Λεωχάρους ἔργον, φέρονται δʼ αὐτοῦ λόγοι ἑξήκοντα, ὧν εἰσι γνήσιοι κατὰ μὲν Διονύσιον εἰκοσιπέντε κατὰ δὲ Καικίλιον εἰκοσιοκτώ, οἱ δʼ ἄλλοι κατεψευσμένοι, εἶχε δʼ ἀλλοτρίως πρὸς ἐπίδειξιν, ὡς ἀφικομένων [838e] ποτὲ πρὸς αὐτὸν τριῶν ἐπὶ τὴν ἀκρόασιν τοὺς μὲν δύο κατασχεῖν τὸν δὲ τρίτον ἀπολῦσαι, φάμενος εἰς τὴν ἐπιοῦσαν ἥξειν νῦν γὰρ αὐτῷ τὸ θέατρον εἶναι ἐν ἀκροατηρίῳ. εἰώθει δὲ καὶ πρὸς τοὺς γνωρίμους αὑτοῦ λέγειν, ὡς αὐτὸς μὲν δέκα μνῶν διδάσκοι, τῷ δʼ αὐτὸν διδάξαντι τόλμαν καὶ εὐφωνίαν δώσειν δεκακισχιλίας. καὶ πρὸς τὸν ἐρόμενον διὰ τί οὐκ ὢν αὐτὸς ἱκανὸς ἄλλους ποιεῖ, εἶπεν ὅτι καὶ αἱ ἀκόναι αὐταὶ μὲν τέμνειν οὐ δύνανται τὸν δὲ σίδηρον τμητικὸν ποιοῦσιν. εἰσὶ δʼ [838f] οἳ καὶ τέχνας αὐτὸν λέγουσι συγγεγραφέναι, οἱ δʼ οὐ μεθόδῳ ἀλλʼ ἀσκήσει χρήσασθαι. πολίτην δʼ οὐδέποτʼ εἰσέπραξε μισθόν. προσέταττε δὲ τοῖς γνωρίμοις εἰς τὰς, ἐκκλησίας ἀπαντῶσιν ἀναφέρειν αὐτῷ τὰ εἰρημένα. ἐλυπήθη δὲ καὶ οὐ μετρίως ἐπὶ τῷ Σωκράτους θανάτῳ καὶ μελανειμονῶν τῇ ὑστεραίᾳ προῆλθε. πάλιν δʼ ἐρομένου τινὸς αὐτὸν τί ῥητορική, εἶπε “τὰ μὲν μικρὰ μεγάλα τὰ δὲ μεγάλα μικρὰ ποιεῖν.” ἑστιώμενος δέ ποτε παρὰ Νικοκρέοντι τῷ Κύπρου τυράννῳ, προτρεπομένων αὐτὸν τῶν παρόντων διαλεχθῆναι, ἔφη “οἷς μὲν ἐγὼ δεινὸς οὐχ ὁ νῦν καιρός, οἷς δʼ ὁ νῦν καιρὸς οὐκ ἐγὼ δεινός.” Σοφοκλέα δὲ τὸν τραγικὸν θεασάμενος ἑπόμενον ἐρωτικῶς παιδί, εἶπεν “οὐ μόνον δεῖ, [839a] Σοφόκλεις, τὰς χεῖρας ἔχειν παρʼ αὑτῷ, ἀλλὰ καὶ τοὺς ὀφθαλμούς.” τοῦ δὲ Κυμαίου Ἐφόρου ἀπράκτου τῆς σχολῆς ἐξελθόντος καὶ πάλιν ὑπὸ τοῦ πατρὸς Δημοφίλου πεμφθέντος; ἐπὶ δευτέρῳ μισθῷ, παίζων Δίφορον αὐτὸν ἐκάλει· ἐσπούδασε μέντοι ἱκανῶς περὶ τὸν ἄνδρα καὶ τὴν ὑπόθεσιν τῆς χρείας αὐτὸς ὑπεθήκατο. ἐγένετο δὲ καὶ πρὸς τὰ ἀφροδίσια καταφερής, ὡς ὑποπάστῳ παρειλκυσμένῳ ἐν τῇ κοίτῃ χρῆσθαι, κρόκῳ διάβροχον ἔχοντα τὸ προσκεφάλαιον. [839b] καὶ νέον μὲν ὄντα μὴ γῆμαι, γηράσαντα δʼ ἑταίρᾳ συνεῖναι ὄνομα ἦν Λαγίσκη, ἐξ ἧς ἔσχε θυγάτριον ὃ γενόμενον ἐτῶν δώδεκα πρὸ γάμων ἐτελεύτησεν. ἔπειτα Πλαθάνην τὴν Ἱππίου τοῦ ῥήτορος γυναῖκα ἠγάγετο τρεῖς παῖδας ἔχουσαν, ὧν τὸν Ἀφαρέα ὡς προείρηται ἐποιήσατο, ὃς καὶ εἰκόνα αὐτοῦ χαλκῆν ἀνέθηκε πρὸς τῷ Ὀλυμπιείῳ ἐπὶ κίονος καὶ ἐπέγραψεν
Ἰσοκράτους Ἀφαρεὺς πατρὸς εἰκόνα τήνδʼ ἀνέθηκε
Ζηνί, θεούς τε σέβων καὶ γονέων ἀρετήν.