[837f] ὀκτὼ καὶ ἐνενήκοντα ἔτη βιοὺς ἢ ὥς τινες ἑκατόν, οὐχ ὑπομείνας τετράκις ἰδεῖν τὴν Ἑλλάδα καταδουλουμένην· πρὸ ἐνιαυτοῦ ἢ ὥς τινες πρὸ τεσσάρων ἐτῶν τῆς τελευτῆς συγγράψας τὸν Παναθηναϊκόν. τὸν δὲ Πανηγυρικὸν ἔτεσι δέκα συνέθηκεν, οἱ δὲ δεκαπέντε λέγουσιν, ὃν μετενηνοχέναι ἐκ τῶν Γοργίου τοῦ Λεοντίνου καὶ Λυσίου τὸν δὲ περὶ τῆς Ἀντιδόσεως δύο καὶ ὀγδοήκοντα ἔτη γεγονώς· τοὺς δὲ πρὸς Φίλιππον ὀλίγῳ πρότερον τοῦ θανάτου. [838a] ἐγένετο δʼ αὐτῷ καὶ παῖς; Ἀφαρεὺς πρεσβύτῃ ὄντι ἐκ Πλαθάνης τῆς Ἱππίου τοῦ ῥήτορος ποιητός, τῶν δὲ τῆς γυναικὸς τριῶν παίδων ὁ νεώτατος. εὐπόρησε δʼ ἱκανῶς οὐ μόνον ἀργύριον εἰσπράττων τοὺς γνωρίμους, ἀλλὰ καὶ παρὰ Νικοκλέους τοῦ Κυπρίων βασιλέως, ὃς· ἦν υἱὸς Εὐαγόρου, εἴκοσι τάλαντα λαβὼν ὑπὲρ τοῦ πρὸς αὐτὸν γραφέντος λόγου ἐφʼ οἷς φθονηθεὶς τρὶς προεβλήθη τριηραρχεῖν, καὶ δὶς μὲν ἀσθένειαν σκηψάμενος διὰ τοῦ παιδὸς παρῃτήσατο, τὸ δὲ τρίτον ὑποστὰς ἀνήλωσεν οὐκ ὀλίγα. πρὸς δὲ τὸν εἰπόντα πατέρα ὡς οὐδὲν ἀλλʼ ἢ ἀνδράποδον συνέπεμψε τῷ παιδίῳ “τοιγαροῦν” ἔφη “ἄπιθι· [838b] δύο γὰρ ἀνθʼ ἑνὸς ἕξεις ἀνδράποδα” ἠγωνίσατο δὲ καὶ τὸν ἐπὶ Μαυσώλῳ τεθέντα ὑπʼ Ἀρτεμισίας ἀγῶνα· τὸ δʼ ἐγκώμιον οὐ σῴζεται. ἐποίησε δὲ καὶ εἰς Ἑλένην ἐγκώμιον καὶ Ἀρεοπαγιτικόν. ἐξελθεῖν δὲ τοῦ βίου οἱ μὲν ἐναταῖόν φασι σίτων ἀποσχόμενον, οἱ δὲ τεταρταῖον ἅμα ταῖς ταφαῖς τῶν ἐν Χαιρωνείᾳ πεσόντων. συνέγραψε δʼ αὐτοῦ καὶ ὁ παῖς Ἀφαρεὺς λόγους. ἐτάφη δὲ μετὰ τῆς συγγενείας πλησίον Κυνοσάργους ἐπὶ τοῦ λόφου ἐν ἀριστερᾷ αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ Θεόδωρος καὶ ἡ μήτηρ αὐτοῦ· ταύτης τʼ ἀδελφὴ τηθὶς τοῦ ῥήτορος Ἀνακὼ καὶ ὁ ποιητὸς υἱὸς Ἀφαρεὺς καὶ ὁ [838c] ἀνεψιὸς αὐτοῦ Σωκράτης, μητρὸς Ἰσοκράτους ἀδελφῆς Ἀνακοῦς υἱὸς ὤν, ὃ τʼ ἀδελφὸς αὐτοῦ ὁμώνυμος τοῦ πατρὸς Θεόδωρος καὶ οἱ υἱωνοὶ αὐτοῦ, τοῦ ποιηθέντος αὐτῷ παιδὸς Ἀφαρεὺς. Ἀφαρεὺς. καὶ ὁ τούτου πατὴρ Θεόδωρος; ἥ τε γυνὴ Πλαθάνη, μήτηρ δὲ τοῦ ποιητοῦ Ἀφαρέως. ἐπὶ μὲν οὖν τούτων τράπεζαι ἐπῆσαν ἕξ, αἳ νῦν οὐ σῴζονται· αὐτῷ δʼ Ἰσοκράτει ἐπὶ τοῦ μνήματος ἐπῆν κίων τριάκοντα πηχῶν, ἐφʼ οὗ σειρὴν πηχῶν ἑπτὰ συμβολικῶς, ὃς [838d] νῦν οὐ σῴζεται. ἦν δὲ καὶ αὐτοῦ τράπεζα πλησίον ἔχουσα ποιητάς τε καὶ τοὺς διδασκάλους αὐτοῦ, ἐν οἷς καὶ Γοργίαν εἰς σφαῖραν ἀστρολογικὴν βλέποντα αὐτόν τε τὸν Ἰσοκράτην παρεστῶτα. ἀνάκειται δʼ αὐτοῦ καὶ ἐν Ἐλευσῖνι εἰκὼν χαλκῆ ἔμπροσθεν τοῦ προστῴου ὑπὸ Τιμοθέου τοῦ Κόνωνος, καὶ ἐπιγέγραπται
Τιμόθεος φιλίας τε χάριν ξύνεσίν τε προτιμῶν
Ἰσοκράτους εἰκὼ τήνδʼ ἀνέθηκε θεαῖς·