Pular para o conteúdo

Περὶ τοῦ μὴ χρᾶν ἔμμετρα νῦν τὴν Πυθίαν

Plutarch · Parte 26

[26] “οὐ τοίνυν θαυμάσαιμʼ ἄν, εἰ διπλόης τινὸς [407d] ἔδει καὶ περιαγωγῆς καὶ ἀσαφείας ἔστιν ὅτε τοῖς παλαιοῖς. οὐ γὰρ ὁ δεῖνα μὰ Δία κατέβαινε περὶ ὠνῆς ἀνδραπόδου χρησόμενος οὐδʼ ὁ, δεῖνα περὶ ἐργασίας, ἀλλὰ πόλεις μέγα δυνάμεναι καὶ βασιλεῖς καὶ τύραννοι μέτριον οὐδὲν φρονοῦντες ἐνετύγχανον τῷ θεῷ περὶ πραγμάτων οὓς ἀνιᾶν καὶ παροξύνειν ἀπεχθείᾳ πολλὰ τῶν ἀβουλήτων ἀκούοντας οὐκ ἐλυσιτέλει τοῖς περὶ τὸ χρηστήριον. οὐ πείθεται γὰρ ὁ θεὸς τῷ Εὐριπίδῃ ὥσπερ[256] νομοθετοῦντι καὶ λέγοντι [407e]

Φοῖβον ἀνθρώποις μόνον
χρῆν[257] θεσπιῳδεῖν.