Pular para o conteúdo

Τῶν ἑπτὰ σοφῶν συμπόσιον

Plutarch · Parte 157

ὁ δὲ Σόλων ἔφη θαυμάζειν τὸν Ἄρδαλον εἰ τὸν νόμον οὐκ ἀνέγνωκε τῆς διαίτης τοῦ ἀνδρὸς ἐν τοῖς ἔπεσι τοῖς Ἡσιόδου[76] γεγραμμένον· ἐκεῖνος γάρ ἐστιν ὁ πρῶτος Ἐπιμενίδῃ σπέρματα τῆς τροφῆς ταύτης παρασχὼν καὶ ὁ ζητεῖν[77] διδάξας [157f]

ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ

“οἴει γάρ” ὁ Περίανδρος εἶπε “τὸν Ἡσίοδον ἐννοῆσαί τι τοιοῦτον, οὐκ ἐπαινέτην ὄντα φειδοῦς ἀεὶ καὶ πρὸς τὰ λιτότατα τῶν ὄψων ὡς ἥδιστα παρακαλεῖν ἡμᾶς; ἀγαθὴ μὲν γὰρ ἡ μαλάχη βρωθῆναι, γλυκὺς δʼ ὁ ἀνθέρικος· τὰ δʼ ἄλιμα ταῦτα καὶ ἄδιψα φάρμακα μᾶλλον ἢ σιτία πυνθάνομαι, καὶ μέλι καὶ τυρόν τινα βαρβαρικὸν δέχεσθαι καὶ σπέρματα πάμπολλα τῶν οὐκ εὐπορίστων. πῶς οὖν οὐκ ἂν[78] τῷ Ἡσιόδῳ[79] τὸ “πηδάλιον μὲν[80] ὑπὲρ καπνοῦ” κείμενον

ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν