Pular para o conteúdo

Vitae decem oratorum

Plutarch · Parte 839

[839c] λέγεται δὲ καὶ κελητίσαι ἔτι παῖς ὤν· ἀνάκειται γὰρ ἐν ἀκροπόλει χαλκοῦς ἐν τῇ σφαιρίστρᾳ τῶν Ἀρρηφόρων κελητίζων ἔτι παῖς ὤν, ὡς εἶπόν τινες. δύο δʼ ἐν ἅπαντι τῷ βίῳ συνέστησαν αὐτῷ ἀγῶνες πρότερος μὲν εἰς ἀντίδοσιν προκαλεσαμένου αὐτὸν Μεγακλείδου, πρὸς ὃν οὐκ ἀπήντησε διὰ νόσον, τὸν δʼ υἱὸν πέμψας Ἀφαρέα ἐνίκησε· δεύτερος δὲ Λυσιμάχου αὐτὸν προκαλεσαμένου περὶ τριηραρχίας εἰς ἀντίδοσιν ἡττηθεὶς δὲ τὴν τριηραρχίαν ὑπέστη. ἦν δʼ αὐτοῦ καὶ γραπτὴ εἰκὼν ἐν τῷ Πομπείῳ. ὁ δʼ Ἀφαρεὺς συνέγραψε μὲν λόγους οὐ πολλοὺς δέ, δικανικούς τε καὶ συμβουλευτικούς· ἐποίησε δὲ καὶ τραγῳδίας περὶ ἑπτὰ καὶ τριάκοντα, ὧν ἀντιλέγονται [839d] δύο. ἀρξάμενος δʼ ἀπὸ Λυσιστράτου διδάσκειν ἄχρι Σωσιγένους ἐν ἔτεσιν εἰκοσιοκτὼ διδασκαλίας ἀστικὰς καθῆκεν ἓξ καὶ δὶς ἐνίκησε διὰ Διονυσίου, καθεὶς καὶ διʼ ἑτέρων ἑτέρας δύο Ληναϊκάς. τῆς δὲ μητρὸς αὐτῶν Ἰσοκράτους καὶ Θεοδώρου καὶ τῆς ταύτης ἀδελφῆς Ἀνακοῦς εἰκόνες ἀνέκειντο ἐν ἀκροπόλει· ὧν ἡ τῆς μητρὸς παρὰ τὴν Ὑγίειαν νῦν κεῖται μετεπιγεγραμμένη, ἡ δʼ Ἀνακοῦς οὐ σῴζεται. ἔσχε δὲ δύο υἱούς, Ἀλέξανδρον μὲν ἐκ Κοινοῦς Σωσικλέα δʼ ἐκ Λυσίου.

[5.5]

[1.1] Ἰσαῖος Χαλκιδεὺς; μὲν ἦν τὸ γένος, παραγενόμενος δʼ εἰς Ἀθήνας, καὶ σχολάσας·ʼ Λυσίᾳ κατά τε τὴν τῶν ὀνομάτων ἁρμονίαν καὶ τὴν ἐν τοῖς πράγμασι δεινότητα, ὥστʼ εἰ μή τις ἔμπειρος πάνυ τοῦ χαρακτῆρος τῶν ἀνδρῶν εἴη, οὐκ ἂν, διαγνοίη πολλοὺς τῶν λόγων ῥᾳδίως ὁποτέρου τῶν ῥητόρων εἰσίν. ἤκμασε δὲ μετὰ τὸν Πελοποννησιακὸν πόλεμον, ὡς ἔστι τεκμήρασθαι ἐκ λόγων αὐτοῦ, καὶ μέχρι τῆς Φιλίππου ἀρχῆς παρέτεινε. [839f] καθηγήσατο δὲ Δημοσθένους, ἀποστὰς τῆς σχολῆς, ἐπὶ δραχμαῖς μυρίαις· διὸ καὶ μάλιστα ἐπιφανὴς ἐγένετο. αὐτὸς δὲ καὶ τοὺς ἐπιτροπικοὺς λόγους συνέταττε τῷ Δημοσθένει, ὥς τινες εἶπον. καταλέλοιπε δὲ λόγους ἑξήκοντα τέσσαρας, ὧν εἰσι γνήσιοι πεντήκοντα, καὶ ἰδίας τέχνας. πρῶτος δὲ καὶ σχηματίζειν ἤρξατο καὶ τρέπειν ἐπὶ τὸ πολιτικὸν τὴν διάνοιαν· ὃ μάλιστα μεμίμηται Δημοσθένης μνημονεύει δʼ αὐτοῦ Θεόπομπος ὁ κωμικὸς ἐν τῷ Θησεῖ.

[6.6]