[27] “ἔτι τοίνυν οὐδὲν ἀπὸ ποιητικῆς λόγῳ χρησιμώτερον ὑπάρχει τοῦ δεθέντα μέτροις τὰ φραζόμενα καὶ συμπλακέντα μᾶλλον μνημονεύεσθαι καὶ κρατεῖσθαι. τοῖς μὲν οὖν τότε πολλὴν ἔδει[261] μνήμην παρεῖναι πολλὰ γὰρ ἐφράζετο καὶ τόπων σημεῖα καὶ πράξεων καιροὶ καὶ θεῶν ἱερὰ διαποντίων καὶ ἡρώων ἀπόρρητοι θῆκαι καὶ[262] δυσεξεύρετοι μακρὰν[263] [408a] ἀπαίρουσι τῆς Ἑλλάδος. ἴστε γὰρ τὸν[264] χῖον καὶ Κρήτινον καὶ […] [265] Νήσιχον καὶ Φάλανθον,[266] ἄλλους τε πολλοὺς ἡγεμόνας στόλων ὅσοις ἔδει τεκμηρίοις ἀνευρεῖν τὴν διδομένην ἑκάστῳ καὶ προσήκουσαν ἵδρυσιν· ὧν ἔνιοι καὶ διημάρτανον, ὥσπερ Βάττος.[267] ἔδοξε[268] γὰρ ἐκπεσεῖν οὐ καταλαβὼν ἐφʼ ὃν ἐπέμφθη τόπον· εἶθʼ ἧκε δεύτερον ποτνιώμενος. ὑπειπὼν οὖν ὁ θεὸς
αἰ τὺ ἐμεῦ Λιβύαν[269] μαλοτρόφον οἶσθας ἄρειον,[270]
μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σευ·