Pular para o conteúdo

Vitae decem oratorum

Plutarch · Parte 836

νῦν ὦ. Καλλιόπης θύγατερ, πολυήγορε Φρόντι,
δείξεις εἴ τι φρονεῖς καί τι περισσὸν ἔχεις
τὸν γὰρ ἐς ἄλλο σχῆμα μεθαρμοσθέντα καὶ ἄλλοις
ἐν κόσμοισι βίου σῶμα λαβόνθʼ ἕτερον,
δεῖ ς1ʼ ἀρετῆς κήρυκα τεκεῖν τινα Λύσιδα ὑμνεῖν,
δύντα κατὰ φθιμένων καὶ ζόφου ἀθάνατον
ὃς τὸ τʼ ἐμῆς ψυχῆς δείξει φιλέταιρον ἅπασι, [836d]
καὶ τὴν τοῦ φθιμένου πᾶσι βροτοῖς ἀρετήν

συνέγραψε δὲ λόγω καὶ Ἰφικράτει, τὸν μὲν πρὸς Ἁρμόδιον, τὸν δὲ προδοσίας κρίνοντι Τιμόθεον καὶ ἀμφοτέροις ἐνίκα· ἀναδεξαμένου δʼ Ἰφικράτους τὰς τοῦ Τιμοθέου πράξεις, ταῖς εὐθύναις ἀναλαβὼν τὴν τῆς προδοσίας αἰτίαν ἀπολογεῖται διὰ τοῦ Λυσίου λόγου· καὶ αὐτὸς μὲν ἀπελύθη, ὁ δὲ Τιμόθεος ἐζημιώθη πλείστοις χρήμασιν. ἀνέγνω δὲ καὶ ἐν τῇ Ὀλυμπιακῇ πανηγύρει λόγον μέγιστον, διαλλαγέντας τοὺς Ἕλληνας καταλῦσαι Διονύσιον. [836e]

[4.4]

[1.1] Ἰσοκράτης Θεοδώρου μὲν ἦν παῖς τοῦ Ἐρχιέως τῶν μετρίων πολιτῶν, θεράποντας αὐλοποιοὺς κεκτημένου καὶ εὐπορήσαντος ἀπὸ τούτων, ὡς καὶ χορηγῆσαι καὶ παιδεῦσαι τοὺς υἱούς· ἦσαν γὰρ αὐτῷ καὶ ἄλλοι, Τελέσιππος καὶ Διόμνηστος· ἦν δὲ καὶ θυγάτριον· ὅθεν εἰς τοὺς αὐλοὺς [836f] κεκωμῴδηται ὑπʼ Ἀριστοφάνους καὶ Στράττιδος. γενόμενος δὲ κατὰ τὴν ὀγδοηκοστὴν ἕκτην ὀλυμπιάδα Λυσιμάχου Μυρρινουσίου ἄρχοντος, νεώτερος μὲν Λυσίου δυσὶ καὶ εἴκοσιν ἔτεσι, πρεσβύτερος δὲ Πλάτωνος ἑπτά, παῖς μὲν ὢν ἐπαιδεύετο οὐδενὸς ἧττον Ἀθηναίων, ἀκροώμενος Προδίκου τε τοῦ Κείου καὶ Γοργίου τοῦ Λεοντίνου καὶ Τισίου τοῦ Συρακουσίου καὶ Θηραμένους τοῦ ῥήτορος· οὗ καὶ συλλαμβανομένου ὑπὸ τῶν τριάκοντα καὶ φυγόντος ἐπὶ τὴν Βουλαίαν Ἑστίαν, ἁπάντων καταπεπληγμένων, μόνος ἀνέστη βοηθήσων καὶ πολὺν χρόνον ἐσίγησε [837a] κατʼ ἀρχάς, ἔπειτα ὑπʼ αὐτοῦ παρῃτήθη, εἰπόντος ὀδυνηρότερον αὐτῷ συμβήσεσθαι εἴ τις τῶν φίλων ἀπολαύσει τῆς συμφορᾶς· καὶ ἐκείνου τινὰς οὔσας τέχνας αὐτῷ φασι συμπραγματεύσασθαι, ἡνίκα ἐν τοῖς δικαστηρίοις ἐσυκοφαντεῖτο, αἳ εἰσιν ἐπιγεγραμμέναι Βότωνος. ἐπεὶ δʼ ἠνδρώθη, τῶν μὲν πολιτικῶν πραγμάτων ἀπέσχετο ἰσχνόφωνὸς τʼ ὢν καὶ εὐλαβὴς τὸν τρόπον καὶ τὰ πατρῷα· ἀποβεβληκὼς ἐν τῷ πρὸς Λακεδαιμονίους πολέμῳ· ἄλλοις δὲ μεμελετηκὼς φαίνεται, ἕνα δὲ μόνον εἰπὼν λόγον,, τὸν περὶ τῆς Ἀντιδόσεως. διατριβὴν δὲ συστησάμενος, [837b] ἐπὶ τὸ φιλοσοφεῖν καὶ γράφειν ἃ διανοηθείη ἐτράπετο, καὶ τόν τε Πανηγυρικὸν λόγον καί τινας ἄλλους τῶν συμβουλευτικῶν, οὓς μὲν αὐτὸς γράφων ἀνεγίνωσκεν οὓς δʼ ἑτέροις παρεσκεύαζεν, ἡγούμενος οὕτως ἐπὶ τὸ τὰ δέοντα φρονεῖν τοὺς Ἕλληνας προτρέψεσθαι. διαμαρτάνων δὲ τῆς προαιρέσεως, τούτων μὲν ἀπέστη σχολῆς δʼ ἡγεῖτο, ὣς τινές φασι, πρῶτον ἐπὶ· Χίου, μαθητὰς ἔχων ἐννέα· ὅτε καὶ ἰδὼν τὸν μισθὸν ἀριθμούμενον εἶπε δακρύσας ὡς “ἐπέγνων ἐμαυτὸν νῦν τούτοις πεπραμένον” ὡμίλει δὲ τοῖς βουλομένοις, χωρίσας πρῶτος τοὺς ἐριστικοὺς λόγους τῶν πολιτικῶν, περὶ οὓς ἐσπούδασε. [837c] καὶ ἀρχὰς δὲ καὶ περὶ τὴν Χίον κατέστησε καὶ τὴν αὐτὴν τῇ πατρίδι πολιτείαν· ἀργύριόν τε ὅσον οὐδεὶς σοφιστῶν εὐπόρησεν, ὡς καὶ τριηραρχῆσαι. ἀκροαταὶ δʼ αὐτοῦ ἐγένοντο· εἰς ἑκατόν; ἄλλοι τε πολλοὶ καὶ Τιμόθεος ὁ Κόνωνος, σὺν ᾧ καὶ πολλὰς πόλεις ἐπῆλθε, συντιθεὶς τὰς πρὸς Ἀθηναίους ὑπὸ Τιμοθέου πεμπομένας ἐπιστολάς· ὅθεν ἐδωρήσατο αὐτῷ τάλαντον τῶν ἀπὸ Σάμου περιγενομένων. ἐμαθήτευσε δʼ αὐτῷ καὶ Θεόπομπος ὁ Χῖος, καὶ Ἔφορος ὁ Κυμαῖος καὶ Ἀσκληπιάδης ὁ τὰ τραγῳδούμενα συγγράψας καὶ Θεοδέκτης ὁ Φασηλίτης·,ὁ τὰς τραγῳδίας ὕστερον γράψας, οὗ ἐστι τὸ μνῆμα ἐπὶ τὴν Κυαμῖτιν πορευομένοις κατὰ τὴν ἱερὰν ὁδὸν τὴν [837d] ἐπʼ Ἐλευσῖνα, τὰ νῦν κατερηρειμμένον· ἔνθα καὶ τοὺς ἐνδόξους τῶν ποιητῶν ἀνέστησε σὺν αὐτῷ, ὧν Ὅμηρος ὁ ποιητὴς σῴζεται μόνος· Λεώδαμὸς τʼ Ἀθηναῖος καὶ Λάκριτος ὁ νομοθέτης Ἀθηναίοις· ὡς δὲ τινές φασι, καὶ Ὑπερείδης καὶ Ἰσαῖος. καὶ Δημοσθένη δʼ ἔτι ῥητορεύοντί φασι μετὰ σπουδῆς προσελθεῖν αὐτῷ, καὶ χιλίας μὲν ἃς εἰσεπράττετο οὐκ ἔχειν φάναι παρασχεῖν, διακοσίας δὲ δώσειν, ἐφʼ ᾧ τε τὸ πέμπτον μέρος ἐκμαθεῖν τὸν δʼ ἀποκρίνασθαι [837e] ὡς “οὐ τεμαχίζομεν Δημόσθενες, τὴν πραγματείαν ὥσπερ δὲ τοὺς καλοὺς ἰχθῦς ὅλους πωλοῦμεν, οὕτω κἀγώ σοι, εἰ βούλοιο μαθητεύειν, ὁλόκληρον ἀποδώσομαι τὴν τέχνην” ἐτελεύτα δʼ ἐπὶ Χαιρώνδου ἄρχοντος, ἀπαγγελθέντων τῶν περὶ Χαιρώνειαν ἐν τῇ Ἱπποκράτους; παλαίστρᾳ πυθόμενος, ἐξαγαγὼν αὑτὸν τοῦ βίου τέτταρσιν ἡμέραις διὰ τοῦ σιτίων ἀποσχέσθαι, προειπὼν τρεῖς ἀρχὰς δραμάτων Εὐριπίδου

“Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατήρ ”
“Πέλοψ ὁ Ταντάλειος εἰς Πῖσαν μολών·”
“Σιδώνιὸν ποτʼ ἄστυ Κάδμος ἐκλιπών”