται πονηρῶν θεῷ λατρεύοντες, ἀφανίζειν μὲν οὐ θέλει τἀληθές,[258] παρατρέπων δὲ τὴν δήλωσιν αὐτοῦ[259] καθάπερ αὐγὴν ἐν τῇ ποιητικῇ πολλὰς; ἀνακλάσεις λαμβάνουσαν καὶ πολλαχοῦ περισχιζομένην, ἀφῄρει τὸ ἀντίτυπον αὐτοῦ καὶ σκληρόν. ἐχρῆν[260] δʼ ἄρα καὶ τυράννους ἀγνοῆσαι καὶ πολεμίους μὴ προαισθέσθαι. τούτοις οὖν περιέβαλεν [407f] ὑπονοίας καὶ ἀμφιλογίας, αἳ πρὸς ἑτέρους ἀποκρύπτουσαι τὸ φραζόμενον, οὐ διέφευγον αὐτοὺς οὐδὲ παρεκρούοντο τοὺς δεομένους καὶ προσέχοντας ὅθεν εὐηθέστατός ἐστιν ὁ τῶν πραγμάτων ἑτέρων γεγονότων, εἰ μηκέτι τὸν αὐτὸν ἡμῖν τρόπον ἀλλʼ ἕτερον οἴεται δεῖν βοηθεῖν ὁ θεός, ἐγκαλῶν καὶ συκοφαντῶν.”